§3.4ἡ δὲ βούλησις ὅτι μὲν τοῦ τέλους ἐστὶν εἴρηται, δοκεῖ δὲ τοῖς μὲν τἀγαθοῦ εἶναι, τοῖς δὲ τοῦ φαινομένου ἀγαθοῦ.
另一方面,已经说过,愿望是指向目的的。 但有人认为愿望的对象是善,而另一些人则认为是显现的善。
συμβαίνει δὲ τοῖς μὲν βουλητὸν τἀγαθὸν λέγουσι μὴ εἶναι βουλητὸν ὃ βούλεται ὁ μὴ ὀρθῶς αἱρούμενος (εἰ γὰρ ἔσται βουλητόν, καὶ ἀγαθόν· ἦν δʼ, εἰ οὕτως ἔτυχε, κακόν), τοῖς δʼ αὖ τὸ φαινόμενον ἀγαθὸν βουλητὸν λέγουσι μὴ εἶναι φύσει βουλητόν, ἀλλʼ ἑκάστῳ τὸ δοκοῦν· ἄλλο δʼ ἄλλῳ φαίνεται, καὶ εἰ οὕτως ἔτυχε, τἀναντία.
对于那些认为善是愿望对象的人来说,结果是:那个没有正确抉择的人所愿望的东西并不是愿望的对象(因为如果它是愿望的对象,它也就应当是善;但如果碰巧如此,它其实是恶);而对于那些认为显现的善是愿望对象的人来说,结果则是:并不存在天生就是愿望对象的东西,而只是对每个人来说显得是的东西;但不同的人有不同的显现,而且如果碰巧如此,甚至会出现相反的显现。
εἰ δὲ δὴ ταῦτα μὴ ἀρέσκει, ἆρα φατέον ἁπλῶς μὲν καὶ κατʼ ἀλήθειαν βουλητὸν εἶναι τἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον;
如果这些结论都不能令人满意,那么是否应当说,无条件地且在真理上,善是愿望的对象,但对每个人来说则是显现的善?
τῷ μὲν οὖν σπουδαίῳ τὸ κατʼ ἀλήθειαν εἶναι, τῷ δὲ φαύλῳ τὸ τυχόν, ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων τοῖς μὲν εὖ διακειμένοις ὑγιεινά ἐστι τὰ κατʼ ἀλήθειαν τοιαῦτα ὄντα, τοῖς δʼ ἐπινόσοις ἕτερα, ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα·
于是,对于优秀的人来说,那是真实在起作用的,而对于卑劣的人来说,则是任何碰巧的东西。 正如在身体的情况下,对于处于良好状态的人来说,那些真正如此的事物是健康的,而对于有病的人来说,则是别的事物;同样地,在苦、甜、热、重以及其他各种事物上也是如此。
ὁ σπουδαῖος γὰρ ἕκαστα κρίνει ὀρθῶς, καὶ ἐν ἑκάστοις τἀληθὲς αὐτῷ φαίνεται.
因为优秀的人对每件事物都做出正确的判断,而且在每件事物中,真理都向他显现。
καθʼ ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστι καλὰ καὶ ἡδέα, καὶ διαφέρει πλεῖστον ἴσως ὁ σπουδαῖος τῷ τἀληθὲς ἐν ἑκάστοις ὁρᾶν, ὥσπερ κανὼν καὶ μέτρον αὐτῶν ὤν.
因为对于每一种品质状态,都有其特有的高贵和快乐的事物,而优秀的人也许在每一个个案中都能看到真理,这正是他与其他人的最大不同,他仿佛就是它们的标准和尺度。
ἐν τοῖς πολλοῖς δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικε γίνεσθαι· οὐ γὰρ οὖσα ἀγαθὸν φαίνεται.
然而,在大多数人中,迷误似乎是由于快乐而产生的,因为快乐虽不是善,却显现为善。
αἱροῦνται οὖν τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην ὡς κακὸν φεύγουσιν.
因此,他们选择快乐作为善,而把痛苦作为恶来规避。