Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §4.3#2

大器量者的特征及卑吝与虚荣

第 44 段,共 123 段 · 希腊语

内容简介

本段详细描述了大器量之人的种种性格特征(如对待危险、恩惠、人际关系及言行的态度),并将其与徒有其表的模仿者、以及处于不及与过度状态的卑吝者和虚荣者进行了对比。

§4.3#2ὑπερόπται δὲ καὶ ὑβρισταὶ καὶ οἱ τὰ τοιαῦτα ἔχοντες ἀγαθὰ γίνονται.
另一方面,那些拥有此类外在善物而无德性的人也会变得傲慢和暴虐。
ἄνευ γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα·
因为没有德性,就不容易适度地承受幸运。
οὐ δυνάμενοι δὲφέρειν καὶ οἰόμενοι τῶν ἄλλων ὑπερέχειν ἐκείνων μὲν καταφρονοῦσιν, αὐτοὶ δʼ ὅ τι ἂν τύχωσι πράττουσιν.
而他们既然无法承受,又以为自己优于他人,便轻视他人,自己则为所欲为。
μιμοῦνται γὰρ τὸν μεγαλόψυχον οὐχ ὅμοιοι ὄντες, τοῦτο δὲ δρῶσιν ἐν οἷς δύνανται· τὰ μὲν οὖν κατʼ ἀρετὴν οὐ πράττουσι, καταφρονοῦσι δὲ τῶν ἄλλων.
因为他们虽然并不相似,却去模仿大器量之人,并在他们能做到的范围内这样做;因此,他们不去做符合德性的行为,却轻视人们。
ὁ μὲν γὰρ μεγαλόψυχος δικαίως καταφρονεῖ (δοξάζει γὰρ ἀληθῶς), οἱ δὲ πολλοὶ τυχόντως.
因为大器量之人是公正地轻视他人的(因为他的评估是真实的),而大众则是随意地这样做。
οὐκ ἔστι δὲ μικροκίνδυνος οὐδὲ φιλοκίνδυνος διὰ τὸ ὀλίγα τιμᾶν, μεγαλοκίνδυνος δέ, καὶ ὅταν κινδυνεύῃ, ἀφειδὴς τοῦ βίου ὡς οὐκ ἄξιον ὂν πάντως ζῆν.
他也不是一个会冒小险或喜爱冒险的人,因为他所珍视的事物很少;但他随时准备去冒大险,当他面临危险时,他会不惜牺牲生命,因为他知道在任何情况下苟活都是没有价值的。
καὶ οἷος εὖ ποιεῖν, εὐεργετούμενος δʼ αἰσχύνεται· τὸ μὲν γὰρ ὑπερέχοντος, τὸ δʼ ὑπερεχομένου.
他是那种乐于施恩,但被施以恩惠时却感到羞耻的人;因为前者是优越者的特征,而后者是处于被动优越地位者的特征。
καὶ ἀντευεργετικὸς πλειόνων· οὕτω γάρ οἱ προσοφλήσει ὁ ὑπάρξας καὶ ἔσται εὖ πεπονθώς.
并且他会以更多的恩惠予以回报;因为这样一来,最初施恩的人就会额外欠他的债,并成为受惠者。
δοκοῦσι δὲ καὶ μνημονεύειν οὗ ἂν ποιήσωσιν εὖ, ὧν δʼ ἂν πάθωσιν οὔ (ἐλάττων γὰρ ὁ παθὼν εὖ τοῦ ποιήσαντος, βούλεται δʼ ὑπερέχειν), καὶ τὰ μὲν ἡδέως ἀκούειν, τὰ δʼ ἀηδῶς·
他们似乎也只记住自己所施予的恩惠,而不记住自己所接受的恩惠(因为接受恩惠者低于施恩者,而他希望保持优越),并且乐于听闻前者,而厌恶听闻后者。
διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί, οὐδʼ οἱ Λάκωνες πρὸς τοὺς Ἀθηναίους, ἀλλʼ ἃ πεπόνθεσαν εὖ.
因此,据说忒提斯也不向宙斯提起她所施予的恩惠,拉刻代蒙人也不向雅典人提起他们所施予的恩惠,而是提起他们曾接受过的恩惠。
μεγαλοψύχου δὲ καὶ τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, ὑπηρετεῖν δὲ προθύμως, καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις μέγαν εἶναι, πρὸς δὲ τοὺς μέσους μέτριον·
不用请求或几乎不用请求,而是乐意地提供服务,对有地位和好运的人表现得傲然,而对中等阶层的人表现得适度,这也是大器量之人的特征。
τῶν μὲν γὰρ ὑπερέχειν χαλεπὸν καὶ σεμνόν, τῶν δὲ ῥᾴδιον, καὶ ἐπʼ ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν, ὥσπερ εἰς τοὺς ἀσθενεῖς ἰσχυρίζεσθαι·
因为在前者面前保持优越是困难且高尚的,而在后者面前则是容易的,在前者面前表现得高傲并非不慷慨,但在卑微的人面前这样做则是粗俗的,正如对弱者炫耀力量一样。
καὶ εἰς τὰ ἔντιμα μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι·
他也不会去追求那些受尊崇的公职,或者去到他人占首位的地方。
καὶ ἀργὸν εἶναι καὶ μελλητὴν ἀλλʼ ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔργον, καὶ ὀλίγων μὲν πρακτικόν, μεγάλων δὲ καὶ ὀνομαστῶν.
并且他是怠惰且拖延的,除非在有重大名誉或重大事业的地方;他做的事情很少,但都是重大且著名的。
ἀναγκαῖον δὲ καὶ φανερομισῆ εἶναι καὶ φανερόφιλον (τὸ γὰρ λανθάνειν φοβουμένου, καὶ ἀμελεῖν τῆς ἀληθείας μᾶλλον ἢ τῆς δόξης), καὶ λέγειν καὶ πράττειν φανερῶς (παρρησιαστὴς γὰρ διὰ τὸ καταφρονητικὸς εἶναι, καὶ ἀληθευτικός, πλὴν ὅσα μὴ διʼ εἰρωνείαν πρὸς τοὺς πολλούς), καὶ πρὸς ἄλλον μὴ δύνασθαι ζῆν ἀλλʼ ἢ φίλον·
他也必须公开地去恨和公开地去爱(因为隐瞒感受是恐惧者的特征,而且意味着更在乎名誉而非真理),并且公开地说话和做事(因为他因轻视的态度而敢于直言,并且说真话,除非他对大众进行讽刺时)。 他也无法顺从他人而生活,除非那是他的朋友。
