§4.8οὔσης δὲ καὶ ἀναπαύσεως ἐν τῷ βίῳ, καὶ ἐν ταύτῃ διαγωγῆς μετὰ παιδιᾶς, δοκεῖ καὶ ἐνταῦθα εἶναι ὁμιλία τις ἐμμελής, καὶ οἷα δεῖ λέγειν καὶ ὥς, ὁμοίως δὲ καὶ ἀκούειν.
既然生活中也有休息,且在其中有着伴随娱乐的消遣,在这里似乎也存在着某种和谐的交往,既包括应该说什么样的话以及如何说,也同样包括如何听。
διοίσει δὲ καὶ τὸ ἐν τοιούτοις λέγειν ἢ τοιούτων ἀκούειν.
而且,在这样的人群中说话,或者倾听这样的人说话,也会有所不同。
δῆλον δʼ ὡς καὶ περὶ ταῦτʼ ἔστιν ὑπερβολή τε καὶ ἔλλειψις τοῦ μέσου.
显然,在这些事情中也存在着相对于中间状态的过度与不及。
οἱ μὲν οὖν τῷ γελοίῳ ὑπερβάλλοντες βωμολόχοι δοκοῦσιν εἶναι καὶ φορτικοί, γλιχόμενοι πάντως τοῦ γελοίου, καὶ μᾶλλον στοχαζόμενοι τοῦ γέλωτα ποιῆσαι ἢ τοῦ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον· οἱ δὲ μήτʼ αὐτοὶ ἂν εἰπόντες μηδὲν γελοῖον τοῖς τε λέγουσι δυσχεραίνοντες ἄγροικοι καὶ σκληροὶ δοκοῦσιν εἶναι.
因此,那些在搞笑上过度的人似乎是戏谑者和粗俗的,他们不顾一切地追求搞笑,更专注于逗人发笑,而不是说得体的话和不伤害被嘲讽的人;而那些自己既不愿说任何搞笑的话,又对说话搞笑的人感到不快的人,则似乎是粗鄙和生硬的。
οἱ δʼ ἐμμελῶς παίζοντες εὐτράπελοι προσαγορεύονται, οἷον εὔτροποι· τοῦ γὰρ ἤθους αἱ τοιαῦται δοκοῦσι κινήσεις εἶναι, ὥσπερ δὲ τὰ σώματα ἐκ τῶν κινήσεων κρίνεται, οὕτω καὶ τὰ ἤθη.
而那些谐调地玩闹的人被称为机敏者,好似他们是灵活多变的人;因为这类活动被认为是性格的活动,正像身体是通过活动来判断一样,性格也是如此。
ἐπιπολάζοντος δὲ τοῦ γελοίου, καὶ τῶν πλείστων χαιρόντων τῇ παιδιᾷ καὶ τῷ σκώπτειν μᾶλλον ἢ δεῖ, καὶ οἱ βωμολόχοι εὐτράπελοι προσαγορεύονται ὡς χαρίεντες· ὅτι δὲ διαφέρουσι, καὶ οὐ μικρόν, ἐκ τῶν εἰρημένων δῆλον.
但是,由于搞笑的事物随处可见,且大多数人比应有的程度更喜欢娱乐和嘲讽,甚至连戏谑者也因为显得优雅而被称为机敏者;但两者的区别不小,这从已说过的中很明显。
τῇ μέσῃ δʼ ἕξει οἰκεῖον καὶ ἡ ἐπιδεξιότης ἐστίν· τοῦ δʼ ἐπιδεξίου ἐστὶ τοιαῦτα λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθερίῳ ἁρμόττει· ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παιδιᾶς μέρει καὶ ἀκούειν, καὶ ἡ τοῦ ἐλευθερίου παιδιὰ διαφέρει τῆς τοῦ ἀνδραποδώδους, καὶ πεπαιδευμένου καὶ ἀπαιδεύτου.
敏捷也是中庸品性状态所特有的;而敏捷者的特征在于,说和听那些适合于公平和自由的人的事物;因为在娱乐的范畴中,有一些事情是适合这样的人去说和去听的,自由人的娱乐不同于奴隶般的人的娱乐,受过教育的人的娱乐也不同于未受过教育的人的娱乐。
ἴδοι δʼ ἄν τις καὶ ἐκ τῶν κωμῳδιῶν τῶν παλαιῶν καὶ τῶν καινῶν· τοῖς μὲν γὰρ ἦν γελοῖον ἡ αἰσχρολογία, τοῖς δὲ μᾶλλον ἡ ὑπόνοια· διαφέρει δʼ οὐ μικρὸν ταῦτα πρὸς εὐσχημοσύνην.
