Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.5#2

恶德的自愿性与品德总论的总结

第 29 段,共 123 段 · 希腊语

内容简介

作者通过身体缺陷的例子以及对决定论反驳的批判,论证了恶德与德性一样,在性格形成方面同样具有自愿性。最后,他总结了关于德性整体的讨论,并过渡到对具体德性的考察。

§3.5#2οὕτω δὲ καὶ τῷ ἀδίκῳ καὶ τῷ ἀκολάστῳ ἐξ ἀρχῆς μὲν ἐξῆν τοιούτοις μὴ γενέσθαι, διὸ ἑκόντες εἰσίν· γενομένοις δʼ οὐκέτι ἔστι μὴ εἶναι.
同样,对于不公之人和放纵之人,最初他们也是可以不成为这种人的,因此他们是自愿成为如此的;但一旦成为了这样的人,他们就不再可能不成为这样的人了。
οὐ μόνον δʼ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοί εἰσιν, ἀλλʼ ἐνίοις καὶ αἱ τοῦ σώματος, οἷς καὶ ἐπιτιμῶμεν·
不仅灵魂的恶德是自愿的,对某些人来说,身体的恶德也是自愿的,事实上我们也会予以非难。
τοῖς μὲν γὰρ διὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ διʼ ἀγυμνασίαν καὶ ἀμέλειαν.
因为对于因天性而丑陋的人,没有人会非难,但对于因缺乏锻炼和疏忽而丑陋的人,人们却会予以非难。
ὁμοίως δὲ καὶ περὶ ἀσθένειαν καὶ πήρωσιν· οὐθεὶς γὰρ ἂν ὀνειδίσειε τυφλῷ φύσει ἢ ἐκ νόσου ἢ ἐκ πληγῆς, ἀλλὰ μᾶλλον ἐλεήσαι· τῷ δʼ ἐξ οἰνοφλυγίας ἢ ἄλλης ἀκολασίας πᾶς ἂν ἐπιτιμήσαι.
对于疾病和残疾也是如此;因为对于因天性、疾病或打击而失明的人,没有人会责备,反而会同情他;但对于因酗酒或其他放纵而失明的人,人人人皆予以非难。
τῶν δὴ περὶ τὸ σῶμα κακιῶν αἱ ἐφʼ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ μὴ ἐφʼ ἡμῖν οὔ.
因此,在关于身体的恶德中,取决于我们的会受到非难,而不取决于我们的则不会。
εἰ δʼ οὕτω, καὶ ἐπὶ τῶν ἄλλων αἱ ἐπιτιμώμεναι τῶν κακιῶν ἐφʼ ἡμῖν ἂν εἶεν.
如果如此,那么在其他事物中,受到非难的恶德也应当是取决于我们的。
εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας οὐ κύριοι, ἀλλʼ ὁποῖός ποθʼ ἕκαστός ἐστι, τοιοῦτο καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος ἑαυτῷ τῆς ἕξεώς ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος· εἰ δὲ μή, οὐθεὶς αὑτῷ αἴτιος τοῦ κακοποιεῖν, ἀλλὰ διʼ ἄγνοιαν τοῦ τέλους ταῦτα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθαι, ἡ δὲ τοῦ τέλους ἔφεσις οὐκ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ᾗ κρινεῖ καλῶς καὶ τὸ κατʼ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, καὶ ἔστιν εὐφυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρʼ ἑτέρου μὴ οἷόν τε λαβεῖν μηδὲ μαθεῖν, ἀλλʼ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυΐα.
但是,如果有人说,所有人都追求表面的善,而对于表面的显现,人们并非主宰,而是每个人的性格如何,目的就如何向他显现:那么,一方面,如果每个人在某种程度上是其自身品质状态的起因,那么他自己在某种程度上也应当是这种显现的起因;另一方面,如果不是这样,就没有人是自己作恶的起因,而是由于对目的的无知才做出这些行为,以为通过这些手段会给自己带来最好的结果;并且,对目的的追求就不是自选的了,而是必须天生拥有某种类似视觉的东西,用以正确地进行判断并选择真正的善,而在这方面天生完满的人就是“天资聪颖者”;因为这最大、最高尚的东西,是无法从他人那里接受或学习的,而只能保持其天然的样子,这种天生的良好和高尚状态才将是完全且真正的“良好天资”。
εἰ δὴ ταῦτʼ ἐστὶν ἀληθῆ, τί μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἔσται ἑκούσιον;
如果这些都是真的,那么德性为什么会比恶德更具有自愿性呢?
ἀμφοῖν γὰρ ὁμοίως, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τὸ τέλος φύσει ἢ ὁπωσδήποτε φαίνεται καὶ κεῖται, τὰ δὲ λοιπὰ πρὸς τοῦτο ἀναφέροντες πράττουσιν ὁπωσδήποτε.
因为对于好人和坏人两者来说,目的是同样通过天性或以某种方式显现并确立的,而他们做其余的事,都是在任何情况下将其归结于这一目的。
εἴτε δὴ τὸ τέλος μὴ φύσει ἑκάστῳ φαίνεται οἱονδήποτε, ἀλλά τι καὶ παρʼ αὐτόν ἐστιν, εἴτε τὸ μὲν τέλος φυσικόν, τῷ δὲ τὰ λοιπὰ πράττειν ἑκουσίως τὸν σπουδαῖον ἡ ἀρετὴ ἑκούσιόν ἐστιν, οὐθὲν ἧττον καὶ ἡ κακία ἑκούσιον ἂν εἴη· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ διʼ αὐτὸν ἐν ταῖς πράξεσι καὶ εἰ μὴ ἐν τῷ τέλει.
因此,无论是目的并不是通过天性以某种特定方式向每个人显现、而是也有某些东西取决于他自己,还是目的本身是自然的、而由于优秀的人自愿行其余的事从而德性是自愿的,恶德也同样是自愿的;因为对于坏人来说,他在行为中的自主性也同样存在,即使在目的上不存在。
εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί (καὶ γὰρ τῶν ἕξεων συναίτιοί πως αὐτοί ἐσμεν, καὶ τῷ ποιοί τινες εἶναι τὸ τέλος τοιόνδε τιθέμεθα), καὶ αἱ κακίαι ἑκούσιοι ἂν εἶεν· ὁμοίως γάρ.
因此,如果如人们所说,德性是自愿的(因为在某种程度上,我们自己也是我们品质状态的共同起因,且正是由于我们拥有某种特定性格,我们才确立了如此这般的目的),那么恶德也同样应当是自愿的;因为情况是相同的。
κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται ἡμῖν τό τε γένος τύπῳ, ὅτι μεσότητές εἰσιν καὶ ὅτι ἕξεις, ὑφʼ ὧν τε γίνονται, ὅτι τούτων πρακτικαὶ καὶ καθʼ αὑτάς, καὶ ὅτι ἐφʼ ἡμῖν καὶ ἑκούσιοι, καὶ οὕτως ὡς ἂν ὁ ὀρθὸς λόγος προστάξῃ.
那么,关于德性整体,我们已经粗略地说明了它们的属,即它们是中庸和品质状态,也说明了产生它们的原因,即它们在自身中实践这些事物,并且它们取决于我们、是自愿的,且是按照正确理性所指示的方式进行的。
οὐχ ὁμοίως δὲ αἱ πράξεις ἑκούσιοί εἰσι καὶ αἱ ἕξεις· τῶν μὲν γὰρ πράξεων ἀπʼ ἀρχῆς μέχρι τοῦ τέλους κύριοί ἐσμεν, εἰδότες τὰ καθʼ ἕκαστα, τῶν ἕξεων δὲ τῆς ἀρχῆς, καθʼ ἕκαστα δὲ ἡ πρόσθεσις οὐ γνώριμος, ὥσπερ ἐπὶ τῶν ἀρρωστιῶν· ἀλλʼ ὅτι ἐφʼ ἡμῖν ἦν οὕτως ἢ μὴ οὕτω χρήσασθαι, διὰ τοῦτο ἑκούσιοι.
然而,行为与品质状态并非以同样的方式是自愿的;因为对于行为,由于我们知道具体情况,我们自始至终都是主宰;但对于品质状态,我们只是其开端的主宰,而在每一个具体步骤上的累积过程却是不明显的,就像在疾病的情况下一样;但因为如何使用或不使用它们本是取决于我们的,因此品质状态是自愿的。
ἀναλαβόντες δὲ περὶ ἑκάστης εἴπωμεν τίνες εἰσὶ καὶ περὶ ποῖα καὶ πῶς· ἅμα δʼ ἔσται δῆλον καὶ πόσαι εἰσίν.
那么,让我们重新开始,分别论述每一种德性是什么、关涉哪些事物,以及如何行事;同时,德性的数量也将变得清晰。
καὶ πρῶτον περὶ ἀνδρείας.
首先是关于勇敢。

