§5.9#1ἀπορήσειε δʼ ἄν τις, εἰ ἱκανῶς διώρισται περὶ τοῦ ἀδικεῖσθαι καὶ ἀδικεῖν, πρῶτον μὲν εἰ ἔστιν ὥσπερ Εὐριπίδης εἴρηκε, λέγων ἀτόπως
"
μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
人们可能会提出疑问,关于遭受不正义对待与行不正义是否已经得到了充分的定义。 第一,情况是否正如欧里庇得斯所说,他奇怪地说道: “我杀了我母亲,一言以蔽之。
ἑκὼν ἑκοῦσαν, ἢ οὐχ ἑκοῦσαν οὐχ ἑκών;
她自愿而我自愿,还是她非自愿而我非自愿?
"
πότερον γὰρ ὡς ἀληθῶς ἔστιν ἑκόντα ἀδικεῖσθαι, ἢ οὒ ἀλλʼ ἀκούσιον ἅπαν, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον;
” 那么,一个人是否真的能自愿遭受不正义对待,还是不能,而是所有的受不正义对待都是非自愿的,正如行不正义全都是自愿的一样?
καὶ ἆρα πᾶν οὕτως ἢ ἐκείνως, ἢ τὸ μὲν ἑκούσιον τὸ δʼ ἀκούσιον;
并且,究竟是全部属于前者或后者,还是有些是自愿的,有些是非自愿的?
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· τὸ γὰρ δικαιοπραγεῖν πᾶν ἑκούσιον· ὥστʼ εὔλογον ἀντικεῖσθαι ὁμοίως καθʼ ἑκάτερον, τό τʼ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἢ ἑκούσιον ἢ ἀκούσιον εἶναι.
同样的问题也适用于受正义对待;因为所有行公义都是自愿的,因此在两种情况的每一种中都存在类似的对立,即遭受不正义对待和受正义对待要么都是自愿的,要么都是非自愿的,这似乎是合乎情理的。
ἄτοπον δʼ ἂν δόξειε καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ πᾶν ἑκούσιον· ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες.
然而,在受正义对待的事情上,如果全部都是自愿的,那也会显得奇怪;因为有些人在并非自愿的情况下受到了正义对待。
ἔπειτα καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον ὁ τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς, ἢ ὥσπερ καὶ ἐπὶ τοῦ πράττειν, καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν·
其次,人们也可能会彻底探讨这个问题:每一个遭受了不正义事物的人是否都受到了不正义对待,还是正如在行动上一样,在承受上也是如此。
κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται ἐπʼ ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων· ὁμοίως δὲ δῆλον ὅτι καὶ ἐπὶ τῶν ἀδίκων·
因为在行动和承受两方面,都有可能偶然地参与到正义的事物中;同样,显然在不正义的事情中也是如此。
οὐ γὰρ ταὐτὸν τὸ τἄδικα πράττειν τῷ ἀδικεῖν οὐδὲ τὸ ἄδικα πάσχειν τῷ ἀδικεῖσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν καὶ δικαιοῦσθαι·
因为做不正义的事与行不正义并不相同,承受不正义的事与遭受不正义对待也并不相同;同样的情况也存在于行公义和受正义对待中。
ἀδύνατον γὰρ ἀδικεῖσθαι μὴ ἀδικοῦντος ἢ δικαιοῦσθαι μὴ δικαιοπραγοῦντος.
因为在没有人行不正义时,遭受不正义对待是绝对不可能的,而在没有人行公义时,受正义对待也是不可能的。
εἰ δʼ ἐστὶν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δʼ ἑκόντα εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὥς, ὁ δʼ ἀκρατὴς ἑκὼν βλάπτει αὐτὸς αὑτόν, ἑκών τʼ ἂν ἀδικοῖτο κἂν ἐνδέχοιτο αὐτὸς αὑτὸν ἀδικεῖν.
但是,如果行不正义仅仅是自愿地伤害某人,而“自愿”意味着知道对象、工具和方式,而不能自制者是自愿伤害自己,那么他就会是自愿遭受不正义对待,并且人也可能对自己行不正义。
ἔστι δὲ καὶ τοῦτο ἓν τῶν ἀπορουμένων, εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.
这也是疑难问题之一:一个人是否可能对自己行不正义。
ἔτι ἑκὼν ἄν τις διʼ ἀκρασίαν ὑπʼ ἄλλου βλάπτοιτο ἑκόντος, ὥστʼ εἴη ἂν ἑκόντʼ ἀδικεῖσθαι.
此外,一个人可能会因为不能自制,而自愿被另一个自愿行动的人所伤害,从而有可能是自愿遭受不正义对待。
ἢ οὐκ ὀρθὸς ὁ διορισμός, ἀλλὰ προσθετέον τῷ βλάπτειν εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὣς τὸ παρὰ τὴν ἐκείνου βούλησιν;
或者说,该定义是不正确的,我们必须在“在知道对象、工具和方式的情况下伤害他人”之外,再加上“违背那个人意愿”的条件?
βλάπτεται μὲν οὖν τις ἑκὼν καὶ τἄδικα πάσχει, ἀδικεῖται δʼ οὐδεὶς ἑκών· οὐδεὶς γὰρ βούλεται, οὐδʼ ὁ ἀκρατής, ἀλλὰ παρὰ τὴν βούλησιν πράττει·
因此,一个人确实是自愿被伤害并承受不正义的事,但没有人是自愿遭受不正义对待的;因为没有人会希望这样,即使是不能自制的人也不会希望这样,但他的行为违背了自己的意愿。
οὔτε γὰρ βούλεται οὐδεὶς ὃ μὴ οἴεται εἶναι σπουδαῖον, ὅ τε ἀκρατὴς οὐχ ἃ οἴεται δεῖν πράττειν πράττει.
因为没有人会希望得到他认为不好的东西,而不能自制者所做的也并非他认为自己应当做的事。
ὁ δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησι δοῦναι τὸν Γλαῦκον τῷ Διομήδει
"
χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων,
"
οὐκ ἀδικεῖται·
而那个给予自己财产的人,正如荷马所说,格劳科斯给予迪奥墨德斯: “以金换铜,以百牛之值换九牛之值,” 他并没有受到不正义对待。
ἐπʼ αὐτῷ γάρ ἐστι τὸ διδόναι, τὸ δʼ ἀδικεῖσθαι οὐκ ἐπʼ αὐτῷ, ἀλλὰ τὸν ἀδικοῦντα δεῖ ὑπάρχειν.
因为给予取决于他自己,而遭受不正义对待并不取决于他自己,而是必须存在一个行不正义的人。
περὶ μὲν οὖν τοῦ ἀδικεῖσθαι, ὅτι οὐχ ἑκούσιον, δῆλον.
因此,关于遭受不正义对待,显而易见它绝非是自愿的。