δουλικὸν γάρ· διὸ καὶ πάντες οἱ κόλακες θητικοὶ καὶ οἱ ταπεινοὶ κόλακες.
因为这是奴性的;因此,所有的阿谀奉承者都是雇工般的,而卑微的人也是阿谀奉承者。
οὐδὲ θαυμαστικός· οὐδὲν γὰρ μέγα αὐτῷ ἐστίν.
他也不会轻易赞叹,因为对他来说没有什么是重大的。
οὐδὲ μνησίκακος· οὐ γὰρ μεγαλοψύχου τὸ ἀπομνημονεύειν, ἄλλως τε καὶ κακά, ἀλλὰ μᾶλλον παρορᾶν.
他也不记仇;因为记住事情,尤其是记住恶事,不是大器量之人的特征,而是宁可宽容对待。
οὐδʼ ἀνθρωπολόγος·
他也不闲聊人是非;因为他既不谈论自己,也不谈论他人。
οὔτε γὰρ περὶ αὑτοῦ ἐρεῖ οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται μέλει αὐτῷ οὔθʼ ὅπως οἱ ἄλλοι ψέγωνται·
因为他既不在乎自己是否被称赞,也不在乎他人是否被谴责。
οὐδʼ αὖ ἐπαινετικός ἐστιν·
此外,他也不喜欢称赞他人。
διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ διʼ ὕβριν.
因此,他也不说别人的坏话,甚至不对敌人说坏话,除非是因为受到了侮辱。
καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικὸς καὶ δεητικός· σπουδάζοντος γὰρ οὕτως ἔχειν περὶ ταῦτα.
而在面对必需的事情或微不足道的事情时,他最不倾向于哀叹和恳求;因为在这些事情上表现得焦躁,是那些把它们看得很重的人的特征。
καὶ οἷος κεκτῆσθαι μᾶλλον τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων· αὐτάρκους γὰρ μᾶλλον.
他是那种更愿意拥有美丽且无用之物,而非多产和实用之物的人;因为这更符合一个自足者的特征。
καὶ κίνησις δὲ βραδεῖα τοῦ μεγαλοψύχου δοκεῖ εἶναι, καὶ φωνὴ βαρεῖα, καὶ λέξις στάσιμος·
此外,大器量之人的动作似乎也是缓慢的,声音低沉,言语稳重。
οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα σπουδάζων, οὐδὲ σύντονος ὁ μηδὲν μέγα οἰόμενος· ἡ δʼ ὀξυφωνία καὶ ἡ ταχυτὴς διὰ τούτων.
因为在少数事情上操心的人不会匆忙,而认为没有什么事物是伟大的人也不会紧张;而声音高亢和动作迅捷正是由于这些原因而产生的。
τοιοῦτος μὲν οὖν ὁ μεγαλόψυχος·
大器量之人就是这样。
ὁ δʼ ἐλλείπων μικρόψυχος, ὁ δʼ ὑπερβάλλων χαῦνος.
而不足者是卑吝的,过度者则是虚荣的。
οὐ κακοὶ μὲν οὖν δοκοῦσιν εἶναι οὐδʼ οὗτοι (οὐ γὰρ κακοποιοί εἰσιν), ἡμαρτημένοι δέ.
然而,这些人似乎也不是坏人(因为他们不做恶事),而只是犯了错误。
ὁ μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶν ἑαυτὸν ἀποστερεῖ ὧν ἄξιός ἐστι, καὶ ἔοικε κακὸν ἔχειν τι ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτὸν τῶν ἀγαθῶν, καὶ ἀγνοεῖν δʼ ἑαυτόν· ὠρέγετο γὰρ ἂν ὧν ἄξιος ἦν, ἀγαθῶν γε ὄντων.
因为卑吝的人,虽然配得上好的事物,却剥夺了自己应得的事物,并且从他不认为自己配得上善物这一点来看,他似乎有什么缺陷,而且也不了解自己;否则他就会渴望自己配得上的事物,因为它们确实是好的。
οὐ μὴν ἠλίθιοί γε οἱ τοιοῦτοι δοκοῦσιν εἶναι, ἀλλὰ μᾶλλον ὀκνηροί.
然而,这样的人并不被认为是愚蠢的,而更多是畏缩的。
ἡ τοιαύτη δὲ δόξα δοκεῖ καὶ χείρους ποιεῖν· ἕκαστοι γὰρ ἐφίενται τῶν κατʼ ἀξίαν, ἀφίστανται δὲ καὶ τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀνάξιοι ὄντες, ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν.
而这种看法似乎也使他们变得更糟;因为每个人都追求与自己价值相符的事物,但他们却因为认为自己不配,而远离了高尚的行为和追求,对外在的善也是同样。
οἱ δὲ χαῦνοι ἠλίθιοι καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτʼ ἐπιφανῶς· οὐ γὰρ ἄξιοι ὄντες τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται·
而虚荣的人则是愚蠢且不了解自己的,并且这表现得十分明显;因为他们配不上却去尝试那些荣誉的事情,接着就被揭穿了。
καὶ ἐσθῆτι κοσμοῦνται καὶ σχήματι καὶ τοῖς τοιούτοις, καὶ βούλονται τὰ εὐτυχήματα καὶ φανερὰ εἶναι αὑτῶν, καὶ λέγουσι περὶ αὐτῶν ὡς διὰ τούτων τιμηθησόμενοι.
他们还用精致的衣服和身段等事物来装饰自己,并希望自己的好运为人所知,谈论这些就好像他们会因此受到尊重一样。
ἀντιτίθεται δὲ τῇ μεγαλοψυχίᾳ ἡ μικροψυχία μᾶλλον τῆς χαυνότητος· καὶ γὰρ γίνεται μᾶλλον καὶ χεῖρόν ἐστιν.
而与大器量相对立的,更多是卑吝,而非虚荣;因为卑吝更常发生,也更糟糕。
ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμήν ἐστι μεγάλην, ὥσπερ εἴρηται.
因此,大器量正如所说,是关于重大名誉的。

