Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.3

考虑的对象与手段以及抉择的定义

第 26 段,共 123 段 · 希腊语

内容简介

文本阐明了考虑的对象仅限于我们能力范围内、且能通过自身实现的手段,并将抉择定义为一种经过考虑的欲求。

§3.3βουλεύονται δὲ πότερον περὶ πάντων, καὶ πᾶν βουλευτόν ἐστιν, ἢ περὶ ἐνίων οὐκ ἔστι βουλή;
人们是在对一切事物进行考虑,并且一切事物都是可考虑的,还是对某些事物不能进行考虑(熟虑)?
λεκτέον δʼ ἴσως βουλευτὸν οὐχ ὑπὲρ οὗ βουλεύσαιτʼ ἄν τις ἠλίθιος ἢ μαινόμενος, ἀλλʼ ὑπὲρ ὧν ὁ νοῦν ἔχων.
也许应当说,可考虑的不是愚者或狂人所考虑的事物,而是有理性的人所考虑的事物。
περὶ δὴ τῶν ἀιδίων οὐδεὶς βουλεύεται, οἷον περὶ τοῦ κόσμου ἢ τῆς διαμέτρου καὶ τῆς πλευρᾶς, ὅτι ἀσύμμετροι.
实际上,没有人考虑永恒的事物,例如宇宙,或者对角线与边不可通约。
ἀλλʼ οὐδὲ περὶ τῶν ἐν κινήσει, ἀεὶ δὲ κατὰ ταὐτὰ γινομένων, εἴτʼ ἐξ ἀνάγκης εἴτε καὶ φύσει ἢ διά τινα αἰτίαν ἄλλην, οἷον τροπῶν καὶ ἀνατολῶν.
人们也不考虑那些处于运动中、但总是以同样方式发生的事物,无论其发生是出于必然、自然,还是由于其他某种原因,例如至点和日出。
οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως, οἷον αὐχμῶν καὶ ὄμβρων.
人们也不考虑那些因时而异的事物,例如干旱和降雨。
οὐδὲ περὶ τῶν ἀπὸ τύχης, οἷον θησαυροῦ εὑρέσεως.
也不考虑偶然的事物,例如发现财宝。
ἀλλʼ οὐδὲ περὶ τῶν ἀνθρωπίνων ἁπάντων, οἷον πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο οὐδεὶς Λακεδαιμονίων βουλεύεται.
然而,人们甚至不考虑所有的事务;例如,斯巴达人中没有人会考虑斯基泰人如何才能最好地治理国家。
οὐ γὰρ γένοιτʼ ἂν τούτων οὐθὲν διʼ ἡμῶν.
因为这些事情中没有一件是能通过我们的力量实现的。
βουλευόμεθα δὲ περὶ τῶν ἐφʼ ἡμῖν καὶ πρακτῶν·
我们考虑的是在我们能力范围之内的、且能付诸实行的事物。
ταῦτα δὲ καὶ ἔστι λοιπά.
而这些正是(排除其他原因后)所剩下来的。
αἰτίαι γὰρ δοκοῦσιν εἶναι φύσις καὶ ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ διʼ ἀνθρώπου.
因为原因似乎包括自然、必然和偶然,此外还有知性和一切通过人类起作用的原因。
τῶν δʼ ἀνθρώπων ἕκαστοι βουλεύονται περὶ τῶν διʼ αὑτῶν πρακτῶν.
每一种人都考虑那些通过他们自己的力量能付诸实行的事物。
καὶ περὶ μὲν τὰς ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλή, οἷον περὶ γραμμάτων (οὐ γὰρ διστάζομεν πῶς γραπτέον)· ἀλλʼ ὅσα γίνεται διʼ ἡμῶν, μὴ ὡσαύτως δʼ ἀεί, περὶ τούτων βουλευόμεθα, οἷον περὶ τῶν κατʼ ἰατρικὴν καὶ χρηματιστικήν, καὶ περὶ κυβερνητικὴν μᾶλλον ἢ γυμναστικήν, ὅσῳ ἧττον διηκρίβωται, καὶ ἔτι περὶ τῶν λοιπῶν ὁμοίως, μᾶλλον δὲ καὶ περὶ τὰς τέχνας ἢ τὰς ἐπιστήμας· μᾶλλον γὰρ περὶ ταύτας διστάζομεν.
此外,在精密且自给自足的科学中不存在考虑,例如关于字母(因为我们对于该如何书写并无疑问);但我们考虑那些通过我们的力量能实现、却不总是以同样方式发生的事物,例如医疗和理财方面的事务,以及关于航海术多于体育,其程度取决于航海术精密规定较少,对于其余事务也是如此;而且我们考虑技术(技艺)多于科学,因为我们对技术有更多的疑问。
τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἀδήλοις δὲ πῶς ἀποβήσεται, καὶ ἐν οἷς ἀδιόριστον.
考虑关乎那些通常发生但其结果不确定、以及尚未明确规定的事物。
συμβούλους δὲ παραλαμβάνομεν εἰς τὰ μεγάλα, ἀπιστοῦντες ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς διαγνῶναι.
对于重大事务,我们会寻求咨询者,因为不相信自己能做出充分的判断。
βουλευόμεθα δʼ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη.
我们所考虑的不是目的,而是达到目的的手段。
οὔτε γὰρ ἰατρὸς βουλεύεται εἰ ὑγιάσει, οὔτε ῥήτωρ εἰ πείσει, οὔτε πολιτικὸς εἰ εὐνομίαν ποιήσει, οὐδὲ τῶν λοιπῶν οὐδεὶς περὶ τοῦ τέλους·
因为医生不会考虑是否要治愈,雄辩家不会考虑是否要说服,政治家不会考虑是否要制定良法,其他任何人也不考虑目的。
ἀλλὰ θέμενοι τὸ τέλος τὸ πῶς καὶ διὰ τίνων ἔσται σκοποῦσι·
