§3.6ὅτι μὲν οὖν μεσότης ἐστὶ περὶ φόβους καὶ θάρρη, ἤδη φανερὸν γεγένηται·
那么,勇敢是关于恐惧与敢作敢为的中庸,这已经变得很明显了。
φοβούμεθα δὲ δῆλον ὅτι τὰ φοβερά, ταῦτα δʼ ἐστὶν ὡς ἁπλῶς εἰπεῖν κακά·
显而易见,我们所恐惧的是可怕的事物,而简单来说,这些就是恶(坏事)。
διὸ καὶ τὸν φόβον ὁρίζονται προσδοκίαν κακοῦ.
因而人们也将恐惧定义为“对恶的预期”。
φοβούμεθα μὲν οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον, ἀλλʼ οὐ περὶ πάντα δοκεῖ ὁ ἀνδρεῖος εἶναι·
的确,我们恐惧所有那些恶,例如无耻之名、贫困、疾病、无友、死亡。 但勇敢者似乎并不与所有这些相关。
ἔνια γὰρ καὶ δεῖ φοβεῖσθαι καὶ καλόν, τὸ δὲ μὴ αἰσχρόν, οἷον ἀδοξίαν·
因为有些事确实是应当恐惧的,这样做也是高尚的,而不这样做则是可耻的,例如无耻之名。
ὁ μὲν γὰρ φοβούμενος ἐπιεικὴς καὶ αἰδήμων, ὁ δὲ μὴ φοβούμενος ἀναίσχυντος.
因为恐惧它的人是体面的、有羞耻心的,而不恐惧它的人则是无耻的。
λέγεται δʼ ὑπό τινων ἀνδρεῖος κατὰ μεταφοράν· ἔχει γάρ τι ὅμοιον τῷ ἀνδρείῳ· ἄφοβος γάρ τις καὶ ὁ ἀνδρεῖος.
但这种人被一些人隐喻地称为“勇敢”,因为他具有与勇敢者相似之处,因为勇敢者也是某种无所畏惧的人。
πενίαν δʼ ἴσως οὐ δεῖ φοβεῖσθαι οὐδὲ νόσον, οὐδʼ ὅλως ὅσα μὴ ἀπὸ κακίας μηδὲ διʼ αὑτόν.
另一方面,对于贫困和疾病,或者一般来说,那些非因恶德且非因自身而产生的事物,也许不应当恐惧。
ἀλλʼ οὐδʼ ὁ περὶ ταῦτα ἄφοβος ἀνδρεῖος.
但对于这些事物无所畏惧的人也不是勇敢者。
λέγομεν δὲ καὶ τοῦτον καθʼ ὁμοιότητα·
但我们也只是因其相似性才这样称呼他。
ἔνιοι γὰρ ἐν τοῖς πολεμικοῖς κινδύνοις δειλοὶ ὄντες ἐλευθέριοί εἰσι καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχουσιν.
因为有些人在战争的危险中虽是懦夫,却慷慨大度,对金钱的损失也泰然处之。
οὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖται ἢ φθόνον ἤ τι τῶν τοιούτων, δειλός ἐστιν· οὐδʼ εἰ θαρρεῖ μέλλων μαστιγοῦσθαι, ἀνδρεῖος.
再者,如果有人恐惧其妻儿受到侮辱、或受到嫉妒及此类事物,他决非懦夫;而如果他在即将挨鞭笞时毫不畏惧,他也不是勇敢者。
περὶ ποῖα οὖν τῶν φοβερῶν ὁ ἀνδρεῖος;
那么,在那些可怕的事物中,勇敢者是关涉哪些事物的呢?
ἢ περὶ τὰ μέγιστα;
难道是最大的那些吗?
οὐθεὶς γὰρ ὑπομενετικώτερος τῶν δεινῶν.
因为没有人比他更能耐受可怕的事物。
φοβερώτατον δʼ ὁ θάνατος· πέρας γάρ, καὶ οὐδὲν ἔτι τῷ τεθνεῶτι δοκεῖ οὔτʼ ἀγαθὸν οὔτε κακὸν εἶναι.
而最可怕的是死亡;因为它是终结,且对于死去的人来说,似乎不再有任何好事或坏事。
δόξειε δʼ ἂν οὐδὲ περὶ θάνατον τὸν ἐν παντὶ ὁ ἀνδρεῖος εἶναι, οἷον ἐν θαλάττῃ ἢ νόσοις.
但勇敢者似乎并非与任何情况下的死亡都相关,例如在海难中或疾病中的死亡。
ἐν τίσιν οὖν;
那么是在哪些情况下呢?
ἢ ἐν τοῖς καλλίστοις;
难道是在最为高尚的情况下吗?
τοιοῦτοι δὲ οἱ ἐν πολέμῳ· ἐν μεγίστῳ γὰρ καὶ καλλίστῳ κινδύνῳ.
战争中的死亡就是如此;因为那是在最大且最高尚的危险之中。
ὁμόλογοι δὲ τούτοις εἰσὶ καὶ αἱ τιμαὶ αἱ ἐν ταῖς πόλεσι καὶ παρὰ τοῖς μονάρχοις.
与此一致的是城邦中以及君主们那里所赋予的荣誉。
κυρίως δὴ λέγοιτʼ ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει ὑπόγυια ὄντα· τοιαῦτα δὲ μάλιστα τὰ κατὰ πόλεμον.
因此,在严格意义上,勇敢者应当是指对高尚的死亡无所畏惧的人,以及对那些迫在眉睫、带来死亡的事物无所畏惧的人;而这些事物主要是战争中的事物。
οὐ μὴν ἀλλὰ καὶ ἐν θαλάττῃ καὶ ἐν νόσοις ἀδεὴς ὁ ἀνδρεῖος, οὐχ οὕτω δὲ ὡς οἱ θαλάττιοι·
当然,勇敢者在海难中和疾病中也是无所畏惧的,但并不像水手们那样。
οἳ μὲν γὰρ ἀπεγνώκασι τὴν σωτηρίαν καὶ τὸν θάνατον τὸν τοιοῦτον δυσχεραίνουσιν, οἳ δὲ εὐέλπιδές εἰσι παρὰ τὴν ἐμπειρίαν.
因为勇敢者已经放弃了得救的希望并对这种(毫无高尚可言的)死亡感到厌恶,而水手们则因其经验而抱有希望。
ἅμα δὲ καὶ ἀνδρίζονται ἐν οἷς ἐστὶν ἀλκὴ ἢ καλὸν τὸ ἀποθανεῖν· ἐν ταῖς τοιαύταις δὲ φθοραῖς οὐδέτερον ὑπάρχει.
与此同时,人们展示英勇是在有防御能力或死亡是高尚的情况下;但在这种毁灭中,这两者都不存在。