Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.8#2

源于激情、乐观与无知的似是而非的勇敢

第 33 段,共 123 段 · 希腊语

内容简介

本文分析了源于激情、乐观和无知的行为与真正勇敢的区别,并指出真正的勇敢是面对突发恐惧时能保持镇定的品质状态。

§3.8#2καὶ τὸν θυμὸν δʼ ἐπὶ τὴν ἀνδρείαν φέρουσιν· ἀνδρεῖοι γὰρ εἶναι δοκοῦσι καὶ οἱ διὰ θυμὸν ὥσπερ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς·
人们也将激情归于勇敢;因为那些因激情而像野兽般冲向伤己者的人,也似乎是勇敢的,因为勇敢者也是意气风发的。
ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηρος "σθένος ἔμβαλε θυμῷ" καὶ "μένος καὶ θυμὸν ἔγειρε" καὶ "δριμὺ δʼ ἀνὰ ῥῖνας μένος" καὶ "ἔζεσεν αἷμα· " πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν.
因为激情在面对危险时最具有冲动性,因此荷马也说“将力量注入激情”,以及“唤起斗志与激情”,以及“鼻中涌出辛辣的怒气”,以及“热血沸腾”;因为所有此类说法似乎都表示激情的激发与冲动。
οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν, ὁ δὲ θυμὸς συνεργεῖ αὐτοῖς· τὰ θηρία δὲ διὰ λύπην· διὰ γὰρ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, ἐπεὶ ἐάν γε ἐν ὕλῃ ᾖ, οὐ προσέρχονται.
那么,勇敢者是出于高尚而行动,而激情只是协助他们;但野兽却是出于痛苦,因为它们是由于挨打或由于害怕,因为如果它们待在森林里,它们就不会走过来。
οὐ δή ἐστιν ἀνδρεῖα διὰ τὸ ὑπʼ ἀλγηδόνος καὶ θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον ὁρμᾶν, οὐθὲν τῶν δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι εἶεν πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν.
所以,由于受到痛苦和激情的驱使而冲向危险、却对危险未加预见,它们绝非勇敢;因为照这样看,驴在饥饿时也会是勇敢的,因为它们即使挨打也不肯离开牧草;奸夫也因欲望而做出许多冒险的事。
φυσικωτάτη δʼ ἔοικεν ἡ διὰ τὸν θυμὸν εἶναι, καὶ προσλαβοῦσα προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἀνδρεία εἶναι.
而出于激情的勇敢似乎最合乎自然,如果它再加上抉择和目的,就是勇敢。
καὶ οἱ ἄνθρωποι δὴ ὀργιζόμενοι μὲν ἀλγοῦσι, τιμωρούμενοι δʼ ἥδονται· οἱ δὲ διὰ ταῦτα μαχόμενοι μάχιμοι μέν, οὐκ ἀνδρεῖοι δέ· οὐ γὰρ διὰ τὸ καλὸν οὐδʼ ὡς ὁ λόγος, ἀλλὰ διὰ πάθος· παραπλήσιον δʼ ἔχουσί τι.
人们在愤怒时感到痛苦,在复仇时感到快乐;但为了这些原因而战斗的人是好斗的,而不是勇敢的;因为他们不是为了高尚,也不是按照理性的要求,而是由于情感;但他们拥有一种非常相似的东西。
οὐδὲ δὴ οἱ εὐέλπιδες ὄντες ἀνδρεῖοι· διὰ γὰρ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι θαρροῦσιν ἐν τοῖς κινδύνοις·
那些充满希望的人模块也不是勇敢的;因为他们因为多次战胜过许多人,所以在危险中满怀信心。
παρόμοιοι δέ, ὅτι ἄμφω θαρραλέοι· ἀλλʼ οἱ μὲν ἀνδρεῖοι διὰ τὰ πρότερον εἰρημένα θαρραλέοι, οἳ δὲ διὰ τὸ οἴεσθαι κράτιστοι εἶναι καὶ μηθὲν ἂν παθεῖν.
他们相似,因为两者都充满信心;但勇敢者是因为前述的原因而满怀信心,而他们则是因为以为自己最强且不会遭受任何伤害。
τοιοῦτον δὲ ποιοῦσι καὶ οἱ μεθυσκόμενοι· εὐέλπιδες γὰρ γίνονται.
喝醉的人也做着同样的事;因为他们变得盲目乐观。
ὅταν δὲ αὐτοῖς μὴ συμβῇ τὰ τοιαῦτα, φεύγουσιν· ἀνδρείου δʼ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ φαινόμενα ὑπομένειν, ὅτι καλὸν καὶ αἰσχρὸν τὸ μή.
但当事情不符合他们的预期时,他们就逃跑;然而,承受对人而言是恐怖的、且显现为恐怖的事物,才是勇敢者的本分,因为这样做是高尚的,而不这样做则是可耻的。
διὸ καὶ ἀνδρειοτέρου δοκεῖ εἶναι τὸ ἐν τοῖς αἰφνιδίοις φόβοις ἄφοβον καὶ ἀτάραχον εἶναι ἢ ἐν τοῖς προδήλοις· ἀπὸ ἕξεως γὰρ μᾶλλον ἦν, ὅτι ἧττον ἐκ παρασκευῆς·
因此,在突如其来的恐惧中保持无畏和不沉沦,似乎比在预先显明的危险中更显勇敢;因为这更多是出于一种品质,因为较少由于准备。
τὰ προφανῆ μὲν γὰρ κἂν ἐκ λογισμοῦ καὶ λόγου τις προέλοιτο, τὰ δʼ ἐξαίφνης κατὰ τὴν ἕξιν.
因为对于预先显明的事物,人也可以根据计算和理性做出选择,而对于突发事件,则是根据品质做出选择。
ἀνδρεῖοι δὲ φαίνονται καὶ οἱ ἀγνοοῦντες, καὶ εἰσὶν οὐ πόρρω τῶν εὐελπίδων, χείρους δʼ ὅσῳ ἀξίωμα οὐδὲν ἔχουσιν, ἐκεῖνοι δέ.
那些无知的人也显得勇敢,他们与盲目乐观的人相差不远,但他们要差一些,因为他们没有任何自尊,而那些盲目乐观的人则有。
διὸ καὶ μένουσί τινα χρόνον· οἱ δʼ ἠπατημένοι, ἐὰν γνῶσιν ὅτι ἕτερον ἢ ὑποπτεύσωσι, φεύγουσιν· ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις.
因此,他们也坚守了一定时间;但那些受骗的人,一旦发现或怀疑情况有所不同,就立刻逃跑;这正是阿耳戈斯人在遭遇拉刻代蒙人(把他们当成了西基翁人)时所遭受的命运。
οἵ τε δὴ ἀνδρεῖοι εἴρηνται ποῖοί τινες, καὶ οἱ δοκοῦντες ἀνδρεῖοι.
至此,我们已经说明了真正的勇敢者是怎样的人,以及那些看似勇敢的人是怎样的人。

