§4.3#1ἡ δὲ μεγαλοψυχία περὶ μεγάλα μὲν καὶ ἐκ τοῦ ὀνόματος ἔοικεν εἶναι, περὶ ποῖα δʼ ἐστὶ πρῶτον λάβωμεν·
另一方面,大器量正如其名称所暗示的,似乎与重大的事物相关。 让我们首先来把握它是与哪类事物相关的。
διαφέρει δʼ οὐδὲν τὴν ἕξιν ἢ τὸν κατὰ τὴν ἕξιν σκοπεῖν.
考察这种品质,还是考察按照这种品质行事的人,并没有什么不同。
δοκεῖ δὴ μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν·
那么,大器量之人似乎就是指那些认为自己配得上重大事物、且实际上也配得上它们的人。
ὁ γὰρ μὴ κατʼ ἀξίαν αὐτὸ ποιῶν ἠλίθιος, τῶν δὲ κατʼ ἀρετὴν οὐδεὶς ἠλίθιος οὐδʼ ἀνόητος.
因为不配却这样做的人是愚蠢的,而在符合德性的人当中,没有一个是愚蠢或无知的。
μεγαλόψυχος μὲν οὖν ὁ εἰρημένος.
因此,所说的那种人就是大器量之人。
ὁ γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων, μεγαλόψυχος δʼ οὔ· ἐν μεγέθει γὰρ ἡ μεγαλοψυχία, ὥσπερ καὶ τὸ κάλλος ἐν μεγάλῳ σώματι, οἱ μικροὶ δʼ ἀστεῖοι καὶ σύμμετροι, καλοὶ δʼ οὔ.
因为一个只配得上微小事物、并认为自己只配得上它们的人,是节制的,但不是大器量的;因为大器量在于规模之大,正如美存在于高大的身躯中一样;身材矮小的人可以雅致且匀称,但称不上美丽。
ὁ δὲ μεγάλων ἑαυτὸν ἀξιῶν ἀνάξιος ὢν χαῦνος· ὁ δὲ μειζόνων ἢ ἄξιος οὐ πᾶς χαῦνος.
另一方面,那些自己不配却认为自己配得上重大事物的人是虚荣的;然而,并不是每一个认为自己配得上超出其应得事物的人都是虚荣的。
ὁ δʼ ἐλαττόνων ἢ ἄξιος μικρόψυχος, ἐάν τε μεγάλων ἐάν τε μετρίων, ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ.
而一个认为自己只配得上低于其应得事物的人,则是卑吝的,无论他应得的是重大的还是适度的事物,甚至当他只配得上微小的事物时,却还认为自己配得上更少的事物。
καὶ μάλιστʼ ἂν δόξειεν ὁ μεγάλων ἄξιος· τί γὰρ ἂν ἐποίει, εἰ μὴ τοσούτων ἦν ἄξιος;
尤其是那些配得上重大事物的人(若认为自己只配得上较小的事物),最会被显得是卑吝的;因为如果他不配得上这么多,他又会怎么做呢?
ἔστι δὴ ὁ μεγαλόψυχος τῷ μὲν μεγέθει ἄκρος, τῷ δὲ ὡς δεῖ μέσος· τοῦ γὰρ κατʼ ἀξίαν αὑτὸν ἀξιοῖ· οἳ δʼ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν.
因此,大器量之人就规模之大而言是处于极点的,但就其应有的态度而言则是处于中庸的;因为他是根据其应得的价值来要求自己的,而其他人则是过度或不足。
εἰ δὴ μεγάλων ἑαυτὸν ἀξιοῖ ἄξιος ὤν, καὶ μάλιστα τῶν μεγίστων, περὶ ἓν μάλιστʼ ἂν εἴη.
如果他配得上重大的事物,并且特别是配得上最大的事物,同时他也确实这样要求自己,那么他将主要与某一个事物相关。
ἡ δʼ ἀξία λέγεται πρὸς τὰ ἐκτὸς ἀγαθά· μέγιστον δὲ τοῦτʼ ἂν θείημεν ὃ τοῖς θεοῖς ἀπονέμομεν, καὶ οὗ μάλιστʼ ἐφίενται οἱ ἐν ἀξιώματι, καὶ τὸ ἐπὶ τοῖς καλλίστοις ἆθλον·
所谓“价值”,是相对于外在的善而言的;而我们应当把我们奉献给神灵的、有地位的人最追求的、以及作为最美好行为的奖赏的事物,定为最大的外在善。
τοιοῦτον δʼ ἡ τιμή· μέγιστον γὰρ δὴ τοῦτο τῶν ἐκτὸς ἀγαθῶν·
这样的事物就是名誉;因为名誉确实是外在善中最大的。
περὶ τιμὰς δὴ καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν ὡς δεῖ.
所以,大器量之人是以应有的方式对待名誉和耻辱的。
καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι· τιμῆς γὰρ μάλιστα ἀξιοῦσιν ἑαυτούς, κατʼ ἀξίαν δέ.
即使不用论证,显而易见,大器量之人就是与名誉相关的;因为他们最要求自己得到名誉,而且是根据其应得的价值。
ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα.
而卑吝的人,无论相对于他自己的价值,还是相对于大器量之人的尊严,都处于不足。
ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει, οὐ μὴν τόν γε μεγαλόψυχον.
相反,虚荣的人相对于他自己而言是过度的,但绝没有超过大器量之人。
ὁ δὲ μεγαλόψυχος, εἴπερ τῶν μεγίστων ἄξιος, ἄριστος ἂν εἴη· μείζονος γὰρ ἀεὶ ὁ βελτίων ἄξιος, καὶ μεγίστων ὁ ἄριστος.
