Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §5.8

正义与不正中的自愿性及意外、过失与不义行为的区分

第 58 段,共 123 段 · 希腊语

内容简介

亚里士多德探讨了自愿性在正义与不正义中的决定性作用,并根据行为是自愿的、选择性的,还是受未经预谋的情念影响,区分了不幸的事故、过失以及作为品质表现的不正义行为。

§5.8ὄντων δὲ τῶν δικαίων καὶ ἀδίκων τῶν εἰρημένων, ἀδικεῖ μὲν καὶ δικαιοπραγεῖ ὅταν ἑκών τις αὐτὰ πράττῃ· ὅταν δʼ ἄκων, οὔτʼ ἀδικεῖ οὔτε δικαιοπραγεῖ ἀλλʼ ἢ κατὰ συμβεβηκός·
在正义与不正义的事情如上所述的情况下,一个人只有在自愿做这些事时,才是在行不正义或行公义;而当他无意(非自愿)地做这些事时,他既非行不正义也非行公义,而只是偶然如此。
οἷς γὰρ συμβέβηκε δικαίοις εἶναι ἢ ἀδίκοις, πράττουσιν.
因为他们所做的,恰好是属于正义或不正义的事物。
ἀδίκημα δὲ καὶ δικαιοπράγημα ὥρισται τῷ ἑκουσίῳ καὶ ἀκουσίῳ· ὅταν γὰρ ἑκούσιον ᾖ, ψέγεται, ἅμα δὲ καὶ ἀδίκημα τότʼ ἐστίν·
不正义的行为和正义的行为是由自愿和无意来定义的;因为只要是自愿的,就会受到谴责,同时在那个时候它才是一个不正义的行为。
ὥστʼ ἔσται τι ἄδικον μὲν ἀδίκημα δʼ οὔπω, ἂν μὴ τὸ ἑκούσιον προσῇ.
因此,如果没有自愿性的加入,就会存在某种是不正义的事物,但还不是不正义的行为的情况。
λέγω δʼ ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, ὃ ἄν τις τῶν ἐφʼ αὑτῷ ὄντων εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ μήτε ὃν μήτε ᾧ μήτε οὗ ἕνεκα, οἷον τίνα τύπτει καὶ τίνι καὶ τίνος ἕνεκα, κἀκείνων ἕκαστον μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ (ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα αὐτοῦ τύπτοι ἕτερον, οὐχ ἑκών· οὐ γὰρ ἐπʼ αὐτῷ)·
正如前面所说,我所谓的自愿,是指一个人在属于自己权力范围内的事务中,在并非无知的情况下所做的事,他知道对象是谁、使用什么工具、以及为了什么目的——例如他打的是谁、用什么打、以及为了什么目的——并且这些要素的每一个既不是偶然的,也不是由于强迫的(例如,如果有人抓住他的手去打别人,这并不是他自愿的,因为这不取决于他自己)。
ἐνδέχεται δὲ τὸν τυπτόμενον πατέρα εἶναι, τὸν δʼ ὅτι μὲν ἄνθρωπος ἢ τῶν παρόντων τις γινώσκειν, ὅτι δὲ πατὴρ ἀγνοεῖν· ὁμοίως δὲ τὸ τοιοῦτον διωρίσθω καὶ ἐπὶ τοῦ οὗ ἕνεκα, καὶ περὶ τὴν πρᾶξιν ὅλην.
而被打的人有可能是他的父亲,虽然打人者知道对方是人或者是现场的某个人,但他可能不知道这是他的父亲;同样的区分也应该适用于目的以及整个行为。
τὸ δὴ ἀγνοούμενον, ἢ μὴ ἀγνοούμενον μὲν μὴ ἐπʼ αὐτῷ δʼ ὄν, ἢ βίᾳ, ἀκούσιον.
因此,不为人知的,或者虽为人知却不取决于自身的,或者由于强迫的,都是无意的。
πολλὰ γὰρ καὶ τῶν φύσει ὑπαρχόντων εἰδότες καὶ πράττομεν καὶ πάσχομεν, ὧν οὐθὲν οὔθʼ ἑκούσιον οὔτʼ ἀκούσιόν ἐστιν, οἷον τὸ γηρᾶν ἢ ἀποθνήσκειν.
因为对于许多天生属于我们的事情,我们是在知情的情况下去做或去承受的,但它们既不是自愿的,也不是无意的,例如变老或死亡。
ἔστι δʼ ὁμοίως ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων καὶ τὸ κατὰ συμβεβηκός· καὶ γὰρ ἂν τὴν παρακαταθήκην ἀποδοίη τις ἄκων καὶ διὰ φόβον, ὃν οὔτε δίκαια πράττειν οὔτε δικαιοπραγεῖν φατέον ἀλλʼ ἢ κατὰ συμβεβηκός.
在不正义和正义的事情中,偶然性也同样存在;因为一个人可能违背意愿且由于恐惧而归还寄托物,我们不能说他在做正义的事或在行公义,而只能说他是偶然如此。
ὁμοίως δὲ καὶ τὸν ἀναγκαζόμενον καὶ ἄκοντα τὴν παρακαταθήκην μὴ ἀποδιδόντα κατὰ συμβεβηκὸς φατέον ἀδικεῖν καὶ τὰ ἄδικα πράττειν.
同样,那个受到强迫且非自愿地不归还寄托物的人,也必须被说成只是偶然地行不正义并做不正义的事。
τῶν δὲ ἑκουσίων τὰ μὲν προελόμενοι πράττομεν τὰ δʼ οὐ προελόμενοι, προελόμενοι μὲν ὅσα προβουλευσάμενοι, ἀπροαίρετα δὲ ὅσʼ ἀπροβούλευτα.
在自愿的行为中,有些是我们选择后做出的,有些则不是选择的;选择做出的是指那些经过预先审虑的事情,而非选择做出的是指未经预先审虑的事情。
