Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.1#1

自愿行为、非自愿行为与混合行为

第 23 段,共 123 段 · 希腊语

内容简介

亚里士多德着手探讨对于界定德性至关重要的自愿和非自愿概念,并分析了由于强迫或无知而导致的非自愿行为,以及在胁迫或紧急情况下做出的“混合行为”的自愿特征。

§3.1#1τῆς ἀρετῆς δὴ περὶ πάθη τε καὶ πράξεις οὔσης, καὶ ἐπὶ μὲν τοῖς ἑκουσίοις ἐπαίνων καὶ ψόγων γινομένων, ἐπὶ δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέου, τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον ἀναγκαῖον ἴσως διορίσαι τοῖς περὶ ἀρετῆς ἐπισκοποῦσι, χρήσιμον δὲ καὶ τοῖς νομοθετοῦσι πρός τε τὰς τιμὰς καὶ τὰς κολάσεις.
既然德性是关于感情和行为的,并且对于自愿的行动给予赞扬和非难,对于非自愿的行动给予宽恕,有时甚至给予怜悯,那么对于考察德性的人来说,也许有必要对自愿的和非自愿的予以界定,这对于立法者决定荣誉和惩罚也是有用的。
δοκεῖ δὴ ἀκούσια εἶναι τὰ βίᾳ ἢ διʼ ἄγνοιαν γινόμενα·
一般认为,凡是由于外力强迫或由于无知而做出的行动,都是非自愿的。
βίαιον δὲ οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων, οἷον εἰ πνεῦμα κομίσαι ποι ἢ ἄνθρωποι κύριοι ὄντες.
所谓强迫的,是指其始动因在外部,其性质使得行动者或受动者对此毫无贡献;例如风把人带到某处,或者掌握了支配权的人们所为。
ὅσα δὲ διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, οἷον εἰ τύραννος προστάττοι αἰσχρόν τι πρᾶξαι κύριος ὢν γονέων καὶ τέκνων, καὶ πράξαντος μὲν σῴζοιντο μὴ πράξαντος δʼ ἀποθνήσκοιεν, ἀμφισβήτησιν ἔχει πότερον ἀκούσιά ἐστιν ἢ ἑκούσια.
但是,由于害怕更大的恶,或者为了某种高尚的目的而做出的事情——例如,如果一个僭主命令某人做一件丑恶的事,而他掌握了这人的父母和子女,如果做了他们就能得救,如果不做他们就会死——这究竟是非自愿的还是自愿的,存在着争议。
τοιοῦτον δέ τι συμβαίνει καὶ περὶ τὰς ἐν τοῖς χειμῶσιν ἐκβολάς· ἁπλῶς μὲν γὰρ οὐδεὶς ἀποβάλλεται ἑκών, ἐπὶ σωτηρίᾳ δʼ αὑτοῦ καὶ τῶν λοιπῶν ἅπαντες οἱ νοῦν ἔχοντες.
在风暴中抛弃船上货物的举动也属于此类情况;因为单就其自身而言,没有人会自愿抛弃货物,但为了自己和其余人的安全,凡是有理性的人都会这样做。
μικταὶ μὲν οὖν εἰσιν αἱ τοιαῦται πράξεις, ἐοίκασι δὲ μᾶλλον ἑκουσίοις· αἱρεταὶ γάρ εἰσι τότε ὅτε πράττονται, τὸ δὲ τέλος τῆς πράξεως κατὰ τὸν καιρόν ἐστιν.
因此,这类行动是混合性的,但它们更接近于自愿的;因为在它们被做出的时候,它们是值得选择的,而行动的目的取决于时机。
καὶ τὸ ἑκούσιον δὴ καὶ τὸ ἀκούσιον, ὅτε πράττει, λεκτέον.
因此,自愿的和非自愿的,应该在行动的那一时刻来谈论。
πράττει δὲ ἑκών· καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύταις πράξεσιν ἐν αὐτῷ ἐστίν·
而他的行动是自愿的;因为在这种行动中,启动工具性肢体运动的始动因是在他自身之中的。
ὧν δʼ ἐν αὐτῷ ἡ ἀρχή, ἐπʼ αὐτῷ καὶ τὸ πράττειν καὶ μή.
而凡是始动因在自身之中的事物,做与不做也都在他自己的掌握之中。
ἑκούσια δὴ τὰ τοιαῦτα, ἁπλῶς δʼ ἴσως ἀκούσια· οὐδεὶς γὰρ ἂν ἕλοιτο καθʼ αὑτὸ τῶν τοιούτων οὐδέν.
因此,这类行动是自愿的,但单就其自身而言,也许是非自愿的;因为没有人会为了这些事物本身而选择其中的任何一件。
ἐπὶ ταῖς πράξεσι δὲ ταῖς τοιαύταις ἐνίοτε καὶ ἐπαινοῦνται, ὅταν αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένωσιν ἀντὶ μεγάλων καὶ καλῶν· ἂν δʼ ἀνάπαλιν, ψέγονται· τὰ γὰρ αἴσχισθʼ ὑπομεῖναι ἐπὶ μηδενὶ καλῷ ἢ μετρίῳ φαύλου.
