Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §5.1#1

正义与不正义的探究及其多重含义

第 50 段,共 123 段 · 希腊语

内容简介

亚里士多德开始了对正义与不正义的探究,指出与能力和科学不同,一种品质状态(hexis)只产生相反事物中的一种。接着,他讨论了正义与不正义的多重含义,并暂时将不正义之人界定为违法者、贪得无厌者和不公平者。

§5.1#1περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας τε τυγχάνουσιν οὖσαι πράξεις, καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη, καὶ τὸ δίκαιον τίνων μέσον.
我们必须考察正义与不正义,即它们究竟关系到何种行为,以及正义是何种中庸,还有公正(正义的事)是哪些事物之间的中庸。
ἡ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον τοῖς προειρημένοις.
我们的考察应当按照与前述相同的路线进行。
ὁρῶμεν δὴ πάντας τὴν τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφʼ ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶ καὶ ἀφʼ ἧς δικαιοπραγοῦσι καὶ βούλονται τὰ δίκαια· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἀδικίας, ἀφʼ ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα.
我们看到,所有人都希望把这样一种品质状态称为正义,由于它,人们能够做公正的事,并且由于它,人们行事公正并希望得到公正的事;同样地,关于不正义,也是指由于它,人们行事不公并希望得到不公的事。
διὸ καὶ ἡμῖν πρῶτον ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα.
因此,让我们首先把这些作为粗略的轮廓来假定。
οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον ἐπί τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ ἐπὶ τῶν ἕξεων.
因为科学和能力的情况不同于品质状态。
δύναμις μὲν γὰρ καὶ ἐπιστήμη δοκεῖ τῶν ἐναντίων ἡ αὐτὴ εἶναι, ἕξις δʼ ἡ ἐναντία τῶν ἐναντίων οὔ, οἷον ἀπὸ τῆς ὑγιείας οὐ πράττεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑγιεινὰ μόνον· λέγομεν γὰρ ὑγιεινῶς βαδίζειν, ὅταν βαδίζῃ ὡς ἂν ὁ ὑγιαίνων.
因为一种能力和一门科学似乎对相反的事物是同一的,但相反的品质状态却不产生相反的事物;例如,从健康中不会做出相反的事,而只会做出健康的事;因为我们说一个人走得很健康,当他像健康人那样行走时。
πολλάκις μὲν οὖν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, πολλάκις δὲ αἱ ἕξεις ἀπὸ τῶν ὑποκειμένων· ἐάν τε γὰρ ἡ εὐεξία ᾖ φανερά, καὶ ἡ καχεξία φανερὰ γίνεται, καὶ ἐκ τῶν εὐεκτικῶν ἡ εὐεξία καὶ ἐκ ταύτης τὰ εὐεκτικά.
因此,相反的品质状态往往可以通过其相反的状态来认识,而品质状态也往往可以通过其所依系的对象来认识;如果好的身体状态是显而易见的,那么坏的身体状态也就变得显而易见,并且从促进好状态的事物中可以认识好状态,从好状态中也可以认识促进它的事物。
εἰ γάρ ἐστιν ἡ εὐεξία πυκνότης σαρκός, ἀνάγκη καὶ τὴν καχεξίαν εἶναι μανότητα σαρκὸς καὶ τὸ εὐεκτικὸν τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί.
因为如果好状态是肌肉的紧实,那么坏状态就必然是肌肉的松弛,而促进好状态的事物就是使肌肉产生紧实的东西。
ἀκολουθεῖ δʼ ὡς ἐπὶ τὸ πολύ, ἐὰν θάτερον πλεοναχῶς λέγηται, καὶ θάτερον πλεοναχῶς λέγεσθαι, οἷον εἰ τὸ δίκαιον, καὶ τὸ ἄδικον.
在大多数情况下,如果其中一个词有多种含义,另一个词也会有多种含义;例如,如果“公正”是多义的,“不公”也是多义的。
ἔοικε δὲ πλεοναχῶς λέγεσθαι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν λανθάνει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν πόρρω δήλη μᾶλλον, (ἡ γὰρ διαφορὰ πολλὴ ἡ κατὰ τὴν ἰδέαν) οἷον ὅτι καλεῖται κλεὶς ὁμωνύμως ἥ τε ὑπὸ τὸν αὐχένα τῶν ζῴων καὶ ᾗ τὰς θύρας κλείουσιν.
而正义和不正义似乎是在多种含义上被使用的,但因为它们的同音异义性非常接近,所以未被察觉,不像素不相同的事物那样明显(因为在外观形式上的差别很大),例如,动物的锁骨与人们用来锁门的钥匙,同音异义地都被称为“kleis”。
εἰλήφθω δὴ ὁ ἄδικος ποσαχῶς λέγεται.
那么,让我们来把握“不公之人”在多少种意义上被使用。
δοκεῖ δὴ ὅ τε παράνομος ἄδικος εἶναι καὶ ὁ πλεονέκτης καὶ ἄνισος, ὥστε δῆλον ὅτι καὶ δίκαιος ἔσται ὅ τε νόμιμος καὶ ὁ ἴσος.
既然违法的人、以及贪得无厌且不公正的人似乎都是不正义的,那么显然,守法的人和公正的人都将是正义的。
τὸ μὲν δίκαιον ἄρα τὸ νόμιμον καὶ τὸ ἴσον, τὸ δʼ ἄδικον τὸ παράνομον καὶ τὸ ἄνισον.
因此,公正就是守法与平等,而不公就是违法与不平等。
ἐπεὶ δὲ πλεονέκτης ὁ ἄδικος, περὶ τἀγαθὰ ἔσται, οὐ πάντα, ἀλλὰ περὶ ὅσα εὐτυχία καὶ ἀτυχία, ἃ ἐστὶ μὲν ἁπλῶς ἀεὶ ἀγαθά, τινὶ δʼ οὐκ ἀεί.
既然不公之人是贪得无厌的,他所关涉的就会是善物,但并非所有的善物,而是那些关系到好运和厄运的善物,这些善物绝对而言总是好的,但对特定的人而言并非总是好的。
οἱ δʼ ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσιν· δεῖ δʼ οὔ, ἀλλʼ εὔχεσθαι μὲν τὰ ἁπλῶς ἀγαθὰ καὶ αὑτοῖς ἀγαθὰ εἶναι, αἱρεῖσθαι δὲ τὰ αὑτοῖς ἀγαθά.
人们祈求并追求这些东西;但不应当这样,而应当祈求那些绝对而言是好的东西对自己也是好的,并选择那些对自身是好的东西。
ὁ δʼ ἄδικος οὐκ ἀεὶ τὸ πλέον αἱρεῖται, ἀλλὰ καὶ τὸ ἔλαττον ἐπὶ τῶν ἁπλῶς κακῶν· ἀλλʼ ὅτι δοκεῖ καὶ τὸ μεῖον κακὸν ἀγαθόν πως εἶναι, τοῦ δʼ ἀγαθοῦ ἐστὶν ἡ πλεονεξία, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι.
但不公之人并不总是选择较多的份额,在绝对的恶面前,他也选择较小的份额;但因为较小的恶在某种意义上似乎也是善,而贪得无厌是针对善的,因此他似乎是贪得无厌的。

