Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §5.6-5.7

政治正义的界定及其自然正义与约定正义的区分

第 57 段,共 123 段 · 希腊语

内容简介

文本在区分行不正义之事与具有不正义品格的基础上,定义了在自由平等公民之间成立的“政治的正义”。随后将政治的正义区分为“自然的”与“法律的”两类,并论述了它们各自的特征与区别。

§5.6ἐπεὶ δʼ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν ἤδη ἄδικός ἐστιν ἑκάστην ἀδικίαν, οἷον κλέπτης ἢ μοιχὸς ἢ λῃστής;
既然有可能一个行不正义之事的人还不是一个不正义的人,那么行何种不正义的行为,才会使人在具体的每种不正义上,已经成为一个不正义的人(例如小偷、通奸者或强盗)?
ἢ οὕτω μὲν οὐδὲν διοίσει;
或者,以这种方式区分并不会带来任何不同?
καὶ γὰρ ἂν συγγένοιτο γυναικὶ εἰδὼς τὸ ᾗ, ἀλλʼ οὐ διὰ προαιρέσεως ἀρχὴν ἀλλὰ διὰ πάθος.
因为确实,一个人可能在知道对方身份的情况下与一个女人发生关系,但这并不是出于选择的起点,而是由于激情。
ἀδικεῖ μὲν οὖν, ἄδικος δʼ οὐκ ἔστιν, οἷον οὐ κλέπτης, ἔκλεψε δέ, οὐδὲ μοιχός, ἐμοίχευσε δέ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
因此,他行了不正义,但并不是一个不正义的人,正如他虽然偷了东西却不是小偷,虽然通奸了却不是通奸者;在其他情况下也是如此。
πῶς μὲν οὖν ἔχει τὸ ἀντιπεπονθὸς πρὸς τὸ δίκαιον, εἴρηται πρότερον· δεῖ δὲ μὴ λανθάνειν ὅτι τὸ ζητούμενόν ἐστι καὶ τὸ ἁπλῶς δίκαιον καὶ τὸ πολιτικὸν δίκαιον.
那么,相互回报与正义的关系在前面已经说明了;但我们不能忽视,我们所寻求的既是无条件的正义,也是政治的正义。
τοῦτο δʼ ἔστιν ἐπὶ κοινωνῶν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν, ἐλευθέρων καὶ ἴσων ἢ κατʼ ἀναλογίαν ἢ κατʼ ἀριθμόν· ὥστε ὅσοις μή ἐστι τοῦτο, οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλά τι δίκαιον καὶ καθʼ ὁμοιότητα.
而这存在于那些为了自足而共同生活的人们之间,他们是自由且平等的,或者是按比例的,或者是按数目的;因此,对于那些不具备这一条件的人来说,他们彼此之间没有政治的正义,而只有某种由于相似性而被称为的正义。
ἔστι γὰρ δίκαιον, οἷς καὶ νόμος πρὸς αὑτούς· νόμος δʼ, ἐν οἷς ἀδικία· ἡ γὰρ δίκη κρίσις τοῦ δικαίου καὶ τοῦ ἀδίκου.
因为正义存在于那些彼此之间也有法律的人们之中;而法律存在于那些有不正义的人们之中;因为审判是对正义与不正义的裁决。
ἐν οἷς δʼ ἀδικία, καὶ τὸ ἀδικεῖν ἐν τούτοις (ἐν οἷς δὲ τὸ ἀδικεῖν, οὐ πᾶσιν ἀδικία), τοῦτο δʼ ἐστὶ τὸ πλέον αὑτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν ἁπλῶς κακῶν.
而在那些有不正义的地方,在他们之中也就有行不正义之事(不过,在有行不正义之事的地方,并非所有人都有不正义的品质),而行不正义也就是把较多的无条件好的东西分给自己,而把较少的无条件坏的东西分给自己。
διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ἀλλὰ τὸν λόγον, ὅτι ἑαυτῷ τοῦτο ποιεῖ καὶ γίνεται τύραννος.
因此,我们不让一个人统治,而是让理智统治,因为人会为了自己而这样做,从而成为僭主。
ἔστι δʼ ὁ ἄρχων φύλαξ τοῦ δικαίου, εἰ δὲ τοῦ δικαίου, καὶ τοῦ ἴσου.
