§4.7περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας καὶ εἰρωνείας μεσότης· ἀνώνυμος δὲ καὶ αὐτή.
关于几乎相同领域的,是虚夸和隐晦之间的中间状态;它同样也是无名的。
οὐ χεῖρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν· μᾶλλόν τε γὰρ ἂν εἰδείημεν τὰ περὶ τὸ ἦθος, καθʼ ἕκαστον διελθόντες, καὶ μεσότητας εἶναι τὰς ἀρετὰς πιστεύσαιμεν ἄν, ἐπὶ πάντων οὕτως ἔχον συνιδόντες.
不过,依次考察这类状态也非坏事;因为通过逐一考察,我们将更深地了解关于性格的事。 而且,通过看出所有情况都是如此,我们将更坚信美德就是中间状态。
ἐν δὴ τῷ συζῆν οἱ μὲν πρὸς ἡδονὴν καὶ λύπην ὁμιλοῦντες εἴρηνται, περὶ δὲ τῶν ἀληθευόντων τε καὶ ψευδομένων εἴπωμεν ὁμοίως ἐν λόγοις καὶ πράξεσι καὶ τῷ προσποιήματι.
既然在共同生活中,以快乐和痛苦为标准进行交往的人已经谈过了,那么让我们同样谈谈在言语、行动和自我表现中说真话和说假话的人。
δοκεῖ δὴ ὁ μὲν ἀλαζὼν προσποιητικὸς τῶν ἐνδόξων εἶναι καὶ μὴ ὑπαρχόντων καὶ μειζόνων ἢ ὑπάρχει, ὁ δὲ εἴρων ἀνάπαλιν ἀρνεῖσθαι τὰ ὑπάρχοντα ἢ ἐλάττω ποιεῖν, ὁ δὲ μέσος αὐθέκαστός τις ὢν ἀληθευτικὸς καὶ τῷ βίῳ καὶ τῷ λόγῳ, τὰ ὑπάρχοντα ὁμολογῶν εἶναι περὶ αὑτόν, καὶ οὔτε μείζω οὔτε ἐλάττω.
显然,虚夸者似乎是在装作拥有自己并不拥有的荣誉,或者装作拥有比实际更大的荣誉;相反,隐晦者则是对自己拥有的东西进行否认,或者说得比实际要小;而中间的人是一个率直的人,在生活和言论中都是诚实的,承认自己所拥有的东西,既不夸大也不缩小。
ἔστι δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηδενός.
做出这些事情中的每一件,既可以是为了某种目的,也可以毫无目的。
ἕκαστος δʼ οἷός ἐστι, τοιαῦτα λέγει καὶ πράττει καὶ οὕτω ζῇ, ἐὰν μή τινος ἕνεκα πράττῃ.
每个人如果是怎样的人,除非他是为了某种目的而行动,就会说怎样的话、做怎样的事并怎样生活。
καθʼ αὑτὸ δὲ τὸ μὲν ψεῦδος φαῦλον καὶ ψεκτόν, τὸ δʼ ἀληθὲς καλὸν καὶ ἐπαινετόν.
就其自身而言,虚假是恶劣和应受非难的,而真实是高尚和值得赞美的。
οὕτω δὲ καὶ ὁ μὲν ἀληθευτικὸς μέσος ὢν ἐπαινετός, οἱ δὲ ψευδόμενοι ἀμφότεροι μὲν ψεκτοί, μᾶλλον δʼ ὁ ἀλαζών.
因此,诚实的人作为处于中间状态的人是值得赞美的,而说谎的两个人都是应受非难的,但虚夸者更甚。
περὶ ἑκατέρου δʼ εἴπωμεν, πρότερον δὲ περὶ τοῦ ἀληθευτικοῦ.
让我们分别谈谈他们,首先谈谈诚实的人。
οὐ γὰρ περὶ τοῦ ἐν ταῖς ὁμολογίαις ἀληθεύοντος λέγομεν, οὐδʼ ὅσα εἰς ἀδικίαν ἢ δικαιοσύνην συντείνει (ἄλλης γὰρ ἂν εἴη ταῦτʼ ἀρετῆς), ἀλλʼ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει τῷ τὴν ἕξιν τοιοῦτος εἶναι.
因为我们所说的并不是在契约中说真话的人,也不是那些关系到不义或正义的事物(因为那些属于另一种美德),而是在这些事情都无关紧要的情况下,在言语和生活中都保持诚实,因为他的品性状态使他成为这样的人。
δόξειε δʼ ἂν ὁ τοιοῦτος ἐπιεικὴς εἶναι.
这样的人似乎是公平的。
ὁ γὰρ φιλαλήθης, καὶ ἐν οἷς μὴ διαφέρει ἀληθεύων, ἀληθεύσει καὶ ἐν οἷς διαφέρει ἔτι μᾶλλον·
因为热爱真理的人,即使在无关紧要的情况下也会说真话,在关系重大的情况下就更是如此。
ὡς γὰρ αἰσχρὸν τὸ ψεῦδος εὐλαβήσεται, ὅ γε καὶ καθʼ αὑτὸ ηὐλαβεῖτο·
因为他会把虚假作为可耻的事来避免,因为他甚至在它自身上就已经在避免它了。
ὁ δὲ τοιοῦτος ἐπαινετός.
