§6.1ἐπεὶ δὲ τυγχάνομεν πρότερον εἰρηκότες ὅτι δεῖ τὸ μέσον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν μηδὲ τὴν ἔλλειψιν, τὸ δὲ μέσον ἐστὶν ὡς ὁ λόγος ὁ ὀρθὸς λέγει, τοῦτο διέλωμεν.
既然我们先前已经说过应当选择中庸,既不选择过度也不选择不足,而且中庸是如正确理性所说的那样,那么我们就来划分并界定这一点。
ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων, ἔστι τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων ἐπιτείνει καὶ ἀνίησιν, καί τις ἔστιν ὅρος τῶν μεσοτήτων, ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως, οὔσας κατὰ τὸν ὀρθὸν λόγον.
因为在所有已述的品格状态中,正如在其他一切事物中一样,存在着一个目标,有理性的人在拉紧和放松时都瞩目于它;并且对于中庸,存在着某种标准,我们说中庸介于过度和不足之间,并且是符合正确理性的。
ἔστι δὲ τὸ μὲν εἰπεῖν οὕτως ἀληθὲς μέν, οὐθὲν δὲ σαφές·
但是,这样说虽然是真实的,却一点也不清楚。
καὶ γὰρ ἐν ταῖς ἄλλαις ἐπιμελείαις, περὶ ὅσας ἐστὶν ἐπιστήμη, τοῦτʼ ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε πλείω οὔτε ἐλάττω δεῖ πονεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος·
因为在其他一切有科学(专门知识)指导的事务中,说“既不应当过度也不应当不足地劳作或松懈,而应当达到中庸并按照正确理性”固然是真实的,但如果一个人仅仅掌握了这一点,他将什么也不能多知道。
τοῦτο δὲ μόνον ἔχων ἄν τις οὐδὲν ἂν εἰδείη πλέον, οἷον ποῖα δεῖ προσφέρεσθαι πρὸς τὸ σῶμα, εἴ τις εἴπειεν ὅτι ὅσα ἡ ἰατρικὴ κελεύει καὶ ὡς ὁ ταύτην ἔχων.
例如,对于身体应当采用什么,如果有人说“采用医学所命令的一切,以及拥有医学的人所命令的方式”,他并不因此知道更多。
διὸ δεῖ καὶ περὶ τὰς τῆς ψυχῆς ἕξεις μὴ μόνον ἀληθῶς εἶναι τοῦτʼ εἰρημένον, ἀλλὰ καὶ διωρισμένον τίς ἐστιν ὁ ὀρθὸς λόγος καὶ τούτου τίς ὅρος.
所以,对于灵魂的状态,不仅需要把这话作为真理说出来,而且需要界定:正确理性是什么,它的标准是什么。
§6.2τὰς δὴ τῆς ψυχῆς ἀρετὰς διελόμενοι τὰς μὲν εἶναι τοῦ ἤθους ἔφαμεν τὰς δὲ τῆς διανοίας.
在划分了灵魂的德性之后,我们曾说一些是品德,另一些是理智德性。
περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν, περὶ ψυχῆς πρῶτον εἰπόντες, λέγωμεν οὕτως.
关于品德我们已经讨论完毕,关于其余的部分,我们首先谈谈灵魂,然后再作如下说明。
πρότερον μὲν οὖν ἐλέχθη δύʼ εἶναι μέρη τῆς ψυχῆς, τό τε λόγον ἔχον καὶ τὸ ἄλογον· νῦν δὲ περὶ τοῦ λόγον ἔχοντος τὸν αὐτὸν τρόπον διαιρετέον.
先前曾说灵魂有两个部分,即有理性的部分和无理性的部分;现在必须以同样的方法来划分有理性的部分。
καὶ ὑποκείσθω δύο τὰ λόγον ἔχοντα, ἓν μὲν ᾧ θεωροῦμεν τὰ τοιαῦτα τῶν ὄντων ὅσων αἱ ἀρχαὶ μὴ ἐνδέχονται ἄλλως ἔχειν, ἓν δὲ ᾧ τὰ ἐνδεχόμενα·
让我们假定有理性的是两个部分:其一是我们借以观照其原理不容许有他种状况的那类存在者的部分,其二是我们借以观照容许有他种状况的存在者的部分。
πρὸς γὰρ τὰ τῷ γένει ἕτερα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῷ γένει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθʼ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις ὑπάρχει αὐτοῖς.
因为对于属上不同的事物,灵魂中自然适于对应于它们各部分也必定在属上不同,如果它们的认识是基于某种相似性和亲缘关系的话。
λεγέσθω δὲ τούτων τὸ μὲν ἐπιστημονικὸν τὸ δὲ λογιστικόν·
让我们把这两者中的一者称为“学问认识的部分”,另一者称为“计算思考的部分”。
τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν, οὐδεὶς δὲ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν.
因为温虑与计算是同一回事,而没有人会针对不容许有他种状况的事物进行温虑。
ὥστε τὸ λογιστικόν ἐστιν ἕν τι μέρος τοῦ λόγον ἔχοντος.
因此,计算思考的部分是有理性部分的一个部分。
ληπτέον ἄρʼ ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις·
所以,我们必须把握这两者中每一个的最优状态是什么。
αὕτη γὰρ ἀρετὴ ἑκατέρου, ἡ δʼ ἀρετὴ πρὸς τὸ ἔργον τὸ οἰκεῖον.
