§5.5#1δοκεῖ δέ τισι καὶ τὸ ἀντιπεπονθὸς εἶναι ἁπλῶς δίκαιον, ὥσπερ οἱ Πυθαγόρειοι ἔφασαν· ὡρίζοντο γὰρ ἁπλῶς τὸ δίκαιον τὸ ἀντιπεπονθὸς ἄλλῳ.
在某些人看来,报复也就是无条件的正义,正如毕达哥拉斯学派所说的那样;因为他们把正义无条件地定义为对另一个人的相互回报。
τὸ δʼ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὔτʼ ἐπὶ τὸ νεμητικὸν δίκαιον οὔτʼ ἐπὶ τὸ διορθωτικόν—καίτοι βούλονταί γε τοῦτο λέγειν καὶ τὸ Ῥαδαμάνθυος δίκαιον· "
εἴ κε πάθοι τά τʼ ἔρεξε, δίκη κʼ ἰθεῖα γένοιτο
"
—πολλαχοῦ γὰρ διαφωνεῖ· οἷον εἰ ἀρχὴν ἔχων ἐπάταξεν, οὐ δεῖ ἀντιπληγῆναι, καὶ εἰ ἄρχοντα ἐπάταξεν, οὐ πληγῆναι μόνον δεῖ ἀλλὰ καὶ κολασθῆναι.
然而,相互回报既不适用于分配的正义,也不适用于纠正的正义——尽管人们确实也想以此来解释拉达曼提斯的正义:“若人受其所施,则为直义”——因为在许多地方这两者是不相符的;例如,如果一个身居官职的人打了人,他不应当被打回去,而如果一个人打了官吏,他不仅应当被打回去,而且应当受到惩罚。
ἔτι τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον διαφέρει πολύ.
此外,自愿和非自愿有很大的区别。
ἀλλʼ ἐν μὲν ταῖς κοινωνίαις ταῖς ἀλλακτικαῖς συνέχει τὸ τοιοῦτον δίκαιον, τὸ ἀντιπεπονθὸς κατʼ ἀναλογίαν καὶ μὴ κατʼ ἰσότητα.
但是,在交换性的共同体关系中,维持这种关系的正是此类正义,即根据比例而非根据平等的相互回报。
τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον συμμένει ἡ πόλις.
因为正是通过按比例的相互回报,城邦才得以维持。
ἢ γὰρ τὸ κακῶς ζητοῦσιν· εἰ δὲ μή, δουλεία δοκεῖ εἶναι· ἢ τὸ εὖ· εἰ δὲ μή, μετάδοσις οὐ γίνεται, τῇ μεταδόσει δὲ συμμένουσιν.
因为人们要么寻求以恶报恶,否则便觉得是被奴役;要么寻求以善报善,否则便没有共享,而正是通过共享他们才联合在一起。
διὸ καὶ Χαρίτων ἱερὸν ἐμποδὼν ποιοῦνται, ἵνʼ ἀνταπόδοσις ᾖ· τοῦτο γὰρ ἴδιον χάριτος· ἀνθυπηρετῆσαι γὰρ δεῖ τῷ χαρισαμένῳ, καὶ πάλιν αὐτὸν ἄρξαι χαριζόμενον.
因此,人们在显眼的地方建造美惠三女神的神殿,以便能有回报;因为这是恩惠(charis)的特征:必须对施予恩惠者进行报答,并且自己应当再次主动施予恩惠。
ποιεῖ δὲ τὴν ἀντίδοσιν τὴν κατʼ ἀναλογίαν ἡ κατὰ διάμετρον σύζευξις.
而按比例的相互交换是由对角线的结合产生的。
οἰκοδόμος ἐφʼ ᾧ α, σκυτοτόμος ἐφʼ ᾧ β, οἰκία ἐφʼ ᾧ γ, ὑπόδημα ἐφʼ ᾧ δ.
设建筑师为 A,鞋匠为 B,房屋为 C,鞋子为 D。
δεῖ οὖν λαμβάνειν τὸν οἰκοδόμον παρὰ τοῦ σκυτοτόμου τὸ ἐκείνου ἔργον, καὶ αὐτὸν ἐκείνῳ μεταδιδόναι τὸ αὑτοῦ.
因此,建筑师必须从鞋匠那里获得他的作品,而建筑师自己也必须与鞋匠分享他自己的作品。
ἐὰν οὖν πρῶτον ᾖ τὸ κατὰ τὴν ἀναλογίαν ἴσον, εἶτα τὸ ἀντιπεπονθὸς γένηται, ἔσται τὸ λεγόμενον.
