Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §5.9#2

不公分配中的不正义主体与内在品质

第 60 段,共 123 段 · 希腊语

内容简介

作者讨论了在不公分配中究竟是分配者还是得利者行不正义,并得出结论由于行为的起点在分配者,因而分配者才行不正义。此外,他指出行不正义并非仅指做出某些外在行为,而是要出于特定的内在品质状态,因此行不正义和成为正义的人并不如人们想象的那样容易。

§5.9#2ἔτι δʼ ὧν προειλόμεθα δύʼ ἔστιν εἰπεῖν, πότερόν ποτʼ ἀδικεῖ ὁ νείμας παρὰ τὴν ἀξίαν τὸ πλέον ἢ ὁ ἔχων, καὶ εἰ ἔστιν αὐτὸν αὑτὸν ἀδικεῖν.
此外,在我们先前提出要讨论的问题中,有两点需要阐述:即,究竟是违反价值而分配较多份额的人行了不正义,还是拥有较多份额的人行了不正义;以及,一个人是否可能对自己行不正义。
εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθὲν καὶ ὁ διανέμων ἀδικεῖ ἀλλʼ οὐχ ὁ ἔχων τὸ πλέον, εἴ τις πλέον αὑτοῦ ἑτέρῳ νέμει εἰδὼς καὶ ἑκών, οὗτος αὐτὸς αὑτὸν ἀδικεῖ·
因为,如果先前所说的情况是可能的,即行不正义的是分配者而非拥有较多份额者,那么如果有人在知情且自愿的情况下,分给他人比自己更多的份额,此人就是在对自己行不正义。
ὅπερ δοκοῦσιν οἱ μέτριοι ποιεῖν· ὁ γὰρ ἐπιεικὴς ἐλαττωτικός ἐστιν.
这似乎正是温和的人所做的事;因为公平的人倾向于减少自己的索求。
ἢ οὐδὲ τοῦτο ἁπλοῦν;
或者,甚至这一点也不是那么简单?
ἑτέρου γὰρ ἀγαθοῦ, εἰ ἔτυχεν, πλεονεκτεῖ, οἷον δόξης ἢ τοῦ ἁπλῶς καλοῦ.
因为他或许在其他善物上占了便宜,例如名誉或那端点的高尚。
ἔτι λύεται κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖν· οὐδὲν γὰρ παρὰ τὴν αὑτοῦ πάσχει βούλησιν, ὥστε οὐκ ἀδικεῖται διά γε τοῦτο, ἀλλʼ εἴπερ, βλάπτεται μόνον.
此外,这一问题可以根据行不正义的定义来解决;因为他没有承受任何违背自己意愿的事,因此至少在这方面他并没有遭受不正义对待,就算有,他也只是受损而已。
φανερὸν δὲ ὅτι καὶ ὁ διανέμων ἀδικεῖ, ἀλλʼ οὐχ ὁ τὸ πλέον ἔχων ἀεί·
显然,行不正义的是分配者,而不总是那个占有较多份额的人。
οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἀδικεῖ, ἀλλʼ ᾧ τὸ ἑκόντα τοῦτο ποιεῖν·
因为行不正义的并不是拥有不正义事物的人,而是自愿做出这一行为的人。
τοῦτο δʼ ὅθεν ἡ ἀρχὴ τῆς πράξεως, ἥ ἐστιν ἐν τῷ διανέμοντι ἀλλʼ οὐκ ἐν τῷ λαμβάνοντι.
而行为的起点就在这里,即在分配者身上,而不是在接受者身上。
ἔτι ἐπεὶ πολλαχῶς τὸ ποιεῖν λέγεται, καὶ ἔστιν ὡς τὰ ἄψυχα κτείνει καὶ ἡ χεὶρ καὶ ὁ οἰκέτης ἐπιτάξαντος, οὐκ ἀδικεῖ μέν, ποιεῖ δὲ τὰ ἄδικα.
此外,既然“做”有多种含义,并且在某种意义上无生物、手、或是听从命令的仆人也会杀人,但他们并没有行不正义,只是做了不正义的事。
ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸ νομικὸν δίκαιον οὐδʼ ἄδικος ἡ κρίσις ἐστίν, ἔστι δʼ ὡς ἄδικος·
再者,如果法官是在不知情的情况下做出了判决,按照法律上的正义,他并未行不正义,其判决也非不正义,但在某种意义上却又是不正义的。
ἕτερον γὰρ τὸ νομικὸν δίκαιον καὶ τὸ πρῶτον·
因为法律上的正义与首要的正义是不同的。
εἰ δὲ γινώσκων ἔκρινεν ἀδίκως, πλεονεκτεῖ καὶ αὐτὸς ἢ χάριτος ἢ τιμωρίας.
但如果他是在知情的情况下做出了不正义的判决,那么他自己也占了便宜,或者是图好意,或者是图报复。
ὥσπερ οὖν κἂν εἴ τις μερίσαιτο τοῦ ἀδικήματος, καὶ ὁ διὰ ταῦτα κρίνας ἀδίκως πλέον ἔχει·
因此,正像分到了不正义行为的赃物一样,因这些缘故而做出不正义判决的人也占了便宜。
καὶ γὰρ ἐπʼ ἐκείνῳ τὸν ἀγρὸν κρίνας οὐκ ἀγρὸν ἀλλʼ ἀργύριον ἔλαβεν.
因为即使是因那些缘故判定土地归属的人,得到的虽不是土地,但确实得到了金钱。
οἱ δʼ ἄνθρωποι ἐφʼ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν·
但是,人们认为行不正义是取决于他们自己的,因此也认为做个正义的人是容易的。
διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον. τὸ δʼ οὐκ ἔστιν·
然而事实并非如此。