在做出这类行动时,人们有时甚至会受到赞扬,如果他们为了伟大和高尚的目的而忍受了某种丑恶或痛苦的事;但如果是相反的情况,他们就会受到指责,因为为了毫无高尚或适度可言的目的而忍受最丑恶的事是恶人的特征。
ἐπʼ ἐνίοις δʼ ἔπαινος μὲν οὐ γίνεται, συγγνώμη δʼ, ὅταν διὰ τοιαῦτα πράξῃ τις ἃ μὴ δεῖ, ἃ τὴν ἀνθρωπίνην φύσιν ὑπερτείνει καὶ μηδεὶς ἂν ὑπομείναι.
而对于某些行动,人们得不到赞扬,却能得到宽恕,这就是当某人由于超出了人类本性所能承受且任何人也无法忍受的那些情况,做出了不该做的事。
ἔνια δʼ ἴσως οὐκ ἔστιν ἀναγκασθῆναι, ἀλλὰ μᾶλλον ἀποθανετέον παθόντι τὰ δεινότατα· καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα γελοῖα φαίνεται τὰ ἀναγκάσαντα μητροκτονῆσαι.
然而,也许有些事情是无法被强迫去做的,相反,人们更应该选择在遭受最可怕的痛苦后死去;因为在欧里庇得斯的《阿尔克迈翁》中,强迫他杀母的理由显得很荒谬。
ἔστι δὲ χαλεπὸν ἐνίοτε διακρῖναι ποῖον ἀντὶ ποίου αἱρετέον καὶ τί ἀντὶ τίνος ὑπομενετέον, ἔτι δὲ χαλεπώτερον ἐμμεῖναι τοῖς γνωσθεῖσιν·
有时,判断应当选择什么来代替什么,以及应当忍受什么来代替什么,是困难的;而要坚持已经作出的决定则更加困难。
ὡς γὰρ ἐπὶ τὸ πολύ ἐστι τὰ μὲν προσδοκώμενα λυπηρά, ἃ δʼ ἀναγκάζονται αἰσχρά, ὅθεν ἔπαινοι καὶ ψόγοι γίνονται περὶ τοὺς ἀναγκασθέντας ἢ μή.
因为在大多数情况下,预期的事情是痛苦的,而被强迫做出的事情是丑恶的,因此,对于那些屈服于强迫或没有屈服的人,人们会给予赞扬或非难。
τὰ δὴ ποῖα φατέον βίαια;
那么,究竟什么样的事情应该被称为强迫的呢?
ἢ ἁπλῶς μέν, ὁπότʼ ἂν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται;
或者说,单就其自身而言,当原因在外部且行动者毫无贡献时,就是强迫的?
ἃ δὲ καθʼ αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε αἱρετά, καὶ ἡ ἀρχὴ ἐν τῷ πράττοντι, καθʼ αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια.
而那些就其自身而言是非自愿的,但在此刻且为了这些目的又是值得选择的,且始动因在行动者之中的事情,就其自身而言是非自愿的,但在此刻且为了这些目的又是自愿的。
μᾶλλον δʼ ἔοικεν ἑκουσίοις· αἱ γὰρ πράξεις ἐν τοῖς καθʼ ἕκαστα, ταῦτα δʼ ἑκούσια.
不过,它们更接近于自愿的;因为行动存在于具体个别的事情之中,而这些是自愿的。
ποῖα δʼ ἀντὶ ποίων αἱρετέον, οὐ ῥᾴδιον ἀποδοῦναι· πολλαὶ γὰρ διαφοραί εἰσιν ἐν τοῖς καθʼ ἕκαστα.
至于应该选择什么来代替什么,这并不容易给出一个标准;因为在具体个别的事情中存在着许多差异。
εἰ δέ τις τὰ ἡδέα καὶ τὰ καλὰ φαίη βίαια εἶναι (ἀναγκάζειν γὰρ ἔξω ὄντα), πάντα ἂν εἴη αὐτῷ βίαια· τούτων γὰρ χάριν πάντες πάντα πράττουσιν.
如果有人说,快乐的事和高尚的事是强迫性的(因为它们在外部,具有强迫性),那么对他来说一切都会是强迫性的了;因为所有人都是为了这些而做一切事情的。
καὶ οἱ μὲν βίᾳ καὶ ἄκοντες λυπηρῶς, οἱ δὲ διὰ τὸ ἡδὺ καὶ καλὸν μεθʼ ἡδονῆς·
而且,那些受到强迫、非自愿行动的人在行动时伴随着痛苦,而那些为了快乐和高尚而行动的人则伴随着快乐。
γελοῖον δὲ τὸ αἰτιᾶσθαι τὰ ἐκτός, ἀλλὰ μὴ αὑτὸν εὐθήρατον ὄντα ὑπὸ τῶν τοιούτων, καὶ τῶν μὲν καλῶν ἑαυτόν, τῶν δʼ αἰσχρῶν τὰ ἡδέα.
不去谴责自己容易被这类事情所诱惑,反而谴责外部事物,并且把高尚行为的原因归于自己,把丑恶行为的原因归于快乐,这是滑稽的。
ἔοικε δὴ τὸ βίαιον εἶναι οὗ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμβαλλομένου τοῦ βιασθέντος.
因此,强迫的似乎是指其始动因在外部,而被强迫者对此毫无贡献的事物。