这也可以从古喜剧和新喜剧中看出来;因为对前者来说,下流话是好笑的,而对后者来说,暗示更显搞笑;这些在得体性上有不小的差别。
πότερον οὖν τὸν εὖ σκώπτοντα ὁριστέον τῷ λέγειν μὴ ἀπρεπῆ ἐλευθερίῳ, ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα ἢ καὶ τέρπειν;
那么,把善于嘲讽的人定义为说那些不违背自由人身份的话,还是定义为不伤害听者甚至使听者快乐呢?
ἢ καὶ τό γε τοιοῦτον ἀόριστον;
或者,至少这样的一点本身就是不确定的?
ἄλλο γὰρ ἄλλῳ μισητόν τε καὶ ἡδύ.
因为不同的人对不同的事物会感到可憎或愉快。
τοιαῦτα δὲ καὶ ἀκούσεται· ἃ γὰρ ὑπομένει ἀκούων, ταῦτα καὶ ποιεῖν δοκεῖ.
而且他也会听这样的话;因为一个人容忍听到的事,似乎也是他会去做的事。
οὐ δὴ πᾶν ποιήσει· τὸ γὰρ σκῶμμα λοιδόρημά τι ἐστίν, οἱ δὲ νομοθέται ἔνια λοιδορεῖν κωλύουσιν· ἔδει δʼ ἴσως καὶ σκώπτειν.
当然他不会做一切事;因为嘲讽是某种诽谤,而既然立法者禁止某些诽谤,或许也应该禁止某些嘲讽。
ὁ δὴ χαρίεις καὶ ἐλευθέριος οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτῷ.
因此,优雅和自由的人会是这样的状态,好似他自己就是自己的法律。
τοιοῦτος μὲν οὖν ὁ μέσος ἐστίν, εἴτʼ ἐπιδέξιος εἴτʼ εὐτράπελος λέγεται.
那么,处于中间的人就是这样的,无论他被称为敏捷还是机敏。
ὁ δὲ βωμολόχος ἥττων ἐστὶ τοῦ γελοίου, καὶ οὔτε ἑαυτοῦ οὔτε τῶν ἄλλων ἀπεχόμενος εἰ γέλωτα ποιήσει, καὶ τοιαῦτα λέγων ὧν οὐδὲν ἂν εἴποι ὁ χαρίεις, ἔνια δʼ οὐδʼ ἂν ἀκούσαι.
而戏谑者则屈服于搞笑,如果能引人发笑,他既不放过自己也不放过他人,并且说出那些优雅的人绝不会说、甚至有些话连听都不会听的事。
ὁ δʼ ἄγροικος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος· οὐθὲν γὰρ συμβαλλόμενος πᾶσι δυσχεραίνει.
另一方面,粗鄙的人在这样的交往中是无用的;因为他毫无贡献,却对一切感到不快。
δοκεῖ δὲ ἡ ἀνάπαυσις καὶ ἡ παιδιὰ ἐν τῷ βίῳ εἶναι ἀναγκαῖον.
然而,在生活中,休息和娱乐似乎是不可或缺的。
τρεῖς οὖν αἱ εἰρημέναι ἐν τῷ βίῳ μεσότητες, εἰσὶ δὲ πᾶσαι περὶ λόγων τινῶν καὶ πράξεων κοινωνίαν.
因此,已讨论过的生活中这三种中庸状态,都关系到某种言语和行动上的交往。
διαφέρουσι δʼ ὅτι ἣ μὲν περὶ ἀλήθειάν ἐστιν, αἳ δὲ περὶ τὸ ἡδύ.
它们的不同在于,一种是关于真实的,而另一些是关于愉快的。
τῶν δὲ περὶ τὴν ἡδονὴν ἣ μὲν ἐν ταῖς παιδιαῖς, ἣ δʼ ἐν ταῖς κατὰ τὸν ἄλλον βίον ὁμιλίαις.
在关于愉快的事情中,一种存在于娱乐中,另一种存在于人生的其他交往中。
§4.9περὶ δὲ αἰδοῦς ὥς τινος ἀρετῆς οὐ προσήκει λέγειν· πάθει γὰρ μᾶλλον ἔοικεν ἢ ἕξει.
至于羞耻,不适宜将其作为一种美德来谈论;因为它更像是一种受动情欲,而不是品性状态。
ὁρίζεται γοῦν φόβος τις ἀδοξίας, καὶ ἀποτελεῖται τῷ περὶ τὰ δεινὰ φόβῳ παραπλήσιον· ἐρυθραίνονται γὰρ οἱ αἰσχυνόμενοι, οἱ δὲ τὸν θάνατον φοβούμενοι ὠχριῶσιν.
