§6.12διαπορήσειε δʼ ἄν τις περὶ αὐτῶν τί χρήσιμοί εἰσιν.
人们可能会对它们有什么用处产生困惑。
ἡ μὲν γὰρ σοφία οὐδὲν θεωρήσει ἐξ ὧν ἔσται εὐδαίμων ἄνθρωπος (οὐδεμιᾶς γάρ ἐστι γενέσεως), ἡ δὲ φρόνησις τοῦτο μὲν ἔχει, ἀλλὰ τίνος ἕνεκα δεῖ αὐτῆς;
因为智慧不观照任何能使人幸福的事物(因为它是关于无生无灭之物的),而明智虽然具有这一点,但我们需要它是为了什么呢?
εἴπερ ἡ μὲν φρόνησίς ἐστιν ἡ περὶ τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ, ταῦτα δʼ ἐστὶν ἃ τοῦ ἀγαθοῦ ἐστὶν ἀνδρὸς πράττειν, οὐδὲν δὲ πρακτικώτεροι τῷ εἰδέναι αὐτά ἐσμεν, εἴπερ ἕξεις αἱ ἀρεταί εἰσιν, ὥσπερ οὐδὲ τὰ ὑγιεινὰ οὐδὲ τὰ εὐεκτικά, ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται· οὐθὲν γὰρ πρακτικώτεροι τῷ ἔχειν τὴν ἰατρικὴν καὶ γυμναστικήν ἐσμεν.
如果说明智是关于对人而言公正、优美和善的事物的,而这些又是一个善人应当去实行的,但如果德性是一种品质,我们并不会因为知道这些就更善于实行它们,这就像健康的事物或使身体状况良好的事物一样——所有这些并不是因为我们去制造它们,而是因为它们源自某种品质才被称为如此;因为我们并不会因为拥有医学和体育就更善于实行它们。
εἰ δὲ μὴ τούτων χάριν φρόνιμον ῥητέον ἀλλὰ τοῦ γίνεσθαι, τοῖς οὖσι σπουδαίοις οὐθὲν ἂν εἴη χρήσιμος· ἔτι δʼ οὐδὲ τοῖς μὴ ἔχουσιν· οὐδὲν γὰρ διοίσει αὐτοὺς ἔχειν ἢ ἄλλοις ἔχουσι πείθεσθαι, ἱκανῶς τʼ ἔχοι ἂν ἡμῖν ὥσπερ καὶ περὶ τὴν ὑγίειαν· βουλόμενοι γὰρ ὑγιαίνειν ὅμως οὐ μανθάνομεν ἰατρικήν.
如果说我们称一个人明智,不是为了这些实行,而是为了成为明智者,那么明智对于那些已经是优秀的人来说就毫无用处;而且对于那些还没有拥有它的人来说也同样无用,因为由他们自己拥有明智,还是顺从于其他拥有它的人,这并没有什么区别,这对我们来说就像对待健康一样就足够了;因为我们虽然希望健康,但我们却不因此去学习医学。
πρὸς δὲ τούτοις ἄτοπον ἂν εἶναι δόξειεν, εἰ χείρων τῆς σοφίας οὖσα κυριωτέρα αὐτῆς ἔσται· ἡ γὰρ ποιοῦσα ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον.
此外,如果明智低于智慧,却又优于(支配)智慧,这似乎是很荒谬的;因为制造某种事物的东西是在每一个事物上起支配和指令作用的。
περὶ δὴ τούτων λεκτέον· νῦν μὲν γὰρ ἠπόρηται περὶ αὐτῶν μόνον.
关于这些,我们必须予以阐述;因为目前我们仅仅是对它们提出了困惑。
πρῶτον μὲν οὖν λέγωμεν ὅτι καθʼ αὑτὰς ἀναγκαῖον αἱρετὰς αὐτὰς εἶναι, ἀρετάς γʼ οὔσας ἑκατέραν ἑκατέρου τοῦ μορίου, καὶ εἰ μὴ ποιοῦσι μηδὲν μηδετέρα αὐτῶν.
首先,我们要说,作为灵魂两个不同部分的德性,它们两者哪怕各自都不制造任何东西,也必然是因其自身而值得选择的。
ἔπειτα καὶ ποιοῦσι μέν, οὐχ ὡς ἡ ἰατρικὴ δὲ ὑγίειαν, ἀλλʼ ὡς ἡ ὑγίεια, οὕτως ἡ σοφία εὐδαιμονίαν· μέρος γὰρ οὖσα τῆς ὅλης ἀρετῆς τῷ ἔχεσθαι ποιεῖ καὶ †τῷ ἐνεργεῖν εὐδαίμονα.
