§3.5#1ὄντος δὴ βουλητοῦ μὲν τοῦ τέλους, βουλευτῶν δὲ καὶ προαιρετῶν τῶν πρὸς τὸ τέλος, αἱ περὶ ταῦτα πράξεις κατὰ προαίρεσιν ἂν εἶεν καὶ ἑκούσιοι.
既然愿望的对象是目的,而考虑和抉择的对象是达到目的的手段,那么关于这些事物的行为就应当是基于抉择的、且是自愿的。
αἱ δὲ τῶν ἀρετῶν ἐνέργειαι περὶ ταῦτα.
而德性的活动也是关于这些事物的。
ἐφʼ ἡμῖν δὴ καὶ ἡ ἀρετή, ὁμοίως δὲ καὶ ἡ κακία.
因此,德性也是在我们掌控之中的,同样地,恶德也是如此。
ἐν οἷς γὰρ ἐφʼ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν, καὶ ἐν οἷς τὸ μή, καὶ τὸ ναί·
因为在那些行事取决于我们的地方,不行事也取决于我们;在那些“不”取决于我们的地方,“是”也取决于我们。
ὥστʼ εἰ τὸ πράττειν καλὸν ὂν ἐφʼ ἡμῖν ἐστί, καὶ τὸ μὴ πράττειν ἐφʼ ἡμῖν ἔσται αἰσχρὸν ὄν, καὶ εἰ τὸ μὴ πράττειν καλὸν ὂν ἐφʼ ἡμῖν, καὶ τὸ πράττειν αἰσχρὸν ὂν ἐφʼ ἡμῖν.
所以,如果行事(当它是高尚的时)取决于我们,那么不行事(当它是可耻的时)也将取决于我们。 如果不行事(当它是高尚的时)取决于我们,那么行事(当它是可耻的时)也取决于我们。
εἰ δʼ ἐφʼ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δʼ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφʼ ἡμῖν ἄρα τὸ ἐπιεικέσι καὶ φαύλοις εἶναι.
如果行高尚之事和行可耻之事都取决于我们,同样地,不行这些事也取决于我们,而这就是做个好人或坏人的本性所在,那么,成为正人君子或卑劣之徒就取决于我们了。
τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδʼ ἄκων μακάριος ἔοικε τὸ μὲν ψευδεῖ τὸ δʼ ἀληθεῖ·
而所谓“没有人自愿为恶,也没有人违愿得福”的说法,似乎部分是假的,部分是真的。
μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, ἡ δὲ μοχθηρία ἑκούσιον.
因为没有人是违愿得福的,但邪恶却是自愿的。
ἢ τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέον, καὶ τὸν ἄνθρωπον οὐ φατέον ἀρχὴν εἶναι οὐδὲ γεννητὴν τῶν πράξεων ὥσπερ καὶ τέκνων.
否则,我们就必须反驳刚才所说的话,否认人是其行为的始因和生产者,就像他是其孩子的父亲一样。
εἰ δὲ ταῦτα φαίνεται καὶ μὴ ἔχομεν εἰς ἄλλας ἀρχὰς ἀναγαγεῖν παρὰ τὰς ἐν ἡμῖν, ὧν καὶ αἱ ἀρχαὶ ἐν ἡμῖν, καὶ αὐτὰ ἐφʼ ἡμῖν καὶ ἑκούσια.
而如果这些是显而易见的,且我们无法将其归结为我们自身之外的其他始因,那么,凡是始因在我们自身之内的行为,其本身也是取决于我们且是自愿的。
τούτοις δʼ ἔοικε μαρτυρεῖσθαι καὶ ἰδίᾳ ὑφʼ ἑκάστων καὶ ὑπʼ αὐτῶν τῶν νομοθετῶν·
这一点似乎不仅在每个人的私人生活中,而且在立法者们自己那里也得到了证明。
κολάζουσι γὰρ καὶ τιμωροῦνται τοὺς δρῶντας μοχθηρά, ὅσοι μὴ βίᾳ ἢ διʼ ἄγνοιαν ἧς μὴ αὐτοὶ αἴτιοι, τοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ὡς τοὺς μὲν προτρέψοντες τοὺς δὲ κωλύσοντες.
因为他们惩罚和处罚行恶之人,只要不是被迫或者由于非因自己造成的无知而行恶,而对行高尚之事的人则给予奖励,以此来鼓励后者,阻止前者。
καίτοι ὅσα μήτʼ ἐφʼ ἡμῖν ἐστὶ μήθʼ ἑκούσια, οὐδεὶς προτρέπεται πράττειν, ὡς οὐδὲν πρὸ ἔργου ὂν τὸ πεισθῆναι μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἢ ἄλλʼ ὁτιοῦν τῶν τοιούτων· οὐθὲν γὰρ ἧττον πεισόμεθα αὐτά.
