Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §5.5#2

货币对财物的齐一化与作为中庸的正义

第 56 段,共 123 段 · 希腊语

内容简介

亚里士多德通过房屋和床的比率为例,论证了需要和货币如何使不同的物品具有可比性以维持交换,进而通过中庸与两极的概念对正义和不正义进行了定义与总结。

§5.5#2οὕτως ἴσοι καὶ κοινωνοί, ὅτι αὕτη ἡ ἰσότης δύναται ἐπʼ αὐτῶν γίνεσθαι.
这样,他们就是平等的并处于共同体中,因为这种平等能够在他们之间实现。
γεωργὸς α, τροφὴ γ, σκυτοτόμος β, τὸ ἔργον αὐτοῦ τὸ ἰσασμένον δ.
设农民为 A,食物为 C,鞋匠为 B,他被等价化的作品为 D。
εἰ δʼ οὕτω μὴ ἦν ἀντιπεπονθέναι, οὐκ ἂν ἦν κοινωνία.
如果不能以这种方式进行相互回报,就不会有共同体。
ὅτι δʼ ἡ χρεία συνέχει ὥσπερ ἕν τι ὄν, δηλοῖ ὅτι ὅταν μὴ ἐν χρείᾳ ὦσιν ἀλλήλων, ἢ ἀμφότεροι ἢ ἅτερος, οὐκ ἀλλάττονται, †ὥσπερ ὅταν οὗ ἔχει αὐτὸς δέηταί τις, οἷον οἴνου, διδόντες σίτου ἐξαγωγήν.
而需要像某种单一的东西一样维系着一切,这由以下事实表明:当他们彼此不需要时(无论是双方都不需要还是其中一方不需要),他们就不进行交换;这不同于当有人需要某人所拥有的东西(例如酒)时,通过允许输出谷物来换取。
† δεῖ ἄρα τοῦτο ἰσασθῆναι.
因此,这必须被等价化。
ὑπὲρ δὲ τῆς μελλούσης ἀλλαγῆς, εἰ νῦν μηδὲν δεῖται, ὅτι ἔσται ἂν δεηθῇ, τὸ νόμισμα οἷον ἐγγυητής ἐσθʼ ἡμῖν· δεῖ γὰρ τοῦτο φέροντι εἶναι λαβεῖν.
对于未来的交换,即使现在不需要任何东西,货币也正如我们的一种保证人,确保一旦需要产生时交换就能进行;因为带着货币的人必须能够获得他所需要的东西。
πάσχει μὲν οὖν καὶ τοῦτο τὸ αὐτό· οὐ γὰρ ἀεὶ ἴσον δύναται· ὅμως δὲ βούλεται μένειν μᾶλλον.
当然,这货币本身也遭受同样的命运,因为它并不总是具有相同的价值;然而,它倾向于保持更稳定。
διὸ δεῖ πάντα τετιμῆσθαι· οὕτω γὰρ ἀεὶ ἔσται ἀλλαγή, εἰ δὲ τοῦτο, κοινωνία.
因此,一切事物都必须被定价;因为这样就会一直有交换,而如果有交换,就会有共同体。
τὸ δὴ νόμισμα ὥσπερ μέτρον σύμμετρα ποιῆσαν ἰσάζει· οὔτε γὰρ ἂν μὴ οὔσης ἀλλαγῆς κοινωνία ἦν, οὔτʼ ἀλλαγὴ ἰσότητος μὴ οὔσης, οὔτʼ ἰσότης μὴ οὔσης συμμετρίας.
因而,货币就像尺度一样,通过使事物可比较而使之等价;因为若没有交换,就不会有共同体;若没有平等,就不会有交换;若没有可比较性,就不会有平等。
τῇ μὲν οὖν ἀληθείᾳ ἀδύνατον τὰ τοσοῦτον διαφέροντα σύμμετρα γενέσθαι, πρὸς δὲ τὴν χρείαν ἐνδέχεται ἱκανῶς.
因此,在真实情况下,使相差如此悬殊的事物成为可比较的是不可能的,但对于需要而言,则是足够可能的。
ἓν δή τι δεῖ εἶναι, τοῦτο δʼ ἐξ ὑποθέσεως· διὸ νόμισμα καλεῖται· τοῦτο γὰρ πάντα ποιεῖ σύμμετρα· μετρεῖται γὰρ πάντα νομίσματι.
因此,必须存在某种单一的东西,而且这是基于协定;因此它被称为“货币”;因为这使一切事物成为可比较的,实际上一切事物都由货币来衡量。
οἰκία α, μναῖ δέκα β, κλίνη γ.
设房屋为 A,十米纳为 B,床为 C。
τὸ α τοῦ β ἥμισυ, εἰ πέντε μνῶν ἀξία ἡ οἰκία, ἢ ἴσον· ἡ δὲ κλίνη δέκατον μέρος, τὸ γ τοῦ β·
如果房屋价值五米纳,或与之相等,则 A 是 B 的一半;而床 C 则是 B 的十分之一部分。
δῆλον τοίνυν πόσαι κλῖναι ἴσον οἰκίᾳ, ὅτι πέντε.
因此,显而易见,多少张床等于一栋房屋,答案是五张。
ὅτι δʼ οὕτως ἡ ἀλλαγὴ ἦν πρὶν τὸ νόμισμα εἶναι, δῆλον· διαφέρει γὰρ οὐδὲν ἢ κλῖναι πέντε ἀντὶ οἰκίας, ἢ ὅσου αἱ πέντε κλῖναι.
显然,在货币存在以前,交换就是这样进行的;因为用五张床换取一栋房屋,与用等同于五张床价值的东西去换,并没有任何区别。