因为这就是每一个的德性,而德性是相对于其固有功能而言的。
τρία δή ἐστιν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας, αἴσθησις νοῦς ὄρεξις.
灵魂中主导行为和真理的有三样东西:感觉、理智、欲求。
τούτων δʼ ἡ αἴσθησις οὐδεμιᾶς ἀρχὴ πράξεως· δῆλον δὲ τῷ τὰ θηρία αἴσθησιν μὲν ἔχειν πράξεως δὲ μὴ κοινωνεῖν.
在这三者中,感觉不作为任何行为的始点;这从动物具有感觉但不参与行为这一点可以看得很清楚。
ἔστι δʼ ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτʼ ἐν ὀρέξει δίωξις καὶ φυγή·
理智中的肯定与否定,在欲求中就是追求与避免。
ὥστʼ ἐπειδὴ ἡ ἠθικὴ ἀρετὴ ἕξις προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ ταῦτα μὲν τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν, εἴπερ ἡ προαίρεσις σπουδαία, καὶ τὰ αὐτὰ τὸν μὲν φάναι τὴν δὲ διώκειν.
因此,既然品德是具有选择能力的品格状态,而选择是经过温虑的欲求,那么基于这些原因,理智必须是真实的,而欲求必须是正确的,如果选择是优秀的,并且理智所肯定的也就是欲求所追求的。
αὕτη μὲν οὖν ἡ διάνοια καὶ ἡ ἀλήθεια πρακτική·
那么,这种理智和真理就是实践性的。
τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς μηδὲ ποιητικῆς τὸ εὖ καὶ κακῶς τἀληθές ἐστι καὶ ψεῦδος (τοῦτο γάρ ἐστι παντὸς διανοητικοῦ ἔργον)· τοῦ δὲ πρακτικοῦ καὶ διανοητικοῦ ἀλήθεια ὁμολόγως ἔχουσα τῇ ὀρέξει τῇ ὀρθῇ.
而对于既非实践也非制作的观照性理智,其良好状态与不良状态就是真与假(因为这是理智每一个部分的活动);而实践的和理智的部分的真理,则是与正确欲求相一致的真理。
πράξεως μὲν οὖν ἀρχὴ προαίρεσις—ὅθεν ἡ κίνησις ἀλλʼ οὐχ οὗ ἕνεκα—προαιρέσεως δὲ ὄρεξις καὶ λόγος ὁ ἕνεκά τινος.
因此,行为的始点是选择——它是运动的来源,而不是它所指向的目的——而选择的始点则是欲求以及为了某种目的的理。
διὸ οὔτʼ ἄνευ νοῦ καὶ διανοίας οὔτʼ ἄνευ ἠθικῆς ἐστὶν ἕξεως ἡ προαίρεσις·
所以,没有理智和思考,也没有品德状态,选择就不能存在。
εὐπραξία γὰρ καὶ τὸ ἐναντίον ἐν πράξει ἄνευ διανοίας καὶ ἤθους οὐκ ἔστιν.
因为行为中的善行及其相反面,没有思考和品格是不能存在的。
διάνοια δʼ αὐτὴ οὐθὲν κινεῖ, ἀλλʼ ἡ ἕνεκά του καὶ πρακτική· αὕτη γὰρ καὶ τῆς ποιητικῆς ἄρχει·
理智本身不推动任何事物,只有那为了某种目的的、实践性的理智才推动;因为这种理智也主宰着制作性的理智。
ἕνεκα γάρ του ποιεῖ πᾶς ὁ ποιῶν, καὶ οὐ τέλος ἁπλῶς (ἀλλὰ πρός τι καὶ τινός) τὸ ποιητόν, ἀλλὰ τὸ πρακτόν· ἡ γὰρ εὐπραξία τέλος, ἡ δʼ ὄρεξις τούτου.
因为每个制作的人都是为了某种目的而制作,被制作出的东西不是无条件的目的(而只是相对于某物且属于某人的),而被实践出来的东西才是目的;因为善行本身就是目的,而欲求就是以它为对象的。
διὸ ἢ ὀρεκτικὸς νοῦς ἡ προαίρεσις ἢ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος.
因此,选择或者是欲求的理智,或者是理智的欲求,而这样的始点就是人。
οὐκ ἔστι δὲ προαιρετὸν οὐδὲν γεγονός, οἷον οὐδεὶς προαιρεῖται Ἴλιον πεπορθηκέναι·
但是,已经发生的事物不能作为选择的对象,例如没有人选择去摧毁伊利奥。
οὐδὲ γὰρ βουλεύεται περὶ τοῦ γεγονότος ἀλλὰ περὶ τοῦ ἐσομένου καὶ ἐνδεχομένου, τὸ δὲ γεγονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι·
因为没有人对已经发生的事进行温虑,而只温虑将来的、可能发生的事,而已发生的事是不可能不发生的。
διὸ ὀρθῶς Ἀγάθων
"
μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται,
ἀγένητα ποιεῖν ἅσσʼ ἂν ᾖ πεπραγμένα.
所以阿加通说得对: “因为只有这一件事,连神也被剥夺了权力,去使那些已经做成的事变得没做过。
"
ἀμφοτέρων δὴ τῶν νοητικῶν μορίων ἀλήθεια τὸ ἔργον.
” 因此,这两个理智部分的活动都是真理。
καθʼ ἃς οὖν μάλιστα ἕξεις ἀληθεύσει ἑκάτερον, αὗται ἀρεταὶ ἀμφοῖν.
所以,每一个部分最能由此求得真理的那些状态,就是它们两者的德性。