Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.11

欲望的区分以及放纵、无感觉与节制

第 36 段,共 123 段 · 希腊语

内容简介

文本区分了自然欲望与个别欲望,阐述了放纵者如何在快乐和痛苦两方面表现出过度。此外,还将此状态与罕见且非人类的“无感觉”状态进行对比,并说明节制的人如何遵循正确理性以保持中庸。

§3.11τῶν δʼ ἐπιθυμιῶν αἳ μὲν κοιναὶ δοκοῦσιν εἶναι, αἳ δʼ ἴδιοι καὶ ἐπίθετοι· οἷον ἡ μὲν τῆς τροφῆς φυσική· πᾶς γὰρ ἐπιθυμεῖ ὁ ἐνδεὴς ξηρᾶς ἢ ὑγρᾶς τροφῆς, ὁτὲ δὲ ἀμφοῖν, καὶ εὐνῆς, φησὶν Ὅμηρος, ὁ νέος καὶ ἀκμάζων· τὸ δὲ τοιᾶσδε ἢ τοιᾶσδε, οὐκέτι πᾶς, οὐδὲ τῶν αὐτῶν.
在欲望中,有些似乎是共有的,有些则是特有的和附加的;例如,对食物的欲望是自然产生的;因为凡是匮乏的人都渴望干的或湿的食物,有时两者都需要,而且正如荷马所说,年轻力壮的人也渴望同床;但对于这种或那种特定的快乐,就不再是每个人都渴望,也不是渴望同样的东西了。
διὸ φαίνεται ἡμέτερον εἶναι.
因此,这似乎是我们自己特有的。
οὐ μὴν ἀλλʼ ἔχει γέ τι καὶ φυσικόν· ἕτερα γὰρ ἑτέροις ἐστὶν ἡδέα, καὶ ἔνια πᾶσιν ἡδίω τῶν τυχόντων.
然而,它也确实带有某种自然属性;因为不同的人对不同的事物感到愉快,而且某些事物对所有人来说,都要比随手可得的事物更令人愉快。
ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ ἐφʼ ἕν, ἐπὶ τὸ πλεῖον· τὸ γὰρ ἐσθίειν τὰ τυχόντα ἢ πίνειν ἕως ἂν ὑπερπλησθῇ, ὑπερβάλλειν ἐστὶ τὸ κατὰ φύσιν τῷ πλήθει· ἀναπλήρωσις γὰρ τῆς ἐνδείας ἡ φυσικὴ ἐπιθυμία.
因此,在自然欲望方面,很少有人犯错,而且只在往一个方向上犯错,即往过多的方向;因为吃喝随手可得的东西直到过饱,就是在数量上超过了自然允许的限度;因为自然的欲望只是对匮乏的补充。
διὸ λέγονται οὗτοι γαστρίμαργοι, ὡς παρὰ τὸ δέον πληροῦντες αὐτήν.
因此,这些人被称为饕餮之徒,因为他们超出了应当的限度来填满它。
τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδραποδώδεις.
而变得如此的人,是那些极其奴性的人。
περὶ δὲ τὰς ἰδίας τῶν ἡδονῶν πολλοὶ καὶ πολλαχῶς ἁμαρτάνουσιν.
然而,关于特有的快乐,许多人在许多方面犯错。
τῶν γὰρ φιλοτοιούτων λεγομένων ἢ τῷ χαίρειν οἷς μὴ δεῖ, ἢ τῷ μᾶλλον ἢ ὡς οἱ πολλοί, ἢ μὴ ὡς δεῖ, κατὰ πάντα δʼ οἱ ἀκόλαστοι ὑπερβάλλουσιν·
因为那些被称为“喜爱某物者”的人,要么是在因不应当感到愉快的事物中感到愉快,要么是比大多数人更感到愉快,要么是以不应当的方式(犯错);而在所有这些方面,放纵的人都表现出过度。
καὶ γὰρ χαίρουσιν ἐνίοις οἷς οὐ δεῖ (μισητὰ γάρ), καὶ εἴ τισι δεῖ χαίρειν τῶν τοιούτων, μᾶλλον ἢ δεῖ καὶ ἢ ὡς οἱ πολλοὶ χαίρουσιν.
因为他们确实在某些不应当感到愉快的事物中感到愉快(因为那些是可憎的);而即使在某些应当感到愉快的事物中,他们感到愉快的程度也超过了应当的度,且超过了大多数人所感到的愉快。
ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία καὶ ψεκτόν, δῆλον· περὶ δὲ τὰς λύπας οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας τῷ ὑπομένειν λέγεται σώφρων οὐδʼ ἀκόλαστος τῷ μή, ἀλλʼ ὁ μὲν ἀκόλαστος τῷ λυπεῖσθαι μᾶλλον ἢ δεῖ ὅτι τῶν ἡδέων οὐ τυγχάνει (καὶ τὴν λύπην δὲ ποιεῖ αὐτῷ ἡ ἡδονή), ὁ δὲ σώφρων τῷ μὴ λυπεῖσθαι τῇ ἀπουσίᾳ καὶ τῷ ἀπέχεσθαι τοῦ ἡδέος.
因此,关于快乐的过度就是放纵且是可指责的,这是显而易见的;但关于痛苦,并不像在勇敢中那样,因忍受痛苦而被称作节制的,也不因不能忍受而被称作放纵的;而是,放纵的人是因为在得不到愉快的事物时感到超过应当的痛苦(甚至连他的快乐本身都为他带来痛苦),而节制的人则是因在愉快的事物不在场以及节制不享受它们时不感到痛苦。
ὁ μὲν οὖν ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν μάλιστα, καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας ὥστε ἀντὶ τῶν ἄλλων ταῦθʼ αἱρεῖσθαι·
因此,放纵的人渴望一切愉快的事物,或者最渴望其中最愉快的事物,并被这种欲望所牵引,以至于选择这些事物而放弃其他事物。
διὸ καὶ λυπεῖται καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν· μετὰ λύπης γὰρ ἡ ἐπιθυμία·
因此,当他得不到这些事物以及在渴望它们时,他都会感到痛苦;因为欲望是伴随着痛苦的。
ἀτόπῳ δʼ ἔοικε τὸ διʼ ἡδονὴν λυπεῖσθαι.
然而,因为快乐而感到痛苦,似乎是荒谬的。
ἐλλείποντες δὲ τὰ περὶ τὰς ἡδονὰς καὶ ἧττον ἢ δεῖ χαίροντες οὐ πάνυ γίνονται· οὐ γὰρ ἀνθρωπική ἐστιν ἡ τοιαύτη ἀναισθησία· καὶ γὰρ τὰ λοιπὰ ζῷα διακρίνει τὰ βρώματα, καὶ τοῖς μὲν χαίρει τοῖς δʼ οὔ·
另一方面,在关于快乐的事情上有所欠缺、其快乐程度不及应当程度的人,几乎是不存在的;因为这种无感觉 e 并不是人所具有的特征;因为连其他动物也能辨别食物,并对有些感到喜爱,对有些则不然。
εἰ δέ τῳ μηδέν ἐστιν ἡδὺ μηδὲ διαφέρει ἕτερον ἑτέρου, πόρρω ἂν εἴη τοῦ ἄνθρωπος εἶναι· οὐ τέτευχε δʼ ὁ τοιοῦτος ὀνόματος διὰ τὸ μὴ πάνυ γίνεσθαι.
如果对某人来说没有任何东西是令人愉快的,一物与另一物没有区别,那么他将离成为一个人类相去甚远;而这样的人由于几乎不存在,因而没有得到特定的名称。
ὁ δὲ σώφρων μέσως μὲν περὶ ταῦτʼ ἔχει· οὔτε γὰρ ἥδεται οἷς μάλιστα ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει, οὐδʼ ὅλως οἷς μὴ δεῖ οὐδὲ σφόδρα τοιούτῳ οὐδενί, οὔτʼ ἀπόντων λυπεῖται οὐδʼ ἐπιθυμεῖ, ἢ μετρίως, οὐδὲ μᾶλλον ἢ δεῖ, οὐδʼ ὅτε μὴ δεῖ, οὐδʼ ὅλως τῶν τοιούτων οὐδέν·
而节制的人在这些事情上处于适度的状态:因为他既不因放纵者最喜爱的事物而感到高兴,反而对这些感到厌恶,也完全不在不应当的事物中感到高兴,也不在任何此类事物中感到过度高兴;而且在它们不在场时,他既不感到痛苦,也不渴望它们,或者只是适度地渴望,而且不超过应当的程度,也不在不应当的时候,总之完全不渴望此类事物。
ὅσα δὲ πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν ἡδέα ὄντα, τούτων ὀρέξεται μετρίως καὶ ὡς δεῖ, καὶ τῶν ἄλλων ἡδέων μὴ ἐμποδίων τούτοις ὄντων ἢ παρὰ τὸ καλὸν ἢ ὑπὲρ τὴν οὐσίαν.
凡是对健康或良好体态有利的、且令人愉快的事物,他都会适度地、以应有的方式去追求,以及其他不阻碍这些、不违背高尚、或者不超出其财力的令人愉快的事物。
ὁ γὰρ οὕτως ἔχων μᾶλλον ἀγαπᾷ τὰς τοιαύτας ἡδονὰς τῆς ἀξίας· ὁ δὲ σώφρων οὐ τοιοῦτος, ἀλλʼ ὡς ὁ ὀρθὸς λόγος.
因为凡不这样做的人,就是把对这类快乐的喜爱超过了其应有的价值;但节制的人不是如此,而是遵循正确的理性。

