Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.10

节制所关涉的身体快乐

第 35 段,共 123 段 · 希腊语

内容简介

继勇敢之后,作者开始探讨节制,在区分精神快乐与身体快乐的基础上,论述了节制与放纵特别关乎触觉和味觉这两种与其他动物所共有的身体快乐。

§3.10μετὰ δὲ ταύτην περὶ σωφροσύνης λέγωμεν· δοκοῦσι γὰρ τῶν ἀλόγων μερῶν αὗται εἶναι αἱ ἀρεταί.
在这一德性之后,让我们来讨论节制;因为这两种德性似乎都属于灵魂的无理性部分。
ὅτι μὲν οὖν μεσότης ἐστὶ περὶ ἡδονὰς ἡ σωφροσύνη, εἴρηται ἡμῖν· ἧττον γὰρ καὶ οὐχ ὁμοίως ἐστὶ περὶ τὰς λύπας· ἐν τοῖς αὐτοῖς δὲ καὶ ἡ ἀκολασία φαίνεται.
我们已经说过,节制是关于快乐的中庸;因为它较少且不以同样的方式关于痛苦;在同样的事物中,放纵也表现出来。
περὶ ποίας οὖν τῶν ἡδονῶν, νῦν ἀφορίσωμεν.
那么,关于哪种快乐,我们现在予以界定。
διῃρήσθωσαν δὴ αἱ ψυχικαὶ καὶ αἱ σωματικαί, οἷον φιλοτιμία φιλομάθεια· ἑκάτερος γὰρ τούτων χαίρει, οὗ φιλητικός ἐστιν, οὐδὲν πάσχοντος τοῦ σώματος, ἀλλὰ μᾶλλον τῆς διανοίας· οἱ δὲ περὶ τὰς τοιαύτας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται.
让我们把灵魂的快乐和身体的快乐区别开来,例如好名和好学;因为这两个类别中的每一个人,都在他所爱好的事物中获得快乐,此时身体并未受到任何影响,而是理智在受影响;但那些关于这类快乐的人,既不被称为节制的,也不被称为放纵的。
ὁμοίως δʼ οὐδʼ οἱ περὶ τὰς ἄλλας ὅσαι μὴ σωματικαί εἰσιν· τοὺς γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τῶν τυχόντων κατατρίβοντας τὰς ἡμέρας ἀδολέσχας, ἀκολάστους δʼ οὐ λέγομεν, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις.
同样,对于其他非身体的快乐有关的人也是如此;因为那些喜爱听故事、喜欢叙述、在偶然发生的琐事中消磨时光的人,我们称之为唠叨者,而不称他们为放纵的,也不把那些因财富或朋友而悲伤的人(称为放纵的)。
περὶ δὲ τὰς σωματικὰς εἴη ἂν ἡ σωφροσύνη, οὐ πάσας δὲ οὐδὲ ταύτας· οἱ γὰρ χαίροντες τοῖς διὰ τῆς ὄψεως, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται· καίτοι δόξειεν ἂν εἶναι καὶ ὡς δεῖ χαίρειν καὶ τούτοις, καὶ καθʼ ὑπερβολὴν καὶ ἔλλειψιν.
但是,节制应该是关于身体的快乐,但也并非所有的身体快乐都是如此;因为那些在通过视觉看到的事物中获得快乐的人,例如色彩、形状和绘画,既不被称为节制的,也不被称为放纵的;尽管似乎也可以以应有的方式在这些事物中获得快乐,以及以过度和不及的方式。
ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ τὴν ἀκοήν· τοὺς γὰρ ὑπερβεβλημένως χαίροντας μέλεσιν ἢ ὑποκρίσει οὐθεὶς ἀκολάστους λέγει, οὐδὲ τοὺς ὡς δεῖ σώφρονας.
在关于听觉的事物中也是如此;因为没有人把过度在歌曲或表演中获得快乐的人称为放纵的,也没有人把以应有的方式的人称为节制的。
οὐδὲ τοὺς περὶ τὴν ὀσμήν, πλὴν κατὰ συμβεβηκός· τοὺς γὰρ χαίροντας μήλων ἢ ῥόδων ἢ θυμιαμάτων ὀσμαῖς οὐ λέγομεν ἀκολάστους, ἀλλὰ μᾶλλον τοὺς μύρων ἢ ὄψων· χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμημάτων.
对于关于嗅觉的人也是如此,除非是由于偶性;因为我们不把那些在苹果、玫瑰或熏香的香气中获得快乐的人称为放纵的,而是把那些在香水或美味的香气中(获得快乐的人称为放纵的);因为放纵的人在这些事物中感到快乐,是因为通过这些香气,他们对欲望对象的记忆被唤醒。
ἴδοι δʼ ἄν τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσι, χαίροντας ταῖς τῶν βρωμάτων ὀσμαῖς· τὸ δὲ τοιούτοις χαίρειν ἀκολάστου· τούτῳ γὰρ ἐπιθυμήματα ταῦτα.
我们也可以看到其他人在饥饿时,也会在食物的香气中获得快乐;但是,在这种事物中获得快乐是放纵者的特征;因为对于他来说,这些才是欲望的对象。