相反,他们在确立了目的之后,会考察这一目的将如何实现以及通过什么手段实现。
καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα ἐπισκοποῦσι, διʼ ἑνὸς δʼ ἐπιτελουμένου πῶς διὰ τούτου ἔσται κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωσιν ἐπὶ τὸ πρῶτον αἴτιον, ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν.
如果似乎可以通过多种手段实现,他们就考察通过哪种手段最容易、最美满地实现;如果只能通过一种手段实现,他们就考察如何通过这一手段实现,而该手段又如何通过别的手段实现,直到他们追溯到第一原因,这在发现的顺序上是最后的。
ὁ γὰρ βουλευόμενος ἔοικε ζητεῖν καὶ ἀναλύειν τὸν εἰρημένον τρόπον ὥσπερ διάγραμμα (φαίνεται δʼ ἡ μὲν ζήτησις οὐ πᾶσα εἶναι βούλευσις, οἷον αἱ μαθηματικαί, ἡ δὲ βούλευσις πᾶσα ζήτησις), καὶ τὸ ἔσχατον ἐν τῇ ἀναλύσει πρῶτον εἶναι ἐν τῇ γενέσει.
因为考虑者似乎是在以所述的方式进行探求和分析,就像分析几何图形一样(显然,并非所有的探求都是考虑,例如数学上的探求;但所有的考虑都是探求),并且在分析中最后的步骤在产生(行动)中是第一步。
κἂν μὲν ἀδυνάτῳ ἐντύχωσιν, ἀφίστανται, οἷον εἰ χρημάτων δεῖ, ταῦτα δὲ μὴ οἷόν τε πορισθῆναι· ἐὰν δὲ δυνατὸν φαίνηται, ἐγχειροῦσι πράττειν.
如果他们遇到了不可能的事情,他们就会放弃,例如如果需要钱,而这笔钱又无法筹集;但如果看起来是可能的,他们就着手实行。
δυνατὰ δὲ ἃ διʼ ἡμῶν γένοιτʼ ἄν· τὰ γὰρ διὰ τῶν φίλων διʼ ἡμῶν πως ἐστίν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν.
可能的事情就是通过我们的力量能实现的事情;因为通过朋友们实现的事情,在某种意义上也是通过我们的力量实现的,因为其起点在我们自身。
ζητεῖται δʼ ὁτὲ μὲν τὰ ὄργανα ὁτὲ δʼ ἡ χρεία αὐτῶν· ὁμοίως δὲ καὶ ἐν τοῖς λοιποῖς ὁτὲ μὲν διʼ οὗ ὁτὲ δὲ πῶς ἢ διὰ τίνος.
有时人们寻找的是工具,有时是工具的使用;同样在其他情况下,有时寻找的是手段,有时是如何以及通过什么来实现。
ἔοικε δή, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι ἀρχὴ τῶν πράξεων· ἡ δὲ βουλὴ περὶ τῶν αὑτῷ πρακτῶν, αἱ δὲ πράξεις ἄλλων ἕνεκα.
因此,正如所说的,人似乎是行为的起点(源泉);而考虑是关于他自己能付诸实行的事物,而行为则是为了其他事物的。
οὐ γὰρ ἂν εἴη βουλευτὸν τὸ τέλος ἀλλὰ τὰ πρὸς τὰ τέλη· οὐδὲ δὴ τὰ καθʼ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο ἢ πέπεπται ὡς δεῖ· αἰσθήσεως γὰρ ταῦτα.
因为目的不会是考虑的对象,只有达到目的的手段才是;个别的事实也不是,例如这是否是面包,或者它是否烘烤得适当;因为这些是感觉的事情。
εἰ δὲ ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει.
如果一个人总是要考虑,他就会陷入无限循环。
βουλευτὸν δὲ καὶ προαιρετὸν τὸ αὐτό, πλὴν ἀφωρισμένον ἤδη τὸ προαιρετόν· τὸ γὰρ ἐκ τῆς βουλῆς κριθὲν προαιρετόν ἐστιν.
考虑的对象和抉择的对象是相同的,只不过抉择的对象已经得到了确定;因为通过考虑所决定下来的东西,就是抉择的对象。
παύεται γὰρ ἕκαστος ζητῶν πῶς πράξει, ὅταν εἰς αὑτὸν ἀναγάγῃ τὴν ἀρχήν, καὶ αὑτοῦ εἰς τὸ ἡγούμενον· τοῦτο γὰρ τὸ προαιρούμενον.
因为当每个人把行为的起点归结为他自己,并且归结为他自己的主导部分时,他就停止了寻找该如何行动;因为正是这个主导部分做出抉择。
δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν ἀρχαίων πολιτειῶν, ἃς Ὅμηρος ἐμιμεῖτο· οἱ γὰρ βασιλεῖς ἃ προείλοντο ἀνήγγελλον τῷ δήμῳ.
这在荷马所模仿的古代政制中也是显而易见的;因为国王们把他们已经抉择的事情宣告给民众。
ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφʼ ἡμῖν, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφʼ ἡμῖν·
既然抉择的对象是在我们能力范围之内的、经过考虑而欲求的对象,那么抉择也就是对在我们能力范围之内的事物的一种经过考虑的欲求(合议性欲求)。
ἐκ τοῦ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθα κατὰ τὴν βούλευσιν.
因为我们在考虑之后做出了判断,然后根据我们的考虑进行了欲求。
ἡ μὲν οὖν προαίρεσις τύπῳ εἰρήσθω, καὶ περὶ ποῖά ἐστι καὶ ὅτι τῶν πρὸς τὰ τέλη.
关于抉择,其大略轮廓、它关乎什么样的对象以及它关乎达到目的的手段,就先谈到这里。