词汇与语法注释

  1. 1124bδιὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί, οὐδʼ οἱ Λάκωνες πρὸς τοὺς Ἀθηναίους, ἀλλʼ ἃ πεπόνθεσαν εὖ. — 在这一节中,为了突出对比,省略了部分词语。前半句“忒提斯也不向宙斯提起她所施予的恩惠”使用了“带对格的不定式”结构(τὴν Θέτιν οὐ λέγειν)。后半句“拉刻代蒙人也不向雅典人提起……”中,省略了不定式 λέγειν 或直说过去时动词如 ἔλεγον,保留了主格名词 οἱ Λάκωνες 作为主语。两处对比的焦点在于,他们所提及的不是“自己施予的恩惠(τὰς εὐεργεσίας)”,而是“自己接受过的恩惠(ἃ πεπόνθεσαν εὖ)”。
  2. 1124bἐπʼ ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν — 介词 ἐπί(带与格,意为“对于”、“在……面前”)与 ἐν(带与格,意为“在……之中”、“在……面前”)在此处构成对比。在前者(ἐπʼ ἐκείνοις,即地位和富有之人)面前展现尊严是高尚且慷慨的,而在后者(ἐν τοῖς ταπεινοῖς,即地位卑微之人)面前这样做则是粗俗的(φορτικόν)。这一对比在下文的直喻中得到了进一步加强,即“对弱者(τοὺς ἀσθενεῖς)炫耀力量(ἰσχυρίζεσθαι)”。
  3. 1125aἔοικε κακὸν ἔχειν τι ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτὸν τῶν ἀγαθῶν — 介词短语 ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτόν 是一个带冠词不定式的否定因果结构,意为“由于不认为自己配得上[善物]”。这一态度被指出是卑吝者似乎拥有“某种缺陷或坏处(κακόν)”以及缺乏自我认知(ἀγνοεῖν ἑαυτόν)的原因。

引用这一段

亚里士多德, 尼各马可伦理学 §4.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:4.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。