既然大器量之人配得上最大的事物,那么他必然是极好的人;因为更好的人总是配得上更大的事物,而最好的人配得上最大的事物。
τὸν ὡς ἀληθῶς ἄρα μεγαλόψυχον δεῖ ἀγαθὸν εἶναι.
因此,真正大器量的人必须是善的。
καὶ δόξειεν ἂν εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα.
而且,在每一种德性上的杰出似乎也是大器量之人的特征。
οὐδαμῶς τʼ ἂν ἁρμόζοι μεγαλοψύχῳ φεύγειν παρασείσαντι, οὐδʼ ἀδικεῖν· τίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ ᾧ γʼ οὐδὲν μέγα;
对于一个大器量之人来说,甩臂慌忙逃跑,或是行不义之事,都是极不相称的;因为对于一个把一切都看得并不重大的人来说,他为了什么要去做出可耻的行径呢?
καθʼ ἕκαστα δʼ ἐπισκοποῦντι πάμπαν γελοῖος φαίνοιτʼ ἂν ὁ μεγαλόψυχος μὴ ἀγαθὸς ὤν.
如果我们逐项审视,大器量之人如果不是善的,那就显得完全荒谬滑稽了。
οὐκ εἴη δʼ ἂν οὐδὲ τιμῆς ἄξιος φαῦλος ὤν· τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή, καὶ ἀπονέμεται τοῖς ἀγαθοῖς.
而且如果他是卑劣的,他也不配得到名誉;因为名誉是德性的奖赏,并且是赋予善人的。
ἔοικε μὲν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν· μείζους γὰρ αὐτὰς ποιεῖ, καὶ οὐ γίνεται ἄνευ ἐκείνων.
因此,大器量似乎是诸德性的一种装饰;因为它使它们变得更大,而且没有它们,大器量就无法产生。
διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· οὐ γὰρ οἷόν τε ἄνευ καλοκαγαθίας.
因此,真正成为一个大器量的人是困难的;因为没有美德与善,这是不可能的。
μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστι·
所以,大器量之人最主要是与名誉和耻辱相关的。
καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή, οὐ μὴν ἀλλʼ ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν·
对于由杰出之人所赋予的重大名誉,他将适度地感到高兴,认为自己得到了应得的事物,或者甚至是较少的事物;因为对于完满的德性,不可能有与之相称的名誉,但尽管如此,他还是会接受,因为他们没有更大的名誉可以赋予他。
τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλιγωρήσει· οὐ γὰρ τούτων ἄξιος·
但对于普通人所给予的、以及因琐碎之事而获得的名誉,他将完全予以藐视;因为他不配这些。
ὁμοίως δὲ καὶ ἀτιμίας· οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν.
对于耻辱,他也同样对待;因为耻辱绝不会公正地落在他身上。
μάλιστα μὲν οὖν ἐστίν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος περὶ τιμάς, οὐ μὴν ἀλλὰ καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν μετρίως ἕξει, ὅπως ἂν γίνηται, καὶ οὔτʼ εὐτυχῶν περιχαρὴς ἔσται οὔτʼ ἀτυχῶν περίλυπος.
因此,大器量之人正如前所述,最主要与名誉相关;不仅如此,对于财富、权力和一切幸运与厄运,无论它们如何发生,他也都将保持适度的态度,既不会因幸运而欣喜若狂,也不会因厄运而过度悲伤。
οὐδὲ γὰρ περὶ τιμὴν οὕτως ἔχει ὡς μέγιστον ὄν.
因为他甚至对待名誉本身,也并不将其视为最大的事物。
αἱ γὰρ δυναστεῖαι καὶ ὁ πλοῦτος διὰ τὴν τιμήν ἐστιν αἱρετά· οἱ γοῦν ἔχοντες αὐτὰ τιμᾶσθαι διʼ αὐτῶν βούλονται·
因为权力和财富是因名誉之故而被选择的;至少,拥有它们的人希望通过它们而受到尊崇。
ᾧ δὲ καὶ ἡ τιμὴ μικρόν ἐστι, τούτῳ καὶ τἆλλα.
而对于那些连名誉都视为微小的人来说,其他事物也是微小的。
διὸ ὑπερόπται δοκοῦσιν εἶναι.
这就是为什么他们被认为是傲慢的。
δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν.
此外,好运似乎也对大器量有所贡献。
οἱ γὰρ εὐγενεῖς ἀξιοῦνται τιμῆς καὶ οἱ δυναστεύοντες ἢ πλουτοῦντες· ἐν ὑπεροχῇ γάρ, τὸ δʼ ἀγαθῷ ὑπερέχον πᾶν ἐντιμότερον.
因为出身高贵之人、有权势之人或富有之人被认为配得上名誉;因为他们处于优越的地位,而在好的方面占优势的一切事物都更受尊崇。
διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· τιμῶνται γὰρ ὑπὸ τινῶν·
所以,这类情况也使人更加大器量;因为他们受到一些人的尊崇。
κατʼ ἀλήθειαν δʼ ὁ ἀγαθὸς μόνος τιμητός· ᾧ δʼ ἄμφω ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς.
但实际上,唯有善人才是真正值得尊崇的;而两样都具备的人则更被认为配得上名誉。
οἱ δʼ ἄνευ ἀρετῆς τὰ τοιαῦτα ἀγαθὰ ἔχοντες οὔτε δικαίως ἑαυτοὺς μεγάλων ἀξιοῦσιν οὔτε ὀρθῶς μεγαλόψυχοι λέγονται· ἄνευ γὰρ ἀρετῆς παντελοῦς οὐκ ἔστι ταῦτα.
而那些没有德性却拥有这些外在善的人,既不公正地认为自己配得上重大的事物,也不能被正确地称为大器量之人;因为没有完满的德性,这些是无法存在的。