τριῶν δὴ οὐσῶν βλαβῶν τῶν ἐν ταῖς κοινωνίαις, τὰ μὲν μετʼ ἀγνοίας ἁμαρτήματά ἐστιν, ὅταν μήτε ὃν μήτε ὃ μήτε ᾧ μήτε οὗ ἕνεκα ὑπέλαβε πράξῃ· ἢ γὰρ οὐ βάλλειν ἢ οὐ τούτῳ ἢ οὐ τοῦτον ἢ οὐ τούτου ἕνεκα ᾠήθη, ἀλλὰ συνέβη οὐχ οὗ ἕνεκα ᾠήθη, οἷον οὐχ ἵνα τρώσῃ ἀλλʼ ἵνα κεντήσῃ, ἢ οὐχ ὅν, ἢ οὐχ ᾧ.
现在,既然在共同体中存在着三种伤害,那么伴随着无知的伤害就是过失,这是指当一个人所施加的对象、所做的事、所使用的工具或所要达到的目的,与他所设想的不同时;因为他以为自己不是要投掷,或者不是用这个投掷,或者不是对这个人投掷,或者不是为了这个目的,但结果与他所设想的不同——例如不是为了刺伤而是为了刺醒(轻刺),或者不是那个人,或者不是那种工具。
ὅταν μὲν οὖν παραλόγως ἡ βλάβη γένηται, ἀτύχημα· ὅταν δὲ μὴ παραλόγως, ἄνευ δὲ κακίας, ἁμάρτημα (ἁμαρτάνει μὲν γὰρ ὅταν ἡ ἀρχὴ ἐν αὐτῷ ᾖ τῆς αἰτίας, ἀτυχεῖ δʼ ὅταν ἔξωθεν)·
因此,当伤害出乎意料(不合常理)地发生时,是不幸的事故;而当伤害并非出乎意料,但并无邪恶恶意时,是过失(因为当原因的起点在自身内部时,他就是犯了过失;而起点在外部时,他就是遭遇了不幸)。
ὅταν δὲ εἰδὼς μὲν μὴ προβουλεύσας δέ, ἀδίκημα, οἷον ὅσα τε διὰ θυμὸν καὶ ἄλλα πάθη, ὅσα ἀναγκαῖα ἢ φυσικὰ συμβαίνει τοῖς ἀνθρώποις· ταῦτα γὰρ βλάπτοντες καὶ ἁμαρτάνοντες ἀδικοῦσι μέν, καὶ ἀδικήματά ἐστιν, οὐ μέντοι πω ἄδικοι διὰ ταῦτα οὐδὲ πονηροί· οὐ γὰρ διὰ μοχθηρίαν ἡ βλάβη·
而当一个人在知情但未经预先审虑的情况下行动时,就是不正义的行为,例如由于怒气以及人类不可避免或自然产生的其他情念所引起的行为;因为人们在造成这些伤害并犯下这些过失时,虽然行了不正义,且这些是不正义的行为,但他们并不能因此就已经是不正义或邪恶的人,因为伤害并不是由于恶德造成的。
ὅταν δʼ ἐκ προαιρέσεως, ἄδικος καὶ μοχθηρός.
但如果是出于选择而伤害,他就是不正义且邪恶的人。
διὸ καλῶς τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται· οὐ γὰρ ἄρχει ὁ θυμῷ ποιῶν, ἀλλʼ ὁ ὀργίσας.
因此,由怒气所引起的行为被判定为非预谋是正确的;因为起主导作用的并不是因怒气而行动的人,而是激怒他的人。
ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μὴ ἀμφισβητεῖται, ἀλλὰ περὶ τοῦ δικαίου· ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ἡ ὀργή ἐστιν.
而且,争议不在于事情是否发生,而在于是否正义;因为怒气是针对显而易见的不正义而产生的。
οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασι περὶ τοῦ γενέσθαι ἀμφισβητοῦσιν, ὧν ἀνάγκη τὸν ἕτερον εἶναι μοχθηρόν, ἂν μὴ διὰ λήθην αὐτὸ δρῶσιν· ἀλλʼ ὁμολογοῦντες περὶ τοῦ πράγματος, περὶ δὲ τοῦ ποτέρως δίκαιον ἀμφισβητοῦσιν (ὁ δʼ ἐπιβουλεύσας οὐκ ἀγνοεῖ), ὥστε ὃ μὲν οἴεται ἀδικεῖσθαι, ὃ δʼ οὔ.
因为他们不像在契约交易中那样,争议事情是否发生,在契约中除非是因为遗忘,否则双方中必定有一方是邪恶的;但在这里,他们对事实没有异议,争议的只是哪一方才是正义的(而预谋伤害的人并非无知),因此,一方认为自己受到了不正义的对待,而另一方则不这么认为。
ἐὰν δʼ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ· καὶ κατὰ ταῦτʼ ἤδη τὰ ἀδικήματα ὁ ἀδικῶν ἄδικος, ὅταν παρὰ τὸ ἀνάλογον ᾖ ἢ παρὰ τὸ ἴσον.
但如果他是出于选择而伤害,他就是行不正义;而基于这些不正义的行为,行不正义的人就已经是不正义的人了,只要这违反了比例或违反了平等。
ὁμοίως δὲ καὶ δίκαιος, ὅταν προελόμενος δικαιοπραγῇ· δικαιοπραγεῖ δέ, ἂν μόνον ἑκὼν πράττῃ.
同样,当一个人出于选择而行公义时,他就是正义的人;而他只要是自愿行动,就是在行公义。
τῶν δʼ ἀκουσίων τὰ μέν ἐστι συγγνωμονικὰ τὰ δʼ οὐ συγγνωμονικά.
在无意的行为中,有些是值得宽恕的,有些则是不能宽恕的。
ὅσα μὲν γὰρ μὴ μόνον ἀγνοοῦντες ἀλλὰ καὶ διʼ ἄγνοιαν ἁμαρτάνουσι, συγγνωμονικά, ὅσα δὲ μὴ διʼ ἄγνοιαν, ἀλλʼ ἀγνοοῦντες μὲν διὰ πάθος δὲ μήτε φυσικὸν μήτʼ ἀνθρώπινον, οὐ συγγνωμονικά.
因为那些人们不仅在无知状态下犯下、而且是由于无知而造成的过失,是值得宽恕的;但那些不是由于无知,而是虽然在无知状态下、却由于既非自然也非人类所有的情念而造成的,是不能宽恕的。