词汇与语法注释

  1. 1114bεἰ δέ τις λέγοι ὅτι — 此条件从句引入了一种决定论式的反驳,即人对表面之善的感知是由其天生性格决定的。与之相对应的归结从句(主句)被中间对对手观点的冗长阐述(从 'εἰ μὲν οὖν...' 到 '...εὐφυΐα')所延迟,直到最后才以反问的形式呈现:'εἰ δὴ ταῦτʼ ἐστὶν ἀληθῆ, τί μᾶλλον...'(如果这些是真的,那么...)。
  2. 1114bτὸ γὰρ μέγιστον καὶ κάλλιστον — 这一名词短语(“那最大、最高尚的东西”)与其后的关系从句 'ὃ παρʼ ἑτέρου μὴ οἷόν τε λαβεῖν μηδὲ μαθεῖν' 一起,作为后续不定式短语 'τὸ εὖ καὶ τὸ καλῶς τοῦτο ʽπεφυκέναι' (“天生拥有良好的状态”)的同位语或先行要素。主句的谓语部分是 'ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυΐα' (“将是完全且真正的良好天资”)。
  3. 1115aκαθʼ ἕκαστα δὲ η πρόσθεσις οὐ γνώριμος — 此句解释了行为('πράξεις')与品质状态('ἕξεις')在自愿性上的不同。行为自始至终由我们主宰,而对于品质状态,我们仅是其“开端”('ἀρχή')的主宰,而每个具体步骤('καθʼ ἕκαστα')中行为的逐渐累积过程('ἡ πρόσθεσις')则是无法察觉的('οὐ γνώριμος'),正如疾病的默默进展。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。