词汇与语法注释

  1. 1129aτυγχάνουσιν οὖσαι — 脱离系动词,这里使用 τυγχάνω 连用分词(οὖσαι)的结构,意为“碰巧是”或“实际上是”。在由 περὶ ποίας ... πράξεις 引导的间接疑问句中,它强调了正义与不正义实际上所关系到的行为类型。
  2. 1129aβουλομένους λέγειν — 分词 βουλομένους 用作感官动词 ὁρῶμεν 的宾语补足语,其逻辑主语为宾格的 πάντας。不定式 λέγειν 带有直接宾语 τὴν τοιαύτην ἕξιν 和谓语宾格 δικαιοσύνην(“希望将这样一种品质状态称为正义”)。
  3. 1129aὡς ἂν ὁ ὑγιαίνων — 这是一个省略了希求法动词的比较从句(例如 ὡς ἂν ὁ ὑγιαίνων [βαδίζοι]),表示假设或潜在的比较(“正如健康的人会行走的那样”)。小词 ἄν 暗示了这种省去的潜在语气。
  4. 1129bεὔχεσθαι μὲν τὰ ἁπλῶς ἀγαθὰ καὶ αὑτοῖς ἀγαθὰ εἶναι — 不定式 εὔχεσθαι 依赖于 δεῖ,并引入了一个“宾格加不定式”结构:τὰ ἁπλῶς ἀγαθὰ 是 εἶναι 的主格宾格,而 αὑτοῖς 是利益与格(“对他们自身而言”)。其意为“祈求那些绝对而言是好的东西对自己也是好的”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §5.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。