词汇与语法注释

  1. 1135a16ἀλλʼ ἢ κατὰ συμβεβηκός — 连词组合 ἀλλʼ ἤ 表示限制,意为“除了……之外”。在这里,它表明违背意愿的(非自愿的)行为原则上既不属于行不正义也不属于行公义,唯有在“偶然的(附随的)情况”下才是例外。
  2. 1135b12τριῶν δὴ οὐσῶν βλαβῶν — 虽然亚里士多德起初说“共同体中的伤害有三种”,但在随后的具体分析中,他实际上将其细分为四个层次:1. 出乎意料的不幸事故(ἀτύχημα);2. 可预期但出于无知的过失(ἁμάρτημα);3. 知情但未经审虑、由于怒气等引起的行为(ἀδίκημα);4. 基于选择的主动恶意行为(使行为者成为 ἄδικος)。这三重分类是对导致伤害的精神状态(无知、激情、选择)的宏观整理。
  3. 1135b26ὁ θυμῷ ποιῶν, ἀλλʼ ὁ ὀργίσας — 这两个短语作为主动词 ἄρχει(起支配/发端作用)的主语进行对比。亚里士多德认为,在由于怒气而引起的突发行为中,道德责任或行为的起点并不在“因怒气而行动的人”,而在于行不正义、激怒对方的“激怒者”。他将此引向了因果起点(ἀρχή)的探讨。

引用这一段

亚里士多德, 尼各马可伦理学 §5.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。