词汇与语法注释

  1. 1116b25ὥσπερ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα — 中性复数主格分词 φερόμενα 与从句中的主语 τὰ θηρία(中性复数)在性、数、格上一致,描绘了野兽袭击伤己者的本能行为。这一形象作为隐喻,用以形容仅受激情驱使而冲向危险的人。
  2. 1117a4-5καὶ προσλαβοῦσα προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἀνδρεία εἶναι. — 主格阴性单数分词 προσλαβοῦσα 的主语是前句中的“出于激情的勇敢”。在上下文中,该分词起条件作用(“如果加上……”),而不定式 εἶναι 则隶属于前句的主动词 ἔοικ演,引导出“便成为(似乎是)真正的勇敢”这一结论。
  3. 1117a17ἀνδρείου δʼ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ φαινόμενα ὑπομένειν — 属格 ἀνδρείου 是表示特征或本分的物主属格(“是勇敢者的本分”)。此外,过去时动词 ἦν 是亚里士多德在指代既有定义或本质规定时常用的“哲学不完了过去时”,用以表达普遍的当下真理。
  4. 1117a20ἀπὸ ἕξεως γὰρ μᾶλλον ἦν, ὅτι ἧττον ἐκ παρασκευῆς — 非人称动词 ἦν 的主语承前,即“在突发恐惧中保持无畏和不沉沦”。这里的 ἦν 与上文相同,也是表示定义和性质描述的不完了过去时。此句对比了“源于品质”(ἀπὸ ἕξεως)与“源于准备”(ἐκ παρασκευῆς)这两种行为来源。
  5. 1117a26ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις. — 关系代词 ὅπερ 以上文所述的“发现或怀疑真相后便逃跑”这一事实为先行词。与格的 Σικυωνίοις 与表示主观认定的 ὡς 连用,与 τοῖς Λάκωσιν(拉刻代蒙人)并列,表示“把拉刻代蒙人当作西基翁人”这一主观误认。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。