无论如何,它被定义为对恶名的某种恐惧,其产生效果的方式类似于对可怕事物的恐惧;因为感到羞耻的人脸红,而害怕死亡的人脸色苍白。
σωματικὰ δὴ φαίνεταί πως εἶναι ἀμφότερα, ὅπερ δοκεῖ πάθους μᾶλλον ἢ ἕξεως εἶναι.
的确,两者在某种程度上似乎都表现在身体上,这似乎属于受动情欲,而不是品性状态。
οὐ πάσῃ δʼ ἡλικίᾳ τὸ πάθος ἁρμόζει, ἀλλὰ τῇ νέᾳ.
这种情欲并非适合所有年龄,而是适合年轻时期。
οἰόμεθα γὰρ δεῖν τοὺς τηλικούτους αἰδήμονας εἶναι διὰ τὸ πάθει ζῶντας πολλὰ ἁμαρτάνειν, ὑπὸ τῆς αἰδοῦς δὲ κωλύεσθαι· καὶ ἐπαινοῦμεν τῶν μὲν νέων τοὺς αἰδήμονας, πρεσβύτερον δʼ οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλός· οὐδὲν γὰρ οἰόμεθα δεῖν αὐτὸν πράττειν ἐφʼ οἷς ἐστὶν αἰσχύνη.
因为我们认为这个年龄的人应当有羞耻心,因为他们凭着情欲生活,常犯许多错误,但能受到羞耻心的约束;我们赞美年轻人中那些有羞耻心的人,但没有人会因为一个年长的人容易害羞而赞美他;因为我们认为他不应该做任何会让人感到羞耻的事。
οὐδὲ γὰρ ἐπιεικοῦς ἐστὶν ἡ αἰσχύνη, εἴπερ γίνεται ἐπὶ τοῖς φαύλοις (οὐ γὰρ πρακτέον τὰ τοιαῦτα· εἰ δʼ ἐστὶ τὰ μὲν κατʼ ἀλήθειαν αἰσχρὰ τὰ δὲ κατὰ δόξαν, οὐδὲν διαφέρει· οὐδέτερα γὰρ πρακτέα, ὥστʼ οὐκ αἰσχυντέον)·
因为如果羞耻是在做了恶劣的事时产生的,那么它也确实不属于公平的人(因为不应该做这样的事;如果有些事情在实际上是可耻的,而另一些是在名声上是可耻的,这并没有区别;因为两者都不应该做,因而也不应当感到羞耻)。
φαύλου δὲ καὶ τὸ εἶναι τοιοῦτον οἷον πράττειν τι τῶν αἰσχρῶν.
而成为一个会做任何可耻之事的人,属于恶劣者的特征。
τὸ δʼ οὕτως ἔχειν ὥστʼ εἰ πράξαι τι τῶν τοιούτων αἰσχύνεσθαι, καὶ διὰ τοῦτʼ οἴεσθαι ἐπιεικῆ εἶναι, ἄτοπον· ἐπὶ τοῖς ἑκουσίοις γὰρ ἡ αἰδώς, ἑκὼν δʼ ὁ ἐπιεικὴς οὐδέποτε πράξει τὰ φαῦλα.
而若是处于这样的状态:一旦做了任何此类事就会感到羞耻,并因此认为自己是公平的人,这是荒谬的;因为羞耻是针对自愿行为而产生的,而公平的人绝不会自愿去做恶劣的事。
εἴη δʼ ἂν ἡ αἰδὼς ἐξ ὑποθέσεως ἐπιεικές· εἰ γὰρ πράξαι, αἰσχύνοιτʼ ἄν· οὐκ ἔστι δὲ τοῦτο περὶ τὰς ἀρετάς.
羞耻确实可以在假设的前提下是公平的;因为如果做了这些事,就会感到羞耻;但这对美德来说是不适用的。
εἰ δʼ ἡ ἀναισχυντία φαῦλον καὶ τὸ μὴ αἰδεῖσθαι τὰ αἰσχρὰ πράττειν, οὐδὲν μᾶλλον τὸν τὰ τοιαῦτα πράττοντα αἰσχύνεσθαι ἐπιεικές.
如果无耻是恶劣的,且做了可耻的事而不感到羞耻也是恶劣的,这并不能使做此类事的人感到羞耻就变得更显公平。
οὐκ ἔστι δʼ οὐδʼ ἡ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον.
自制也确实不是一种美德,而是一种混合的状态;关于它将在以后进行论述。
νῦν δὲ περὶ δικαιοσύνης εἴπωμεν.
现在让我们来谈谈正义。