其次,它们确实在制造着什么,不是像医学制造健康那样,而是像健康产生健康那样,智慧以这种方式产生幸福;因为它是整个德性的一部分,通过被拥有以及通过活动,它使人幸福。
† ἔτι τὸ ἔργον ἀποτελεῖται κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετήν· ἡ μὲν γὰρ ἀρετὴ τὸν σκοπὸν ποιεῖ ὀρθόν, ἡ δὲ φρόνησις τὰ πρὸς τοῦτον.
此外,人类的固有功能是通过明智和道德德性共同完成的;因为道德德性使目的正确,而明智使通向目的的手段正确。
τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς οὐκ ἔστιν ἀρετὴ τοιαύτη, τοῦ θρεπτικοῦ· οὐδὲν γὰρ ἐπʼ αὐτῷ πράττειν ἢ μὴ πράττειν.
但在灵魂的第四个部分,即营养部分,并没有这样的德性;因为对于它来说,行事或不行事都不在它自己的支配之下。
περὶ δὲ τοῦ μηθὲν εἶναι πρακτικωτέρους διὰ τὴν φρόνησιν τῶν καλῶν καὶ δικαίων, μικρὸν ἄνωθεν ἀρκτέον, λαβόντας ἀρχὴν ταύτην.
关于由于明智我们并不会更善于实行优美和公正的事物这一点,我们应当从稍微上面一点的地方开始,以如下原则作为出发点。
ὥσπερ γὰρ καὶ τὰ δίκαια λέγομεν πράττοντάς τινας οὔπω δικαίους εἶναι, οἷον τοὺς τὰ ὑπὸ τῶν νόμων τεταγμένα ποιοῦντας ἢ ἄκοντας ἢ διʼ ἄγνοιαν ἢ διʼ ἕτερόν τι καὶ μὴ διʼ αὐτά (καίτοι πράττουσί γε ἃ δεῖ καὶ ὅσα χρὴ τὸν σπουδαῖον), οὕτως, ὡς ἔοικεν, ἔστι τὸ πῶς ἔχοντα πράττειν ἕκαστα ὥστʼ εἶναι ἀγαθόν, λέγω δʼ οἷον διὰ προαίρεσιν καὶ αὐτῶν ἕνεκα τῶν πραττομένων.
因为正如我们说,某些做着公正之事的人还不是公正的人,例如那些被迫或由于无知或由于其他原因,而不是为了这些事情本身而履行法律规定之义务的人(尽管他们确实做了他们应当做的事,以及优秀者应当做的一切事),同样,看起来,一个人必须在处于某种状态下去实行每件事,才能成为善人,我指的是,例如通过选择并为了所行之事本身的缘故。
τὴν μὲν οὖν προαίρεσιν ὀρθὴν ποιεῖ ἡ ἀρετή, τὸ δʼ ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι οὐκ ἔστι τῆς ἀρετῆς ἀλλʼ ἑτέρας δυνάμεως.
道德德性使选择正确,但为了这一选择而自然应当去实行的那些事物,则不属于道德德性,而是属于另一种能力。
λεκτέον δʼ ἐπιστήσασι σαφέστερον περὶ αὐτῶν.
在引起注意后,我们必须对这些进行更清楚的阐明。
ἔστι δὴ δύναμις ἣν καλοῦσι δεινότητα· αὕτη δʼ ἐστὶ τοιαύτη ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτοῦ.
确实存在着一种人们称之为聪明(机灵)的能力;这种能力在于能够实行那些有助于实现既定目的的手段并达到该目的。
ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἐὰν δὲ φαῦλος, πανουργία· διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι.
因此,如果目的是优美的,这种能力就是值得赞扬的;如果是卑劣的,那它就是狡猾;所以我们说,明智的人既是聪明的,也是狡猾的。
ἔστι δʼ ἡ φρόνησις οὐχ ἡ δύναμις, ἀλλʼ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης.
而明智并不是那种能力,但也离不开那种能力。
ἡ δʼ ἕξις τῷ ὄμματι τούτῳ γίνεται τῆς ψυχῆς οὐκ ἄνευ ἀρετῆς, ὡς εἴρηταί τε καὶ ἔστι δῆλον·
而这种品质,通过灵魂的这只眼睛,在没有道德德性的情况下是不会产生的,正如已经说过的,而且也是显而易见的。
οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἐπειδὴ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον, ὁτιδήποτε ὄν (ἔστω γὰρ λόγου χάριν τὸ τυχόν)· τοῦτο δʼ εἰ μὴ τῷ ἀγαθῷ, οὐ φαίνεται· διαστρέφει γὰρ ἡ μοχθηρία καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρχάς.
因为关于实践的推论都具有一个出发点(大前提):“既然目的是这样的,并且是最好的,不论它究竟是什么”(为了论证起见,姑且假定它是任意一个东西);但如果不是对于善人,这个出发点是不会显现的;因为邪恶会扭曲人们,并使人在实践的出发点上产生误判。
ὥστε φανερὸν ὅτι ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγαθόν.
因此,显而易见,不成为善人是不可能成为明智者的。