Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.9

忍受痛苦的勇敢及其快乐的目的

第 34 段,共 123 段 · 希腊语

内容简介

勇敢主要关乎忍受可怕的痛苦(如死亡和创伤)而非自信,尽管其终极目的是快乐的,却被周围的痛苦所遮蔽。德性越高、越幸福的人在面对死亡时感到的痛苦也越深,因为他们深知自己将被剥夺最大的善,但他们仍会为了高尚而选择它。

§3.9περὶ θάρρη δὲ καὶ φόβους ἡ ἀνδρεία οὖσα οὐχ ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά·
勇敢虽然与自信和恐惧相关,但并不同样地与两者相关,而是更多地与可怕的事物相关。
ὁ γὰρ ἐν τούτοις ἀτάραχος καὶ περὶ ταῦθʼ ὡς δεῖ ἔχων ἀνδρεῖος μᾶλλον ἢ ὁ περὶ τὰ θαρραλέα.
因为在这些可怕的事物中不发生动摇、并对其持有应有态度的人,比起在那些令人自信的事物中如此的人,更是勇敢的。
τῷ δὴ τὰ λυπηρὰ ὑπομένειν, ὡς εἴρηται, ἀνδρεῖοι λέγονται.
因此,正如所说,人们是因为忍受痛苦的事物而被称作勇敢的。
διὸ καὶ ἐπίλυπον ἡ ἀνδρεία, καὶ δικαίως ἐπαινεῖται· χαλεπώτερον γὰρ τὰ λυπηρὰ ὑπομένειν ἢ τῶν ἡδέων ἀπέχεσθαι.
所以勇敢也是伴随着痛苦的,并且理所当然地受到赞扬;因为忍受痛苦的事物,比起节制快乐的事物更为困难。
οὐ μὴν ἀλλὰ δόξειεν ἂν εἶναι τὸ κατὰ τὴν ἀνδρείαν τέλος ἡδύ, ὑπὸ τῶν κύκλῳ δʼ ἀφανίζεσθαι, οἷον κἀν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται· τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ, οὗ ἕνεκα, ὁ στέφανος καὶ αἱ τιμαί, τὸ δὲ τύπτεσθαι ἀλγεινόν, εἴπερ σάρκινοι, καὶ λυπηρόν, καὶ πᾶς ὁ πόνος· διὰ δὲ τὸ πολλὰ ταῦτʼ εἶναι, μικρὸν ὂν τὸ οὗ ἕνεκα οὐδὲν ἡδὺ φαίνεται ἔχειν.
然而,符合勇敢的终极目的似乎是快乐的,只是被周围的境遇所遮蔽,正如在体育竞技中所发生的那样;因为对于拳击手来说,作为终极目的、也是他们行动所为之努力的花冠和荣誉是快乐的,但被击打却是痛苦的,毕竟他们是有血肉之躯的,而且是难受的,所有的劳顿也是如此;但由于这些痛苦的事情很多,而作为目的的那一点却显得很小,因而似乎不含有任何快乐。
εἰ δὴ τοιοῦτόν ἐστι καὶ τὸ περὶ τὴν ἀνδρείαν, ὁ μὲν θάνατος καὶ τὰ τραύματα λυπηρὰ τῷ ἀνδρείῳ καὶ ἄκοντι ἔσται, ὑπομενεῖ δὲ αὐτὰ ὅτι καλὸν ἢ ὅτι αἰσχρὸν τὸ μή.
如果关于勇敢的事情也是如此,那么死亡和创伤对于勇敢者而言将是痛苦且非其所愿的,但他仍将忍受它们,因为这样做是高尚的,或者不这样做是可耻的。
καὶ ὅσῳ ἂν μᾶλλον τὴν ἀρετὴν ἔχῃ πᾶσαν καὶ εὐδαιμονέστερος ᾖ, μᾶλλον ἐπὶ τῷ θανάτῳ λυπήσεται· τῷ τοιούτῳ γὰρ μάλιστα ζῆν ἄξιον, καὶ οὗτος μεγίστων ἀγαθῶν ἀποστερεῖται εἰδώς, λυπηρὸν δὲ τοῦτο.
并且,他越是完整地拥有全部德性、越是幸福,他就越会对死亡感到痛苦;因为对于这样的人来说,活着是最有价值的,而他清楚地知道自己正在被剥夺最大的善,这自然是痛苦的。
ἀλλʼ οὐδὲν ἧττον ἀνδρεῖος, ἴσως δὲ καὶ μᾶλλον, ὅτι τὸ ἐν τῷ πολέμῳ καλὸν ἀντʼ ἐκείνων αἱρεῖται.
但他并没有因此减少勇敢,也许反而更加勇敢,因为他选择用战争中的高尚来代替那些善。
οὐ δὴ ἐν ἁπάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει, πλὴν ἐφʼ ὅσον τοῦ τέλους ἐφάπτεται.
因此,并不是在所有的德性活动中都存在着快乐地活动,除非是在触及终极目的的范围内。
στρατιώτας δʼ οὐδὲν ἴσως κωλύει μὴ τοὺς τοιούτους κρατίστους εἶναι, ἀλλὰ τοὺς ἧττον μὲν ἀνδρείους, ἄλλο δʼ ἀγαθὸν μηδὲν ἔχοντας· ἕτοιμοι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους, καὶ τὸν βίον πρὸς μικρὰ κέρδη καταλλάττονται.
然而,也许这并不妨碍那些并非如此、在勇敢上较差且没有其他优点的人,成为最优秀的士兵;因为他们随时准备面对危险,并为了微小的利益而交换自己的生命。
περὶ μὲν οὖν ἀνδρείας ἐπὶ τοσοῦτον εἰρήσθω· τί δʼ ἐστίν, οὐ χαλεπὸν τύπῳ γε περιλαβεῖν ἐκ τῶν εἰρημένων.
关于勇敢,就谈到这里;至于它是什么,从前述内容中以大纲形式加以把握并不困难。

词汇与语法注释

  1. 1117a32τῷ δὴ τὰ λυπηρὰ ὑπομένειν — 与格中性冠词 `τῷ` 使不定式 `ὑπομένειν`(带宾语 `τὰ λυπηρὰ`)名词化,在此用作表示原因或手段的与格,意为“通过忍受痛苦的事物(或因此)”。
  2. 1117b2ὑπὸ τῶν κύκλῳ δʼ ἀφανίζεσθαι — 被动语态不定式 `ἀφανίζεσθαι`(主语是 `τὸ κατὰ τὴν ἀνδρείαν τέλος`)与表示施动者或原因的 `ὑπό` 加属格 `τῶν κύκλῳ` 连用。`τῶν κύκλῳ`(字面意为“周围的事物”)指的是勇敢行为中伴随的“周围的(附随的)痛苦境遇”。
  3. 1117b9ὅσῳ ἂν μᾶλλον τὴν ἀρετὴν ἔχῃ πᾶσαν — 由表示程度差异的与格 `ὅσῳ`(“越是……”)引导,结合泛指小词 `ἄν` 和虚拟语气 `ἔχῃ`(及 `ᾖ`)构成条件关系从句。它与主句的将来直陈式 `λυπήσεται` 相呼应,表达一个普遍的真理:“越是完整地拥有美德,就越会对死亡感到痛苦”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。