这样的人是值得赞美的。
ἐπὶ τὸ ἔλαττον δὲ μᾶλλον τοῦ ἀληθοῦς ἀποκλίνει· ἐμμελέστερον γὰρ φαίνεται διὰ τὸ ἐπαχθεῖς τὰς ὑπερβολὰς εἶναι.
他倾向于往少于真实的方向偏离;因为由于夸大是令人不快的,这样做似乎显得更和谐。
ὁ δὲ μείζω τῶν ὑπαρχόντων προσποιούμενος μηδενὸς ἕνεκα φαύλῳ μὲν ἔοικεν (οὐ γὰρ ἂν ἔχαιρε τῷ ψεύδει), μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός·
而那个在没有目的的情况下假装拥有比实际更多东西的人,虽然看起来像个恶劣的人(否则他就不会以虚假为乐),但显得虚妄多于邪恶。
εἰ δʼ ἕνεκά τινος, ὁ μὲν δόξης ἢ τιμῆς οὐ λίαν ψεκτός, †ὡς ὁ ἀλαζών,† ὁ δὲ ἀργυρίου, ἢ ὅσα εἰς ἀργύριον, ἀσχημονέστερος (οὐκ ἐν τῇ δυνάμει δʼ ἐστὶν ὁ ἀλαζών, ἀλλʼ ἐν τῇ προαιρέσει·
然而,如果他是为了某种目的,那么为了名声或荣誉而这样做的人并不过于应受非难(就如虚夸者那样),而为了金钱或能带来金钱的事物而这样做的人则更为可耻。
κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιόσδε εἶναι ἀλαζών ἐστιν)· ὥσπερ καὶ ψεύστης ὃ μὲν τῷ ψεύδει αὐτῷ χαίρων, ὃ δὲ δόξης ὀρεγόμενος ἢ κέρδους.
(因为虚夸并不在于能力,而是在于抉择;因为他是根据其品性状态,并通过成为这样的人而成为虚夸者的);这正如谎言者中,有的是因为以虚假本身为乐,有的则是追求名声或利益。
οἱ μὲν οὖν δόξης χάριν ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται ἐφʼ οἷς ἔπαινος ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους, ὧν καὶ ἀπόλαυσίς ἐστι τοῖς πέλας καὶ διαλαθεῖν ἔστι μὴ ὄντα, οἷον μάντιν σοφὸν ἰατρόν.
所以,为了名声而虚夸的人,假装拥有那些能带来赞美或祝福的事物;而为了利益而虚夸的人,则假装拥有那些既能给邻人带来实用价值,又能在没有这些事物时欺瞒过去的事物,例如成为一个聪明的预言者或医生。
διὰ τοῦτο οἱ πλεῖστοι προσποιοῦνται τὰ τοιαῦτα καὶ ἀλαζονεύονται· ἔστι γὰρ ἐν αὐτοῖς τὰ εἰρημένα.
因此,大多数人假装拥有这类事物并以此虚夸;因为上述特征存在于其中。
οἱ δʼ εἴρωνες ἐπὶ τὸ ἔλαττον λέγοντες χαριέστεροι μὲν τὰ ἤθη φαίνονται· οὐ γὰρ κέρδους ἕνεκα δοκοῦσι λέγειν, ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν· μάλιστα δὲ καὶ οὗτοι τὰ ἔνδοξα ἀπαρνοῦνται, οἷον καὶ Σωκράτης ἐποίει.
另一方面,隐晦的人通过把事情说得比实际要小,在性格上显得更优雅;因为他们似乎不是为了利益而说话,而是为了避开自大;他们尤其否认那些荣耀的事物,就像苏格拉底所做的那样。
οἱ δὲ τὰ μικρὰ καὶ φανερὰ βαυκοπανοῦργοι λέγονται καὶ εὐκαταφρονητότεροί εἰσιν· καὶ ἐνίοτε ἀλαζονεία φαίνεται, οἷον ἡ τῶν Λακώνων ἐσθής· καὶ γὰρ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλειψις ἀλαζονικόν.
而那些在微小且显而易见的事物上进行假装的人,被称为恶黠的卑小者,更容易被蔑视;有时,这也会显得是一种虚夸,例如拉科尼亚人的衣服;因为过度和极度的不足都是虚夸的。
οἱ δὲ μετρίως χρώμενοι τῇ εἰρωνείᾳ καὶ περὶ τὰ μὴ λίαν ἐμποδὼν καὶ φανερὰ εἰρωνευόμενοι χαρίεντες φαίνονται.
而那些适度使用隐晦、并对不那么显而易见和眼前的事务进行隐晦的人,则显得优雅。
ἀντικεῖσθαι δʼ ὁ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικῷ· χείρων γάρ.
虚夸者似乎与诚实的人对立;因为他更坏。