词汇与语法注释

  1. 1109bτῆς ἀρετῆς δὴ περὶ πάθη τε καὶ πράξεις οὔσης, καὶ ἐπὶ μὲν τοῖς ἑκουσίοις ἐπαίνων καὶ ψόγων γινομένων, ἐπὶ δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέου, τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον ἀναγκαῖον ἴσως διορίσαι — 从句首到“ἐλέου”构成了属格独立分词短语(genitive absolute),紧接着的“ἀναγκαῖον ἴσως διορίσαι”为主句(以不定式“διορίσαι”为主语的无人称形容词结构)。两个属格独立分词短语“τῆς ἀρετῆς... οὔσης”和“ἐπαίνων... γινομένων”(后者中“συγγνώμης”和“ἐλέου”与“ἐπα联列)由“καί”连接,用以说明主句行为的原因或背景。
  2. 1110aἀποθανετέον παθόντι τὰ δεινότατα — 动词性形容词“ἀποθανετέον”(源自“ἀποθνήσκω”)以无人称(中性单数)形式使用,表示义务(必须死)。与格分词“παθόντι”(源自“πάσχω”,单数阳性与格不定过去时分词)指示了这一无人称结构中行动的主体,同时也表示伴随状况或让步(“即使遭受最可怕的事”)。
  3. 1110bἃ δὲ καθʼ αὑτὰ μὲν ἀκούσιά ἐστι — “ἃ δέ”是关系代名词“ὅς”的中性复数主格,没有明确的先行词,构成了一个独立的主语从句(“而那些……的事情”)。整个“ἃ δέ”从句作为1110b5中“ἑκούσια”的主语,指的是那些就其自身而言是非自愿的、但在特定情况下变为自愿的行动。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。