§4.1#1λέγωμεν δʼ ἑξῆς περὶ ἐλευθεριότητος.
接下来,让我们谈谈慷慨。
δοκεῖ δὴ εἶναι ἡ περὶ χρήματα μεσότης· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς, οὐδʼ ἐν οἷς ὁ σώφρων, οὐδʼ αὖ ἐν ταῖς κρίσεσιν, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν, μᾶλλον δʼ ἐν τῇ δόσει.
它似乎是关于财物的适度;因为慷慨的人受到称赞,不是在军事事务中,也不是在节制的人受到称赞的事物中,亦不是在司法审判中,而是在财物的施与和接受方面,且更多是在施与方面。
χρήματα δὲ λέγομεν πάντα ὅσων ἡ ἀξία νομίσματι μετρεῖται.
我们把凡是其价值可以用货币来衡量的一切事物都称为“财物”。
ἔστι δὲ καὶ ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία περὶ χρήματα ὑπερβολαὶ καὶ ἐλλείψεις· καὶ τὴν μὲν ἀνελευθερίαν προσάπτομεν ἀεὶ τοῖς μᾶλλον ἢ δεῖ περὶ χρήματα σπουδάζουσι, τὴν δʼ ἀσωτίαν ἐπιφέρομεν ἐνίοτε συμπλέκοντες· τοὺς γὰρ ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς ἀσώτους καλοῦμεν.
挥霍和吝啬也是关于财物的过度和不及;我们总是把“吝啬”这一指责归于那些对财物关注超过应有程度的人,而有时我们则把“挥霍”与其他恶德交织在一起来使用;因为我们把那些不能自制且因放纵而挥霍无度的人称为“挥霍者”。
διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι· πολλὰς γὰρ ἅμα κακίας ἔχουσιν.
因此,他们似乎也是最卑劣的;因为他们同时具有多种恶德。
οὐ δὴ οἰκείως προσαγορεύονται· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἓν κακὸν ἔχων, τὸ φθείρειν τὴν οὐσίαν· ἄσωτος γὰρ ὁ διʼ αὑτὸν ἀπολλύμενος, δοκεῖ δʼ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐσίας φθορά, ὡς τοῦ ζῆν διὰ τούτων ὄντος.
但这并不是在它们固有的意义上称呼他们的;因为“挥霍者”想要表达的是仅具有一种恶德的人,即毁灭自己的财产;因为挥霍者是指因自身的原因而毁灭的人,而财产的毁灭似乎是自身的某种毁灭,因为生活是依靠这些财产而存在的。
οὕτω δὴ τὴν ἀσωτίαν ἐκδεχόμεθα.
我们正是这样来理解挥霍的。
ὧν δʼ ἐστὶ χρεία, ἔστι τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς· ὁ πλοῦτος δʼ ἐστὶ τῶν χρησίμων· ἑκάστῳ δʼ ἄριστα χρῆται ὁ ἔχων τὴν περὶ τοῦτο ἀρετήν· καὶ πλούτῳ δὴ χρήσεται ἄριστα ὁ ἔχων τὴν περὶ τὰ χρήματα ἀρετήν· οὗτος δʼ ἐστὶν ὁ ἐλευθέριος.
而在凡是有用途的事物中,既可以把它们用得好,也可以用得坏;富裕是属于有用的事物;而对于每种事物,拥有与之相关的德性的人会把它用得最好;因此,拥有关于财物的德性的人,也会把富裕用得最好;而这个人就是慷慨的人。
χρῆσις δʼ εἶναι δοκεῖ χρημάτων δαπάνη καὶ δόσις· ἡ δὲ λῆψις καὶ ἡ φυλακὴ κτῆσις μᾶλλον.
财物的使用似乎是支出和施与;而接受和保管则更像是获得。
διὸ μᾶλλόν ἐστι τοῦ ἐλευθερίου τὸ διδόναι οἷς δεῖ ἢ λαμβάνειν ὅθεν δεῖ καὶ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ.
因此,向应当给予的人施与,比从应当接受的地方接受以及不从不应当接受的地方接受,更加属于慷慨的人的特征。
τῆς γὰρ ἀρετῆς μᾶλλον τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν, καὶ τὰ καλὰ πράττειν μᾶλλον ἢ τὰ αἰσχρὰ μὴ πράττειν· οὐκ ἄδηλον δʼ ὅτι τῇ μὲν δόσει ἕπεται τὸ εὖ ποιεῖν καὶ τὸ καλὰ πράττειν, τῇ δὲ λήψει τὸ εὖ πάσχειν ἢ μὴ αἰσχροπραγεῖν.
因为行善比接受善行更属于德性的特征,做高尚的事也比不做丑恶的事更属于德性的特征;显而易见,施与伴随着行善和做高尚的事,而接受则伴随着接受善行或不做丑恶的事。
καὶ ἡ χάρις τῷ διδόντι, οὐ τῷ μὴ λαμβάνοντι, καὶ ὁ ἔπαινος δὲ μᾶλλον.