συγγενέσθαι μὲν γὰρ τῇ τοῦ γείτονος καὶ πατάξαι τὸν πλησίον καὶ δοῦναι τῇ χειρὶ τὸ ἀργύριον ῥᾴδιον καὶ ἐπʼ αὐτοῖς, ἀλλὰ τὸ ὡδὶ ἔχοντας ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτʼ ἐπʼ αὐτοῖς.
因为与邻人的妻子私通、殴打邻人、亲手送出金钱,这些都是容易的且取决于他们自己,但在特定品质的状态下做这些事,既不容易也不取决于他们自己。
ὁμοίως δὲ καὶ τὸ γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν οἴονται σοφὸν εἶναι, ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν οὐ χαλεπὸν συνιέναι (ἀλλʼ οὐ ταῦτʼ ἐστὶ τὰ δίκαια ἀλλʼ ἢ κατὰ συμβεβηκός)·
同样,人们认为认识正义和不正义的事物不需要任何智慧,因为理解法律所规定的内容并不困难(但这些并不是正义的事物,除非在偶然的意义上)。
ἀλλὰ πῶς πραττόμενα καὶ πῶς νεμόμενα δίκαια, τοῦτο δὴ πλέον ἔργον ἢ τὰ ὑγιεινὰ εἰδέναι·
但是,如何行动、如何分配才算正义,这确实是比了解健康的事物更为艰巨的任务。
ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ νεῖμαι πρὸς ὑγίειαν καὶ τίνι καὶ πότε, τοσοῦτον ἔργον ὅσον ἰατρὸν εἶναι.
因为即使在医学中,认识蜂蜜、葡萄酒、喷嚏草、烧灼和手术是容易的,但为了健康而了解应当如何、给谁、在何时施用这些,就和成为一名医生一样是一件艰巨的任务。
διʼ αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν ἧττον τὸ ἀδικεῖν, ὅτι οὐχ ἧττον ὁ δίκαιος ἀλλὰ καὶ μᾶλλον δύναιτʼ ἂν ἕκαστον πρᾶξαι τούτων·
正是因为这个缘故,人们认为行不正义对于正义的人来说也同样是可能的,因为正义的人不仅不会比不正义的人能力差,反而更能做出这些行为。
καὶ γὰρ συγγενέσθαι γυναικὶ καὶ πατάξαι· καὶ ὁ ἀνδρεῖος τὴν ἀσπίδα ἀφεῖναι καὶ στραφεὶς ἐφʼ ὁποτεραοῦν τρέχειν.
因为他确实可以与女人私通或打人;而勇敢的人也可以扔掉盾牌,转过身向任一方向逃跑。
ἀλλὰ τὸ δειλαίνειν καὶ ἀδικεῖν οὐ τὸ ταῦτα ποιεῖν ἐστί, πλὴν κατὰ συμβεβηκός, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν οὐ τὸ τέμνειν ἢ μὴ τέμνειν ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡδί.
然而,表现得懦弱和行不正义,并不是指做出这些行为(除非在偶然的意义上),而是指在特定品质的状态下做出这些行为,正如行医和治病,不仅是切剖或不切剖、施药或不施药的问题,而是以特定方式做这些事。
ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν, ἔχουσι δʼ ὑπερβολὴν ἐν τούτοις καὶ ἔλλειψιν·
正义存在于那些分有端点的善、且在这些善物中具有过度和不足的人们之间。
τοῖς μὲν γὰρ οὐκ ἔστιν ὑπερβολὴ αὐτῶν, οἷον ἴσως τοῖς θεοῖς, τοῖς δʼ οὐδὲν μόριον ὠφέλιμον, τοῖς ἀνιάτως κακοῖς, ἀλλὰ πάντα βλάπτει, τοῖς δὲ μέχρι τοῦ·
因为对于某些存在,例如或许对于神,这些善并无过度;而对于另一些存在,即那些不可救药的恶人,这些善物没有一部分是有益的,反而所有这些都伤害他们;但对其他人来说,这些善物在一定限度内是有益的。
διὰ τοῦτʼ ἀνθρώπινόν ἐστιν.
正是因为这个缘故,正义是属于人类的事情。

词汇与语法注释

  1. 1136b15ὧν προειλόμεθα — 关系代词 ὧν 是“吸引”(同化)的例子,因先行词(省略的属格代词 ἐκείνων)的影响而变为属格,而非作为动词 προειλόμεθα 的宾语而使用本来的宾格 ἃ。
  2. 1136b20ἐλαττωτικός — 该形容词指代公平之人(ἐπιεικής)倾向于要求或接受少于其应得份额或正当权益的特质。
  3. 1136b27ᾧ τὸ ἑκόντα τοῦτο ποιεῖν — 与格 ᾧ 在此处作为领有者与格(指“行为存在于其身上的人”)。在冠词性不定式短语 τὸ ἑκόντα τοῦτο ποιεῖν 中,宾格形容词 ἑκόντα 作为不定式的意义上主语修饰成分,表示行为者的自愿性质。
  4. 1137a22ὡδὶ ἔχοντα — 宾格分词 ἔχοντα 修饰不定式 ποιεῖν 的隐含主语,强调道德行为不仅取决于外在的动作,而更取决于行为者处于“特定的状态”(即具有稳定的品性 ἕξις)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §5.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。