词汇与语法注释

  1. 1118b10εὐνῆς — 属格 `εὐνῆς`(床榻,即性爱)受前文动词 `ἐπιθυμεῖ`(渴望)的支配。在语法上,它与 `ξηρᾶς ἢ ὑγρᾶς τροφῆς`(干的或湿的食物)并列,并通过引用荷马的诗句,作为处于黄金时期的年轻人的自然欲望的例子。
  2. 1118b22τῶν γὰρ φιλοτοιούτων λεγομένων — 这一属格短语指代“所谓喜爱某物者”,作为省略了的动词“犯错”(`ἁμαρτάνουσι`)的逻辑主语,后面跟随的与格短语(`τῷ χαίρειν...`)表示犯错的方式或原因。该结构旨在与放纵者在所有这些方面都表现出过度的特征进行对比。
  3. 1119a18μὴ ἐμποδίων τούτοις ὄντων — 这是一个属格绝对(独立分词)结构,其主语为 `τῶν ἄλλων ἡδέων`(其他令人愉快的事物)。它表达了一个限定条件:“只要这些(其他愉快的事物)不构成对这些(健康或良好体态)的阻碍”。
  4. 1119a19ὁ γὰρ οὕτως ἔχων — 这里的 `οὕτως`(如此)指代前文刚描述的错误状态,即违背高尚或超出财力去追求快乐(有些抄本读作 `ἄλλως`“不同地/相反地”,但意思相同)。因此,`ὁ οὕτως ἔχων` 指的是“以错误方式追求快乐、过度喜爱快乐的人”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。