而且,感激是针对施与者的,而不是针对不接受者的,称赞也是更多针对施与者的。
καὶ ῥᾷον δὲ τὸ μὴ λαβεῖν τοῦ δοῦναι· τὸ γὰρ οἰκεῖον ἧττον προΐενται μᾶλλον ἢ οὐ λαμβάνουσι τὸ ἀλλότριον.
不接受也比施与更容易;因为人们放弃自己的东西,比不接受别人的东西更加困难。
καὶ ἐλευθέριοι δὲ λέγονται οἱ διδόντες· οἱ δὲ μὴ λαμβάνοντες οὐκ εἰς ἐλευθεριότητα ἐπαινοῦνται, ἀλλʼ οὐχ ἧττον εἰς δικαιοσύνην· οἱ δὲ λαμβάνοντες οὐδʼ ἐπαινοῦνται πάνυ.
施与的人被称为慷慨的;而不接受的人并不因慷慨而受到称赞,但同样因公正而受到称赞;接受的人则根本不怎么受到称赞。
φιλοῦνται δὲ σχεδὸν μάλιστα οἱ ἐλευθέριοι τῶν ἀπʼ ἀρετῆς· ὠφέλιμοι γὰρ, τοῦτο δʼ ἐν τῇ δόσει.
在因德性而被爱戴的人之中,慷慨的人几乎是最受人爱戴的;因为他们是有益的,而这体现在施与中。
αἱ δὲ κατʼ ἀρετὴν πράξεις καλαὶ καὶ τοῦ καλοῦ ἕνεκα.
符合德性的行为是高尚的,并且是为了高尚而做的。
καὶ ὁ ἐλευθέριος οὖν δώσει τοῦ καλοῦ ἕνεκα καὶ ὀρθῶς· οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε, καὶ τἆλλα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει· καὶ ταῦτα ἡδέως ἢ ἀλύπως· τὸ γὰρ κατʼ ἀρετὴν ἡδὺ ἢ ἄλυπον, ἥκιστα δὲ λυπηρόν.
因此,慷慨的人也会为了高尚且正确地进行施与;因为他会向应当给予的人、给予应当的数额、在应当的时候,以及满足其他一切伴随正确施与的条件;并且这些是愉快地或无痛苦地进行的;因为符合德性的事物是愉快的或无痛苦的,最不可能是痛苦的。
ὁ δὲ διδοὺς οἷς μὴ δεῖ, ἢ μὴ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τινʼ ἄλλην αἰτίαν, οὐκ ἐλευθέριος ἀλλʼ ἄλλος τις ῥηθήσεται.
而那些给予不应当给予的人,或者不是为了高尚而是因为其他某种原因而给予的人,将不会被称为慷慨的人,而是会被称为别的什么人。
οὐδʼ ὁ λυπηρῶς· μᾶλλον γὰρ ἕλοιτʼ ἂν τὰ χρήματα τῆς καλῆς πράξεως, τοῦτο δʼ οὐκ ἐλευθερίου.
痛苦地给予的人也同样不是;因为他宁可选择财物也不选择高尚的行为,这并不是慷慨的人的特征。
οὐδὲ λήψεται δὲ ὅθεν μὴ δεῖ· οὐ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα ἡ τοιαύτη λῆψις.
他也不会从不应当接受的地方接受;因为这样的接受不属于不看重财物的人。
οὐκ ἂν εἴη δὲ οὐδʼ αἰτητικός· οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος εὐχερῶς εὐεργετεῖσθαι.
他也不会是乐于乞求的人;因为行善的人不轻易接受恩惠。
ὅθεν δὲ δεῖ, λήψεται, οἷον ἀπὸ τῶν ἰδίων κτημάτων, οὐχ ὡς καλὸν ἀλλʼ ὡς ἀναγκαῖον, ὅπως ἔχῃ διδόναι.
但在应当接受的地方,他会接受,例如从他自己的财产中接受,这不是因为这是高尚的,而是因为这是必要的,以便他能够有东西施与。
οὐδʼ ἀμελήσει τῶν ἰδίων, βουλόμενός γε διὰ τούτων τισὶν ἐπαρκεῖν.
他也不会忽视自己的财产,因为他希望通过这些财产来援助一些人。
οὐδὲ τοῖς τυχοῦσι δώσει, ἵνα ἔχῃ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν.
他也不会把财物给随便什么人,以便他能够有财物给应当给予的人,在应当的时候,以及高尚的场合。
ἐλευθερίου δʼ ἐστὶ σφόδρα καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει, ὥστε καταλείπειν ἑαυτῷ ἐλάττω· τὸ γὰρ μὴ βλέπειν ἐφʼ ἑαυτὸν ἐλευθερίου.
在施与上过度,以至于给自己留下的更少,也是极具慷慨者特征的;因为不关注自己正是慷慨者的特征。