§4.2#2διὸ πένης μὲν οὐκ ἂν εἴη μεγαλοπρεπής· οὐ γὰρ ἔστιν ἀφʼ ὧν πολλὰ δαπανήσει πρεπόντως·
因此,穷人不能成为豪奢的人;因为他没有可以用来得体地支出巨资的资源。
ὁ δʼ ἐπιχειρῶν ἠλίθιος· παρὰ τὴν ἀξίαν γὰρ καὶ τὸ δέον, κατʼ ἀρετὴν δὲ τὸ ὀρθῶς.
而企图这样做的人是愚蠢的;因为这违背了分寸与本分,而符合德性的行为必须是以正确的方式进行的。
πρέπει δὲ οἷς τοιαῦτα προϋπάρχει διʼ αὐτῶν ἢ τῶν προγόνων ἢ ὧν αὐτοῖς μέτεστιν, καὶ τοῖς εὐγενέσι καὶ τοῖς ἐνδόξοις καὶ ὅσα τοιαῦτα· πάντα γὰρ ταῦτα μέγεθος ἔχει καὶ ἀξίωμα.
但是,豪奢适合于那些通过自身、祖先或有联系的人而预先拥有这类资源的人,也适合于出身高贵者、享有盛名者以及诸如此类的人;因为所有这些都具有规模和尊严。
μάλιστα μὲν οὖν τοιοῦτος ὁ μεγαλοπρεπής, καὶ ἐν τοῖς τοιούτοις δαπανήμασιν ἡ μεγαλοπρέπεια, ὥσπερ εἴρηται· μέγιστα γὰρ καὶ ἐντιμότατα·
因此,豪奢的人首先就是这样的人,而豪奢,如前所述,就在于这类支出中;因为这些支出是最大且最珍贵的。
τῶν δὲ ἰδίων ὅσα εἰσάπαξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ εἰ περί τι ἡ πᾶσα πόλις σπουδάζει ἢ οἱ ἐν ἀξιώματι, καὶ περὶ ξένων δὲ ὑποδοχὰς καὶ ἀποστολάς, καὶ δωρεὰς καὶ ἀντιδωρεάς·
另一方面,在私人支出中,豪奢体现于那些一生中仅有一次的事情,例如婚礼及诸如此类的事,以及全城或有地位的人所热心关注的事,还有关于外宾的接待和欢送、赠礼与回礼。
οὐ γὰρ εἰς ἑαυτὸν δαπανηρὸς ὁ μεγαλοπρεπὴς ἀλλʼ εἰς τὰ κοινά, τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον.
因为豪奢的人不是为自己支出,而是为公共事务支出,而礼物与献纳物具有某种相似之处。
μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον·
此外,依其财富得体地建造自己的房屋也是豪奢之人的特征(因为这也是一种装饰),并且更倾向于在那些持久的成果上支出(因为这些是最美丽的),并在每一件事上都做到适宜。
οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδʼ ἐν ἱερῷ καὶ τάφῳ.
因为神和人适用的事物并不相同,神殿和坟墓也是如此。
καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον ἁπλῶς μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον·
由于每种支出在其类别中都是重大的,且绝对意义上最豪奢的是重大规模上的重大,而在特定情况下则是这些事物中的重大,而且成果的重大与支出的重大也有所不同;因为最美丽的球或油壶,作为儿童的礼物,具有其相应的豪奢,但其本身的价格是微小的,谈不上大方。
διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐυπέρβλητον) καὶ ἔχον κατʼ ἀξίαν τοῦ δαπανήματος.
因此,无论在什么类别中,都豪奢地去实现,这是豪奢之人的特征(因为这样的成果是不易被超越的),并且还要使之与支出的价值相称。
τοιοῦτος μὲν οὖν ὁ μεγαλοπρεπής·
那么,豪奢之人就是这样的。
ὁ δʼ ὑπερβάλλων καὶ βάναυσος τῷ παρὰ τὸ δέον ἀναλίσκειν ὑπερβάλλει, ὥσπερ εἴρηται.
相反,如前所述,过度者即俗气之人,是通过违背本分地挥霍来过度的。
ἐν γὰρ τοῖς μικροῖς τῶν δαπανημάτων πολλὰ ἀναλίσκει καὶ λαμπρύνεται παρὰ μέλος, οἷον ἐρανιστὰς γαμικῶς ἑστιῶν, καὶ κωμῳδοῖς χορηγῶν ἐν τῇ παρόδῳ πορφύραν εἰσφέρων, ὥσπερ οἱ Μεγαροῖ.
因为在细小的支出上,他花费巨资并作不合调子的炫耀,例如像办婚礼那样款待摊派聚餐的社友,或者在为喜剧资助合唱队时,像麦加拉人那样在入场式上引入紫色华服。
καὶ πάντα τὰ τοιαῦτα ποιήσει οὐ τοῦ καλοῦ ἕνεκα, ἀλλὰ τὸν πλοῦτον ἐπιδεικνύμενος, καὶ διὰ ταῦτα οἰόμενος θαυμάζεσθαι, καὶ οὗ μὲν δεῖ πολλὰ ἀναλῶσαι, ὀλίγα δαπανῶν, οὗ δʼ ὀλίγα, πολλά.
他做所有这些事,并不是为了高尚,而是为了展示财富,并以为人们会因此而赞叹他;在应当多花钱的地方,他支出很少,而在应当少花钱的地方,他反而支出很多。
ὁ δὲ μικροπρεπὴς περὶ πάντα ἐλλείψει, καὶ τὰ μέγιστα ἀναλώσας ἐν μικρῷ τὸ καλὸν ἀπολεῖ, καὶ ὅ τι ἂν ποιῇ μέλλων καὶ σκοπῶν πῶς ἂν ἐλάχιστον ἀναλώσαι, καὶ ταῦτʼ ὀδυρόμενος, καὶ πάντʼ οἰόμενος μείζω ποιεῖν ἢ δεῖ.
而小气的人在一切事情上都会不足,在花费了巨额款项之后,却会因为一点微小的支出而毁掉美感;无论他做什么,都会犹豫不决,盘算着怎样才能花最少的钱,并为此唉声叹气,总觉得自己做一切事都超出了本分。
εἰσὶ μὲν οὖν αἱ ἕξεις αὗται κακίαι, οὐ μὴν ὀνείδη γʼ ἐπιφέρουσι διὰ τὸ μήτε βλαβεραὶ τῷ πέλας εἶναι μήτε λίαν ἀσχήμονες.
因此,这些品质固然是恶德,但并不带来耻辱,因为它们既不伤害邻人,也不至于过分难看。