οὐκ ἔστι δὲ οὐδʼ ἐν τοῖς ἄλλοις ζῴοις κατὰ ταύτας τὰς αἰσθήσεις ἡδονὴ πλὴν κατὰ συμβεβηκός.
而在其他动物中,除了由于偶性,也不存在根据这些感官的快乐。
οὐδὲ γὰρ ταῖς ὀσμαῖς τῶν λαγωῶν αἱ κύνες χαίρουσιν ἀλλὰ τῇ βρώσει, τὴν δʼ αἴσθησιν ἡ ὀσμὴ ἐποίησεν· οὐδʼ ὁ λέων τῇ φωνῇ τοῦ βοὸς ἀλλὰ τῇ ἐδωδῇ· ὅτι δʼ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο, καὶ χαίρειν δὴ ταύτῃ φαίνεται· ὁμοίως δʼ οὐδʼ ἰδὼν "ἢ ἔλαφον ἢ ἄγριον αἶγα," ἀλλʼ ὅτι βορὰν ἕξει.
因为狗并不是在野兔的嗅觉中获得快乐,而是在吃它时获得快乐,只是气味引起了这种感觉;狮子也不是在公牛的声音中获得快乐,而是在吃它时获得快乐;但它通过声音感知到了牛在附近,因而显得在这个声音中获得快乐;同样,它也不是因为看到了 “一头鹿或一只野山羊” (而快乐),而是因为他将获得食物。
περὶ τὰς τοιαύτας δʼ ἡδονὰς ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστὶν ὧν καὶ τὰ λοιπὰ ζῷα κοινωνεῖ, ὅθεν ἀνδραποδώδεις καὶ θηριώδεις φαίνονται· αὗται δʼ εἰσὶν ἁφὴ καὶ γεῦσις.
而节制和放纵是关于那些其他动物也共同分享的快乐,因此它们显得是奴性的和兽性的;而这些就是触觉和味觉。
φαίνονται δὲ καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ οὐθὲν χρῆσθαι· τῆς γὰρ γεύσεώς ἐστιν ἡ κρίσις τῶν χυμῶν, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ τὰ ὄψα ἀρτύοντες· οὐ πάνυ δὲ χαίρουσι τούτοις, ἢ οὐχ οἵ γε ἀκόλαστοι, ἀλλὰ τῇ ἀπολαύσει, ἣ γίνεται πᾶσα διʼ ἁφῆς καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς καὶ τοῖς ἀφροδισίοις λεγομένοις.
但他们似乎对味觉的使用极少或根本不用;因为味觉的作用在于对味道的鉴别,这就是那些品酒者和调制调味品的人所做的事;但他们并不是非常在这些事物中获得快乐,或者至少放纵的人不是如此,而是在享受中获得快乐,这完全是通过在食物、饮料以及所谓的性爱事物中的触觉而产生的。
διὸ καὶ ηὔξατό τις ὀψοφάγος ὢν τὸν φάρυγγα αὑτῷ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος τῇ ἁφῇ.
因此,某个饕餮之徒曾祈求自己的喉咙变得比鹤的还要长,因为他享受这种触觉。
κοινοτάτη δὴ τῶν αἰσθήσεων καθʼ ἣν ἡ ἀκολασία· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι οὐχ ᾗ ἄνθρωποί ἐσμεν ὑπάρχει, ἀλλʼ ᾗ ζῷα.
因此,放纵所涉及的感官是感官中最共同的;而且它似乎理当然地是应受指责的,因为它不属于我们作为人的部分,而属于我们作为动物的部分。
τὸ δὴ τοιούτοις χαίρειν καὶ μάλιστα ἀγαπᾶν θηριῶδες.
因此,在这些事物中获得快乐并最为喜爱,是兽性的。
καὶ γὰρ αἱ ἐλευθεριώταται τῶν διὰ τῆς ἁφῆς ἡδονῶν ἀφῄρηνται, οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ τῆς θερμασίας γινόμεναι· οὐ γὰρ περὶ πᾶν τὸ σῶμα ἡ τοῦ ἀκολάστου ἁφή, ἀλλὰ περί τινα μέρη.
因为即使是触觉带来的最自由的快乐也被排除了,例如在体育馆中通过按摩和热力产生的快乐;因为放纵者的触觉并非关乎整个身体,而只关乎某些部位。

词汇与语法注释

  1. ¦1118a¦κατὰ συμβεβηκός — 意为“由于偶性”或“附带地”。此处指并非从嗅觉等感官本身直接获得快乐,而是通过该气味唤起对食物或性欲等其他本质性欲望的记忆,从而间接地带来快乐。
  2. ¦1118a¦ἀκολάστου — 用作谓语的所属或特征属格。承接作为主语的不定式短语 τὸ δὲ τοιούτοις χαίρειν(在这些事物中获得快乐),表示“是放纵者的特征”或“属于放纵者”。
  3. ¦1118b¦ἀφῄρηνται — 动词 ἀφαιρέω(除去、排除)的直说法语气完成时被动语态第三人称复数形式。在此处意为“被排除在外”(指从构成放纵的触觉快乐中排除),表明在体育馆中通过按摩或热力产生的触觉快乐并不包含在低俗的放纵对象之中。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。