然而,对于既不取决于我们也不是自愿的事情,没有人会鼓励我们去行,因为被劝说去不感到热、不感到痛、不感到饿,或者不感到任何其他类似的事情,都是无济于事的;因为即便被说服,我们仍不免要遭受这些。
καὶ γὰρ ἐπʼ αὐτῷ τῷ ἀγνοεῖν κολάζουσιν, ἐὰν αἴτιος εἶναι δοκῇ τῆς ἀγνοίας, οἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμια·
事实上,如果某人被认为是无知的起因,他们甚至会因无知本身而惩罚他,例如对醉酒者的惩罚是双倍的。
ἡ γὰρ ἀρχὴ ἐν αὐτῷ· κύριος γὰρ τοῦ μὴ μεθυσθῆναι, τοῦτο δʼ αἴτιον τῆς ἀγνοίας.
因为起因在他自身:因为他有能力不喝醉,而喝醉正是无知的起因。
καὶ τοὺς ἀγνοοῦντάς τι τῶν ἐν τοῖς νόμοις, ἃ δεῖ ἐπίστασθαι καὶ μὴ χαλεπά ἐστι, κολάζουσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, ὅσα διʼ ἀμέλειαν ἀγνοεῖν δοκοῦσιν, ὡς ἐπʼ αὐτοῖς ὂν τὸ μὴ ἀγνοεῖν· τοῦ γὰρ ἐπιμεληθῆναι κύριοι.
而对那些对法律规定中应当知道且不难知道的事物一无所知的人,他们也会予以惩罚。 同样,在其他因疏忽而被认为无知的事情上也是如此,因为不无知本是取决于他们的,毕竟他们有能力加以注意。
ἀλλʼ ἴσως τοιοῦτός ἐστιν ὥστε μὴ ἐπιμεληθῆναι.
但是,“也许他就是那种无法加以注意的人。
ἀλλὰ τοῦ τοιούτους γενέσθαι αὐτοὶ αἴτιοι ζῶντες ἀνειμένως, καὶ τοῦ ἀδίκους ἢ ἀκολάστους εἶναι, οἳ μὲν κακουργοῦντες, οἳ δὲ ἐν πότοις καὶ τοῖς τοιούτοις διάγοντες·
”但是,正是由于放荡不羁地生活,他们自己才成了造成自己成为这种人的起因,也成了他们变得不公和放纵的起因,前者是因为行恶,后者是因为在酒宴及类似活动中度日。
αἱ γὰρ περὶ ἕκαστα ἐνέργειαι τοιούτους ποιοῦσιν.
因为在每一项具体事务上的活动,造就了相应性格的人。
τοῦτο δὲ δῆλον ἐκ τῶν μελετώντων πρὸς ἡντινοῦν ἀγωνίαν ἢ πρᾶξιν· διατελοῦσι γὰρ ἐνεργοῦντες.
这从那些为任何比赛或活动进行训练的人身上就可以看得很清楚,因为他们一直在持续进行这种活动。
τὸ μὲν οὖν ἀγνοεῖν ὅτι ἐκ τοῦ ἐνεργεῖν περὶ ἕκαστα αἱ ἕξεις γίνονται, κομιδῇ ἀναισθήτου.
因此,如果不知道从每一项活动中会产生相应的品质状态,那简直是完全麻木不仁。
ἔτι δʼ ἄλογον τὸν ἀδικοῦντα μὴ βούλεσθαι ἄδικον εἶναι ἢ τὂν ἀκολασταίνοντα ἀκόλαστον.
此外,认为行不公之事的人不希望成为不公之人,或者放纵行事的人不希望成为放纵之人,这是不合情理的。
εἰ δὲ μὴ ἀγνοῶν τις πράττει ἐξ ὧν ἔσται ἄδικος, ἑκὼν ἄδικος ἂν εἴη, οὐ μὴν ἐάν γε βούληται, ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιος.
如果某人在并非无知的情况下,做了那些会导致自己变得不公的事,他就是自愿变得不公的。 然而,这并不意味着,只要他愿意,他作为不公之人就会停止,从而成为公正之人。
οὐδὲ γὰρ ὁ νοσῶν ὑγιής. καὶ εἰ οὕτως ἔτυχεν, ἑκὼν νοσεῖ, ἀκρατῶς βιοτεύων καὶ ἀπειθῶν τοῖς ἰατροῖς.
因为生病的人也无法变得健康,哪怕他碰巧是自愿生病的——即由于生活无度且不听医生的话。
τότε μὲν οὖν ἐξῆν αὐτῷ μὴ νοσεῖν, προεμένῳ δʼ οὐκέτι, ὥσπερ οὐδʼ ἀφέντι λίθον ἔτʼ αὐτὸν δυνατὸν ἀναλαβεῖν· ἀλλʼ ὅμως ἐπʼ αὐτῷ τὸ βαλεῖν· ἡ γὰρ ἀρχὴ ἐν αὐτῷ.
在那个时候,他本来是可以不生病的,但一旦放任过去,他就不再能恢复了,正如一个人一旦扔出石头,就无法再收回它一样;但尽管如此,扔石头这件事最初是取决于他的,因为起因在他自身。