τί μὲν οὖν τὸ ἄδικον καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται.
那么,关于何为不正义,以及何为正义,已经说明了。
διωρισμένων δὲ τούτων δῆλον ὅτι ἡ δικαιοπραγία μέσον ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἔχειν τὸ δʼ ἔλαττόν ἐστιν.
在对这些进行了界定之后,显而易见,行公义是行不正义与受不正义之间的中间;因为前者是占有多,后者是占有少。
ἡ δὲ δικαιοσύνη μεσότης τίς ἐστιν, οὐ τὸν αὐτὸν δὲ τρόπον ταῖς ἄλλαις ἀρεταῖς, ἀλλʼ ὅτι μέσου ἐστίν· ἡ δʼ ἀδικία τῶν ἄκρων.
正义是某种中庸,但其方式不同于其他德性,而是因为它指向中间,而不正义则指向两极。
καὶ ἡ μὲν δικαιοσύνη ἐστὶ καθʼ ἣν ὁ δίκαιος λέγεται πρακτικὸς κατὰ προαίρεσιν τοῦ δικαίου, καὶ διανεμητικὸς καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον οὐχ οὕτως ὥστε τοῦ μὲν αἱρετοῦ πλέον αὑτῷ ἔλαττον δὲ τῷ πλησίον, τοῦ βλαβεροῦ δʼ ἀνάπαλιν, ἀλλὰ τοῦ ἴσου τοῦ κατʼ ἀναλογίαν, ὁμοίως δὲ καὶ ἄλλῳ πρὸς ἄλλον.
所谓正义,就是这样一种品质,依此,正义的人被称为是在选择的基础上践行正义的人,并且无论是在他自己与他人之间,还是在他人与他人之间进行分配时,他都不会把较多的好东西分给自己,而把较少的分给邻人,至于有害的东西则相反;而是分配按比例平等的份额,在他人与他人之间的分配中也是同样。
ἡ δʼ ἀδικία τοὐναντίον τοῦ ἀδίκου.
相反,不正义则与不正义的事物相关。
τοῦτο δʼ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις τοῦ ὠφελίμου ἢ βλαβεροῦ παρὰ τὸ ἀνάλογον.
这就是违反比例地占有有益或有害事物的过度与不足。
διὸ ὑπερβολὴ καὶ ἔλλειψις ἡ ἀδικία, ὅτι ὑπερβολῆς καὶ ἐλλείψεώς ἐστιν, ἐφʼ αὑτοῦ μὲν ὑπερβολῆς μὲν τοῦ ἁπλῶς ὠφελίμου, ἐλλείψεως δὲ τοῦ βλαβεροῦ· ἐπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως, τὸ δὲ παρὰ τὸ ἀνάλογον, ὁποτέρως ἔτυχεν.
因此,不正义是过度和不足,因为它是关于过度和不足的——在对待自身时,是对无条件有益之物的过度以及对有害之物的不足;而对待他人时,虽然总体上相似,但其分配则是违反比例的,无论偶然偏向哪个方向。
τοῦ δὲ ἀδικήματος τὸ μὲν ἔλαττον ἀδικεῖσθαί ἐστι, τὸ δὲ μεῖζον τὸ ἀδικεῖν.
而在不正义的行为中,承受较少是不正义被施加于己,而占有较多则是行不正义。
περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, τίς ἑκατέρας ἐστὶν ἡ φύσις, εἰρήσθω τοῦτον τὸν τρόπον, ὁμοίως δὲ καὶ περὶ δικαίου καὶ ἀδίκου καθόλου.
那么,关于正义和不正义,它们各自的本性是什么,以及同样关于一般意义上的正义和不正义,就以此种方式阐述。

词汇与语法注释

  1. 1133bδηλοῖ ὅτι — 第三人称单数动词 δηλοῖ(表明)的主语既可以是前文的内容(“需要维系着一切”),也可以是作为非人称用法,由随后的 ὅτι 从句充当实质主语。
  2. 1133bοὐ τὸν αὐτὸν δὲ τρόπον ταῖς ἄλλαις ἀρεταῖς — τὸν αὐτὸν τρόπον 是表示方式的副词性宾格,意为“以同样的方式”。ταῖς ἄλλαις ἀρεταῖς 是与表示同一性或相似性的形容词 ὁ αὐτός 连用的与格,译为“与其他德性相同”。
  3. 1134aτοῦ δὲ ἀδικήματος τὸ μὲν ἔλαττον ἀδικεῖσθαί ἐστι — τοῦ ἀδικήματος(不正义的行为)是用于引入两个对比侧面的部分属格。主语是 τὸ μὲν ἔλαττον(较少者或较小的一侧),而不定式 ἀδικεῖσθαι(承受不正义)充当其表语。

引用这一段

亚里士多德, 尼各马可伦理学 §5.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。