而统治者是正义的守护者,既然是正义的守护者,也就是平等的守护者。
ἐπεὶ δʼ οὐθὲν αὐτῷ πλέον εἶναι δοκεῖ, εἴπερ δίκαιος (οὐ γὰρ νέμει πλέον τοῦ ἁπλῶς ἀγαθοῦ αὑτῷ, εἰ μὴ πρὸς αὐτὸν ἀνάλογόν ἐστιν· διὸ ἑτέρῳ πονεῖ· καὶ διὰ τοῦτο ἀλλότριον εἶναί φασιν ἀγαθὸν τὴν δικαιοσύνην, καθάπερ ἐλέχθη καὶ πρότερον)·
既然统治者如果确实是正义的,他就被认为不会为自己占有更多利益(因为他不会把较多的无条件好的东西分给自己,除非这与他成比例;因此他是为他人而劳作,也正因为如此,人们才说正义是“他人的好”,正如先前所说过的那样)。
μισθὸς ἄρα τις δοτέος, τοῦτο δὲ τιμὴ καὶ γέρας· ὅτῳ δὲ μὴ ἱκανὰ τὰ τοιαῦτα, οὗτοι γίνονται τύραννοι.
因此必须给予某种报偿,而这就是荣誉和特权;但凡是这些东西对他们来说不够满足的人,就会成为僭主。
τὸ δὲ δεσποτικὸν δίκαιον καὶ τὸ πατρικὸν οὐ ταὐτὸν τούτοις ἀλλʼ ὅμοιον· οὐ γὰρ ἔστιν ἀδικία πρὸς τὰ αὑτοῦ ἁπλῶς, τὸ δὲ κτῆμα καὶ τὸ τέκνον, ἕως ἂν ᾖ πηλίκον καὶ χωρισθῇ, ὥσπερ μέρος αὑτοῦ, αὑτὸν δʼ οὐδεὶς προαιρεῖται βλάπτειν· διὸ οὐκ ἔστιν ἀδικία πρὸς αὑτόν· οὐδʼ ἄρα ἄδικον οὐδὲ δίκαιον τὸ πολιτικόν·
而主人对奴隶的正义以及父亲对子女的正义,与这些并不相同,而只是相似;因为对于完全属于自己的东西,并不存在无条件意义上的不正义,而财产和孩子(只要他还未达到一定年龄并脱离家庭)就像是自己的一部分,而没有人会选择伤害自己;因此,对自己并不存在不正义,所以对他们来说,既不存在政治上的不正义,也不存在政治上的正义。
κατὰ νόμον γὰρ ἦν, καὶ ἐν οἷς ἐπεφύκει εἶναι νόμος, οὗτοι δʼ ἦσαν οἷς ὑπάρχει ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι.
因为政治的正义是依据法律的,且存在于那些天生就有法律存在的人们之中,而这些人也就是享有统治和被统治之平等的人。
διὸ μᾶλλον πρὸς γυναῖκά ἐστι δίκαιον ἢ πρὸς τέκνα καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον· ἕτερον δὲ καὶ τοῦτο τοῦ πολιτικοῦ.
因此,正义更适用于对待妻子,而不是对待子女和财产;因为这就是家政的正义;但这也不同于政治的正义。
§5.7τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικόν ἐστι τὸ δὲ νομικόν, φυσικὸν μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν, καὶ οὐ τῷ δοκεῖν ἢ μή, νομικὸν δὲ ὃ ἐξ ἀρχῆς μὲν οὐδὲν διαφέρει οὕτως ἢ ἄλλως, ὅταν δὲ θῶνται, διαφέρει, οἷον τὸ μνᾶς λυτροῦσθαι, ἢ τὸ αἶγα θύειν ἀλλὰ μὴ δύο πρόβατα, ἔτι ὅσα ἐπὶ τῶν καθʼ ἕκαστα νομοθετοῦσιν, οἷον τὸ θύειν Βρασίδᾳ, καὶ τὰ ψηφισματώδη.
在政治的正义中,一部分是自然的,另一部分是法律的:自然的是指在任何地方都具有相同的效力,而不取决于人们认为如此与否;法律的是指起初这样或那样并无不同,但一旦人们制定了它,就有了不同,例如赎金定为一米纳,或者祭祀一只山羊而不是两只绵羊,以及为个别情况立法的一切事项,例如为布拉西达举行祭祀,和各种决议案。
δοκεῖ δʼ ἐνίοις εἶναι πάντα τοιαῦτα, ὅτι τὸ μὲν φύσει ἀκίνητον καὶ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν, ὥσπερ τὸ πῦρ καὶ ἐνθάδε καὶ ἐν Πέρσαις καίει, τὰ δὲ δίκαια κινούμενα ὁρῶσιν.
