§5.10περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνην τὸ δʼ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἐχόμενόν ἐστιν εἰπεῖν.
接下来,我们必须讨论公平和公平者,即公平与正义、公平者与正义者的关系。
οὔτε γὰρ ὡς ταὐτὸν ἁπλῶς οὔθʼ ὡς ἕτερον τῷ γένει φαίνεται σκοπουμένοις·
因为在仔细审视时,它们似乎既非完全等同,也非在属上不同。
καὶ ὁτὲ μὲν τὸ ἐπιεικὲς ἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον, ὥστε καὶ ἐπὶ τὰ ἄλλα ἐπαινοῦντες μεταφέρομεν ἀντὶ τοῦ ἀγαθοῦ, τὸ ἐπιεικέστερον ὅτι βέλτιον δηλοῦντες·
有时我们赞美公平及其具有这种品质的人,以至于在赞美其他事物时我们也借用这个词来代替“好”,以此表明更公平的就是更好的。
ὁτὲ δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον εἰ τὸ ἐπιεικὲς παρὰ τὸ δίκαιόν τι ὂν ἐπαινετόν ἐστιν·
但有时在遵循理路时,如果公平是在正义之外的某种东西却又值得赞美,这似乎是荒谬的。
ἢ γὰρ τὸ δίκαιον οὐ σπουδαῖον, ἢ τὸ ἐπιεικὲς οὐ δίκαιον, εἰ ἄλλο· ἢ εἰ ἄμφω σπουδαῖα, ταὐτόν ἐστιν.
因为如果它们不同,要么正义是不好的,要么公平是不正义的;而如果两者都是好的,那它们就是同一种东西。
ἡ μὲν οὖν ἀπορία σχεδὸν συμβαίνει διὰ ταῦτα περὶ τὸ ἐπιεικές, ἔχει δʼ ἅπαντα τρόπον τινὰ ὀρθῶς καὶ οὐδὲν ὑπεναντίον ἑαυτοῖς·
因此,关于公平的疑难大致就是由这些原因引起的,但这些说法在某种意义上都是正确的,彼此并无矛盾。
τό τε γὰρ ἐπιεικὲς δικαίου τινὸς ὂν βέλτιόν ἐστι δίκαιον, καὶ οὐχ ὡς ἄλλο τι γένος ὂν βέλτιόν ἐστι τοῦ δικαίου.
因为公平虽然比某种特定的正义更好,但它依然是正义的,且并不是作为另一种属而优于正义。
ταὐτὸν ἄρα δίκαιον καὶ ἐπιεικές, καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν κρεῖττον τὸ ἐπιεικές.
因此,正义与公平是相同的,虽然两者都是好的,但公平更为优越。
ποιεῖ δὲ τὴν ἀπορίαν ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ τὸ κατὰ νόμον δέ, ἀλλʼ ἐπανόρθωμα νομίμου δικαίου.
造成疑难的原因在于,公平虽然是正义的,但并不是法律上的正义,而是对法律正义的纠正。
αἴτιον δʼ ὅτι ὁ μὲν νόμος καθόλου πᾶς, περὶ ἐνίων δʼ οὐχ οἷόν τε ὀρθῶς εἰπεῖν καθόλου.
其原因在于,一切法律都是普遍的,但对某些事情却不可能做出正确的普遍表述。
ἐν οἷς οὖν ἀνάγκη μὲν εἰπεῖν καθόλου, μὴ οἷόν τε δὲ ὀρθῶς, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει ὁ νόμος, οὐκ ἀγνοῶν τὸ ἁμαρτανόμενον.
因此,在那些必须做出普遍表述却又不可能正确表述的情况下,法律采用那在多数情况下适用的规定,尽管它并非不知道其中会产生错误。
καὶ ἔστιν οὐδὲν ἧττον ὀρθός·
然而,法律并没有因此而减少其正确性。
τὸ γὰρ ἁμάρτημα οὐκ ἐν τῷ νόμῳ οὐδʼ ἐν τῷ νομοθέτῃ ἀλλʼ ἐν τῇ φύσει τοῦ πράγματός ἐστιν· εὐθὺς γὰρ τοιαύτη ἡ τῶν πρακτῶν ὕλη ἐστίν.
因为错误不在于法律,也不在于立法者,而是在于事物的本性,因为实践事务的质料一预开始就是这样的。
ὅταν οὖν λέγῃ μὲν ὁ νόμος καθόλου, συμβῇ δʼ ἐπὶ τούτου παρὰ τὸ καθόλου, τότε ὀρθῶς ἔχει, ᾗ παραλείπει ὁ νομοθέτης καὶ ἥμαρτεν ἁπλῶς εἰπών, ἐπανορθοῦν τὸ ἐλλειφθέν, ὃ κἂν ὁ νομοθέτης αὐτὸς ἂν εἶπεν ἐκεῖ παρών, καὶ εἰ ᾔδει, ἐνομοθέτησεν.
因此,当法律做出了普遍规定,而具体情况却出现了这一普遍规定之外的例外时,那么在立法者因过于绝对表述而留下疏漏和错误的地方去纠正这一疏漏,就是正确的。 这种纠正,即使是立法者本人在场也同样会这样说,且如果他事先知道,也会将其写入法律。
διὸ δίκαιον μέν ἐστι, καὶ βέλτιόν τινος δικαίου, οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τὸ ἁπλῶς ἁμαρτήματος.
因此,公平确实是正义的,且比某种特定的正义更好,但并不是优于绝对的正义,而是优于因绝对表述而产生的错误。
καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς, ἐπανόρθωμα νόμου, ᾗ ἐλλείπει διὰ τὸ καθόλου.
这就是公平的本性:它是法律因其普遍性而产生疏漏时的纠正。
τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι, ὅτι περὶ ἐνίων ἀδύνατον θέσθαι νόμον, ὥστε ψηφίσματος δεῖ.
这也是为什么并非所有事情都能由法律规定的原因,因为对某些事情不可能制定法律,因而需要决议。
τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομίας ὁ μολίβδινος κανών· πρὸς γὰρ τὸ σχῆμα τοῦ λίθου μετακινεῖται καὶ οὐ μένει ὁ κανών, καὶ τὸ ψήφισμα πρὸς τὰ πράγματα.
因为对于无定形的事物,规尺也必然是无定形的,正像莱斯博斯建筑中所用的铅尺一样;因为铅尺会随着石头的形状弯曲而不保持固定,决议也同样要适应于具体事物。
τί μὲν οὖν ἐστὶ τὸ ἐπιεικές, καὶ ὅτι δίκαιον καὶ τινὸς βέλτιον δικαίου, δῆλον.
那么,公平是什么,以及它是正义的、且优于某种特定的正义,这就很清楚了。
φανερὸν δʼ ἐκ τούτου καὶ ὁ ἐπιεικὴς τίς ἐστιν· ὁ γὰρ τῶν τοιούτων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλʼ ἐλαττωτικός, καίπερ ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστι, καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα καὶ οὐχ ἑτέρα τις ἕξις.
由此,公平的人是谁也就清楚了:因为选择并实践这些事情的人,以及不在坏的方面锱铢必较于正义,而是倾向于减少自己索求的人(尽管有法律作为支持),就是公平的人,而这种品质就是公平,它是一种正义,而不是另一种不同的品质。