因此,如果首先确立了按比例的平等,接着进行相互回报,那么所说的结果就会实现。
εἰ δὲ μή, οὐκ ἴσον, οὐδὲ συμμένει· οὐθὲν γὰρ κωλύει κρεῖττον εἶναι τὸ θατέρου ἔργον ἢ τὸ θατέρου· δεῖ οὖν ταῦτα ἰσασθῆναι.
如果不这样,就不是平等的,共同体也无法维持;因为没有任何东西能阻止一方的作品优于另一方的作品,因此这些作品必须被等价化。
ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ἀνῃροῦντο γὰρ ἄν, εἰ μὴ ὃ ἐποίει τὸ ποιοῦν καὶ ὅσον καὶ οἷον, καὶ τὸ πάσχον ἔπασχε τοῦτο καὶ τοσοῦτον καὶ τοιοῦτον.
这在其他技术中也是如此;因为如果主动方所制造的产品的数量和质量,不是被动方以同样的数量和质量来承受,那么技术就会被消亡。
οὐ γὰρ ἐκ δύο ἰατρῶν γίνεται κοινωνία, ἀλλʼ ἐξ ἰατροῦ καὶ γεωργοῦ, καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων· ἀλλὰ τούτους δεῖ ἰσασθῆναι.
因为共同体并不是由两个医生组成的,而是由医生和农民,以及通常不同且不平等的人们组成的;但这些人必须被等价化。
διὸ πάντα συμβλητὰ δεῖ πως εἶναι, ὧν ἐστὶν ἀλλαγή.
因此,凡是用于交换的物品都必须在某种程度上是可以比较的。
ἐφʼ ὃ τὸ νόμισμʼ ἐλήλυθε, καὶ γίνεταί πως μέσον· πάντα γὰρ μετρεῖ, ὥστε καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πόσα ἄττα δὴ ὑποδήματʼ ἴσον οἰκίᾳ ἢ τροφῇ.
这正是货币被引入的原因,它在某种意义上成为了中间物;因为它衡量一切事物,从而也衡量了过度和不足,例如多少只鞋子等于一座房屋或一份食物。
δεῖ τοίνυν ὅπερ οἰκοδόμος πρὸς σκυτοτόμον, τοσαδὶ ὑποδήματα πρὸς οἰκίαν ἢ τροφήν.
因此,建筑师对鞋匠的比率,必须等同于若干只鞋子对房屋或食物的比率。
εἰ γὰρ μὴ τοῦτο, οὐκ ἔσται ἀλλαγὴ οὐδὲ κοινωνία. τοῦτο δʼ, εἰ μὴ ἴσα εἴη πως, οὐκ ἔσται.
因为若不如此,便不会有交换,也不会有共同体;而如果不以某种方式平等,这也无法实现。
δεῖ ἄρα ἑνί τινι πάντα μετρεῖσθαι, ὥσπερ ἐλέχθη πρότερον.
因此,正如前面所说,所有的事物必须由某一个单一的东西来衡量。
τοῦτο δʼ ἐστὶ τῇ μὲν ἀληθείᾳ ἡ χρεία, ἣ πάντα συνέχει· εἰ γὰρ μηθὲν δέοιντο ἢ μὴ ὁμοίως, ἢ οὐκ ἔσται ἀλλαγὴ ἢ οὐχ ἡ αὐτή·
而这在真实情况下其实是需要,它维系着一切事物;因为如果人们不需要任何东西,或者需要的方式不同,那么要么不会有交换,要么不会是同样的交换。
οἷον δʼ ὑπάλλαγμα τῆς χρείας τὸ νόμισμα γέγονε κατὰ συνθήκην· καὶ διὰ τοῦτο τοὔνομα ἔχει νόμισμα, ὅτι οὐ φύσει ἀλλὰ νόμῳ ἐστί, καὶ ἐφʼ ἡμῖν μεταβαλεῖν καὶ ποιῆσαι ἄχρηστον.
而货币依据协定成了需要的某种代替物;因此它得名为“货币”(nomisma),因为它不是因自然(physis)而存在,而是因法律或协定(nomos)而存在,并且改变它或使其失去效用都在于我们。
ἔσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ, ὥστε ὅπερ γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τὸ τοῦ σκυτοτόμου πρὸς τὸ τοῦ γεωργοῦ.
的确,当它被等价化时,就会产生相互回报,从而使农民对鞋匠的比率,等同于鞋匠的作品对农民的作品的比率。
εἰς σχῆμα δʼ ἀναλογίας οὐ δεῖ ἄγειν, ὅταν ἀλλάξωνται (εἰ δὲ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχὰς τὸ ἕτερον ἄκρον), ἀλλʼ ὅταν ἔχωσι τὰ αὑτῶν.
但是,在他们已经完成交换之后,决不能把它们纳入比例的形式中(否则,一极将同时拥有两方面的过剩),而应该在他们还拥有各自原有的东西时进行。