词汇与语法注释

  1. 1112a19βουλευτὸν οὐχ ὑπὲρ οὗ βουλεύσαιτʼ ἄν τις ἠλίθιος ἢ μαινόμενος, ἀλλʼ ὑπὲρ ὧν ὁ νοῦν ἔχων. — 在解释形容词 `βουλευτόν`(可考虑的事物)的介词短语 `ὑπέρ` + 属格中,关系代词 `οὗ` 和 `ὧν` 的先行词(分别为单数和复数的指示代词)被省略了。在语法结构上,应理解为 `οὐχ ὑπὲρ [τούτου] οὗ... ἀλλʼ ὑπὲρ [τούτων] ὧν...`。
  2. 1113a6καὶ αὑτοῦ εἰς τὸ ἡγούμενον — 该句与 `ὅταν εἰς αὑτὸν ἀναγάγῃ τὴν ἀρχήν`(当他把起点归结为他自己时)相并列,阅读时需要补出动词和宾语:`καὶ [ἀναγάγῃ τὴν ἀρχὴν] αὑτοῦ εἰς τὸ ἡγούμενον`。属格 `αὑτοῦ` 既可以修饰被省略的宾语 `τὴν ἀρχήν`(“他自己的起点”),也可以修饰 `τὸ ἡγούμενον`(“他自己的主导部分”)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。