但有些人认为,所有正义都是这一类的,因为自然的东西是不变的,在任何地方都有相同的效力——就像火在这里和在波斯都同样燃烧——而他们看到正义的规则是变动的。
τοῦτο δʼ οὐκ ἔστιν οὕτως ἔχον, ἀλλʼ ἔστιν ὥς· καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδαμῶς, παρʼ ἡμῖν δʼ ἔστι μέν τι καὶ φύσει, κινητὸν μέντοι πᾶν, ἀλλʼ ὅμως ἐστὶ τὸ μὲν φύσει τὸ δʼ οὐ φύσει.
这并不完全是这样,但在某种意义上确实如此;虽然在神明那里也许绝非如此,但在我们人类之中,确实有一些东西甚至是由于自然的,尽管所有这些都是可变的;但尽管如此,依然是一部分是自然的,另一部分不是自然的。
ποῖον δὲ φύσει τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, καὶ ποῖον οὒ ἀλλὰ νομικὸν καὶ συνθήκῃ, εἴπερ ἄμφω κινητὰ ὁμοίως, δῆλον.
既然两者同样是可变的,那么在可以有其他状态的事物中,哪一种是自然的,哪一种不是自然而是法律的和协定的,就是显而易见的。
καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς ἁρμόσει διορισμός· φύσει γὰρ ἡ δεξιὰ κρείττων, καίτοι ἐνδέχεται πάντας ἀμφιδεξίους γενέσθαι.
同样的区分也适用于其他情况;因为在自然上右手更强健,尽管所有人都有可能成为双利手。
τὰ δὲ κατὰ συνθήκην καὶ τὸ συμφέρον τῶν δικαίων ὅμοιά ἐστι τοῖς μέτροις· οὐ γὰρ πανταχοῦ ἴσα τὰ οἰνηρὰ καὶ σιτηρὰ μέτρα, ἀλλʼ οὗ μὲν ὠνοῦνται, μείζω, οὗ δὲ πωλοῦσιν, ἐλάττω.
基于协定和便利的正义规则类似于尺度;因为酒和谷物的尺度并非到处都一样,而是在买入的地方较大,在卖出的地方较小。
ὁμοίως δὲ καὶ τὰ μὴ φυσικὰ ἀλλʼ ἀνθρώπινα δίκαια οὐ ταὐτὰ πανταχοῦ, ἐπεὶ οὐδʼ αἱ πολιτεῖαι, ἀλλὰ μία μόνον πανταχοῦ κατὰ φύσιν ἡ ἀρίστη.
同样,那些不是自然而是人为的正义法则在任何地方也不尽相同,因为政体也并不相同;然而,在任何地方,只有一种最优秀的政体是符合自然的。
τῶν δὲ δικαίων καὶ νομίμων ἕκαστον ὡς τὰ καθόλου πρὸς τὰ καθʼ ἕκαστα ἔχει· τὰ μὲν γὰρ πραττόμενα πολλά, ἐκείνων δʼ ἕκαστον ἕν· καθόλου γάρ.
各种正义和法律的规则,其与具体行为的关系就像普遍者与个别者的关系;因为实际做出的行为是多数,但这些规则的每一个都是单一的,因为它们是普遍的。
διαφέρει δὲ τὸ ἀδίκημα καὶ τὸ ἄδικον καὶ τὸ δικαίωμα καὶ τὸ δίκαιον· ἄδικον μὲν γάρ ἐστι τῇ φύσει ἢ τάξει· αὐτὸ δὲ τοῦτο, ὅταν πραχθῇ, ἀδίκημά ἐστι, πρὶν δὲ πραχθῆναι, οὔπω, ἀλλʼ ἄδικον.
不正义的行为和不正义的事物,以及正义的行为和正义的事物,它们是有区别的;因为某物在自然上或在规定上是不正义的,而只有当这件具体的事被做出时,它才是不正义的行为,而在被做出之前,它还不是,而仅仅是不正义的事物。
ὁμοίως δὲ καὶ δικαίωμα· καλεῖται δὲ μᾶλλον δικαιοπράγημα τὸ κοινόν, δικαίωμα δὲ τὸ ἐπανόρθωμα τοῦ ἀδικήματος.
正义的行为也是同样;但在通用上更常被称为“行公义”,而“正义的行为”则指对不正义行为的纠正。
καθʼ ἕκαστον δὲ αὐτῶν, ποῖά τε εἴδη καὶ πόσα καὶ περὶ ποῖα τυγχάνει ὄντα, ὕστερον ἐπισκεπτέον.
关于它们中的每一个,其种类有哪些、有多少,以及它们涉及哪些事物,必须在以后进行考察。

