§3.12ἑκουσίῳ δὲ μᾶλλον ἔοικεν ἡ ἀκολασία τῆς δειλίας.
放纵比怯懦更像是自愿的。
ἣ μὲν γὰρ διʼ ἡδονήν, ἣ δὲ διὰ λύπην, ὧν τὸ μὲν αἱρετόν, τὸ δὲ φευκτόν·
因为前者是由于快乐,后者是由于痛苦,在此之中,一者是值得选择的,另一者是应当规避的。
καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτο ποιεῖ.
并且痛苦会扰乱并破坏拥有者的本性,而快乐则完全不这么做。
μᾶλλον δὴ ἑκούσιον.
因此,[放纵]确实更加自愿。
διὸ καὶ ἐπονειδιστότερον· καὶ γὰρ ἐθισθῆναι ῥᾷον πρὸς αὐτά· πολλὰ γὰρ ἐν τῷ βίῳ τὰ τοιαῦτα, καὶ οἱ ἐθισμοὶ ἀκίνδυνοι, ἐπὶ δὲ τῶν φοβερῶν ἀνάπαλιν.
因而它也更应受指责;因为确实更容易对这些事物习惯化;因为生活中有很多此类事情,而且这些习惯化是没有危险的,而在可怕的事情上则恰恰相反。
δόξειε δʼ ἂν οὐχ ὁμοίως ἑκούσιον ἡ δειλία εἶναι τοῖς καθʼ ἕκαστον· αὐτὴ μὲν γὰρ ἄλυπος, ταῦτα δὲ διὰ λύπην ἐξίστησιν, ὥστε καὶ τὰ ὅπλα ῥιπτεῖν καὶ τἆλλα ἀσχημονεῖν· διὸ καὶ δοκεῖ βίαια εἶναι.
但是,怯懦本身与具体的情境似乎并不以同样的方式是自愿的;因为怯懦本身是无痛苦的,但具体情境却由于痛苦而使人丧失理智,以至于甚至抛弃武器并在其他方面出丑;因此这些行为也被认为是强迫的。
τῷ δʼ ἀκολάστῳ ἀνάπαλιν τὰ μὲν καθʼ ἕκαστα ἑκούσια (ἐπιθυμοῦντι γὰρ καὶ ὀρεγομένῳ), τὸ δʼ ὅλον ἧττον· οὐθεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι.
相反,对于放纵的人来说,具体的情形是自愿的(因为他在渴望和追求),但整体的状态则不那么自愿;因为没有人渴望成为放纵的人。
τὸ δʼ ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν· ἔχουσι γάρ τινα ὁμοιότητα.
我们将“放纵”这一名称也用于儿童的错误;因为它们具有某种相似性。
πότερον δʼ ἀπὸ ποτέρου καλεῖται, οὐθὲν πρὸς τὰ νῦν διαφέρει, δῆλον δʼ ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου.
究竟哪一个因哪一个而得名,对于目前来说并无区别,但很明显,后者是根据前者命名的。
οὐ κακῶς δʼ ἔοικε μετενηνέχθαι· κεκολάσθαι γὰρ δεῖ τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν αὔξησιν ἔχον, τοιοῦτον δὲ μάλιστα ἡ ἐπιθυμία καὶ ὁ παῖς· κατʼ ἐπιθυμίαν γὰρ ζῶσι καὶ τὰ παιδία, καὶ μάλιστα ἐν τούτοις ἡ τοῦ ἡδέος ὄρεξις.
而且这种转义似乎并无不当;因为凡是追求丑恶事物且具有巨大增长潜力的东西,都应当受到惩戒,而最具有这种特征的便是欲望和儿童;因为儿童也是按照欲望生活,而且对于快乐的追求在他们之中最为强烈。
εἰ οὖν μὴ ἔσται εὐπειθὲς καὶ ὑπὸ τὸ ἄρχον, ἐπὶ πολὺ ἥξει· ἄπληστος γὰρ ἡ τοῦ ἡδέος ὄρεξις καὶ πανταχόθεν τῷ ἀνοήτῳ, καὶ ἡ τῆς ἐπιθυμίας ἐνέργεια αὔξει τὸ συγγενές, κἂν μεγάλαι καὶ σφοδραὶ ὦσι, καὶ τὸν λογισμὸν ἐκκρούουσιν.
因此,如果它(欲望)不顺从,不服从统治者(理智),它就会恶性膨胀;因为对于无理性的人来说,对快乐的追求是贪得无厌且无孔不入的,而欲望的活动也会增强与其同类的倾向,且如果欲望又大又猛烈,它们甚至会排挤掉理智。
διὸ δεῖ μετρίας εἶναι αὐτὰς καὶ ὀλίγας, καὶ τῷ λόγῳ μηθὲν ἐναντιοῦσθαι—τὸ δὲ τοιοῦτον εὐπειθὲς λέγομεν καὶ κεκολασμένον—ὥσπερ δὲ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν λόγον.
因此,它们应当适度且稀少,并且完全不与理性相对立——我们称这种状态为顺从且受过惩戒的——正如儿童应当按照启蒙教师的指示生活,欲望的部分也应当按照理性(生活)。
διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυμητικὸν συμφωνεῖν τῷ λόγῳ· σκοπὸς γὰρ ἀμφοῖν τὸ καλόν, καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε· οὕτω δὲ τάττει καὶ ὁ λόγος.
因此,节制之人的欲望部分应当与理性相和谐;因为两者的目标都是高尚,而且节制的人渴望应当渴望的事物,以应当的方式,在应当的时候;而理性也是如此规定的。
ταῦτʼ οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνης.
那么,关于节制的讨论我们就进行到这里。