词汇与语法注释

  1. 1134a20εἰδὼς τὸ ᾗ — 带有冠词的关系代词阴性单数与格形式。在通奸的语境中,指知晓该女性的特定属性(例如“已婚身份”)。虽有观点将其解释为手段或方式(“如何”),但在探究行为者道德责任的语境下,将其理解为对特定交际对象属性的认知最为自然。
  2. 1134a24-26τὸ ζητούμενόν ἐστι καὶ τὸ ἁπλῶς δίκαιον καὶ τὸ πολιτικὸν δίκαιον — 主语为“被探求者”(`τὸ ζητούμενον`),其后通过 `καὶ ... καὶ ...` 将“无条件的正义”与“政治的正义”并置。亚里士多德并非在寻找两种完全不同的正义,而是旨在表明,在城邦公民中实现的“政治的正义”,在本质上正是无条件意义上最根本的正义。
  3. 1134a32-33ἐν οἷς δὲ τὸ ἀδικεῖν, οὐ πᾶσιν ἀδικία — 括号中区分行不正义之事(`τὸ ἀδικεῖν`)与作为内在持续状态的“不正义”(`ἀδικία`)的关键一节。此处需要补足省略的主语来理解其不对称性:存在不正义的行为,并不意味着所有这些行为者体内都驻留着基于选择的、作为稳定状态的不正义品质(恶德)。
  4. 1134b28-30παρʼ ἡμῖν δʼ ἔστι μέν τι καὶ φύσει, κινητὸν μέντοι πᾶν — “在我们人类之中,确实有一些东西是自然的,尽管所有这些都是可变的”这一似非而是的论断。这展现了亚里士多德实践哲学中的逻辑构架:即“自然(本性)”并非一成不变的教条,而是能够根据人类世界的具体实践与环境发生弹性改变的。

引用这一段

亚里士多德, 尼各马可伦理学 §5.6-5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.6-5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。