Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §2.9

达到中庸的困难与行动的具体准则

第 22 段,共 123 段 · 希腊语

内容简介

总结德性作为中庸的性质,指出达到中庸的困难,并提出实践指南:避开较严重的极端、防范个人倾向与快乐、将具体评判留给感觉。

§2.9ὅτι μὲν οὖν ἐστὶν ἡ ἀρετὴ ἡ ἠθικὴ μεσότης, καὶ πῶς, καὶ ὅτι μεσότης δύο κακιῶν, τῆς μὲν καθʼ ὑπερβολὴν τῆς δὲ κατʼ ἔλλειψιν, καὶ ὅτι τοιαύτη ἐστὶ διὰ τὸ στοχαστικὴ τοῦ μέσου εἶναι τοῦ ἐν τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσιν, ἱκανῶς εἴρηται.
因此,关于道德德性是中庸,以及它是如何是中庸的,还有它是两个恶德(一个由于过度,一个由于不足)之间的中庸,以及它之所以如此是因为它以感情和行为中的中间为目标,这些都已经作了充分的论述。
διὸ καὶ ἔργον ἐστὶ σπουδαῖον εἶναι.
因此,成为一个优秀的人也是一件难事。
ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλου τὸ μέσον οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος·
因为在每一件事中,把握中间是一件难事,正如找出圆的心不是任何人都能做到的,而只有懂得的人才能做到。
οὕτω δὲ καὶ τὸ μὲν ὀργισθῆναι παντὸς καὶ ῥᾴδιον, καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι· τὸ δʼ ᾧ καὶ ὅσον καὶ ὅτε καὶ οὗ ἕνεκα καὶ ὥς, οὐκέτι παντὸς οὐδὲ ῥᾴδιον·
同样,发怒是任何人都能做到且容易的,给予金钱和花费金钱也是如此;但是向谁、多少、何时、为何原因以及如何做,这就不再是任何人都能做到,也不再是容易的了。
διόπερ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν.
因此,做好这件事是罕见的、值得赞扬的、也是优美的。
διὸ δεῖ τὸν στοχαζόμενον τοῦ μέσου πρῶτον μὲν ἀποχωρεῖν τοῦ μᾶλλον ἐναντίου, καθάπερ καὶ ἡ Καλυψὼ παραινεῖ " τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα.
所以,以中间为目标的人,首先必须避开那更为相反的一极,正如卡吕普索所建议的那样: “使船避开这烟雾和波涛。
" τῶν γὰρ ἄκρων τὸ μέν ἐστιν ἁμαρτωλότερον τὸ δʼ ἧττον·
” 因为在两极之中,一极更容易犯错,另一极则较少。
ἐπεὶ οὖν τοῦ μέσου τυχεῖν ἄκρως χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα ληπτέον τῶν κακῶν· τοῦτο δʼ ἔσται μάλιστα τοῦτον τὸν τρόπον ὃν λέγομεν.
因此,既然击中中间是极其困难的,我们就必须像人们所说的那样,按照“第二航路”,选择恶中最小的;而这将在很大程度上通过我们所说的方法来实现。
σκοπεῖν δὲ δεῖ πρὸς ἃ καὶ αὐτοὶ εὐκατάφοροί ἐσμεν· ἄλλοι γὰρ πρὸς ἄλλα πεφύκαμεν·
我们还必须观察我们自身容易倾向于哪些事物;因为不同的人天生倾向于不同的事物。
τοῦτο δʼ ἔσται γνώριμον ἐκ τῆς ἡδονῆς καὶ τῆς λύπης τῆς γινομένης περὶ ἡμᾶς.
而这可以通过在我们身上产生的快乐和痛苦来识别。
εἰς τοὐναντίον δʼ ἑαυτοὺς ἀφέλκειν δεῖ· πολὺ γὰρ ἀπάγοντες τοῦ ἁμαρτάνειν εἰς τὸ μέσον ἥξομεν, ὅπερ οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθοῦντες ποιοῦσιν.
我们必须把自身往相反的方向拉;因为使自己远离错误,我们就会达到中间,正如那些矫正弯曲木料的人所做的那样。
ἐν παντὶ δὲ μάλιστα φυλακτέον τὸ ἡδὺ καὶ τὴν ἡδονήν· οὐ γὰρ ἀδέκαστοι κρίνομεν αὐτήν.
然而,在一切事情中,我们最需要防范的是快乐和使人犹悦的东西;因为我们在判断它时并非公正无私。
ὅπερ οὖν οἱ δημογέροντες ἔπαθον πρὸς τὴν Ἑλένην, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν, καὶ ἐν πᾶσι τὴν ἐκείνων ἐπιλέγειν φωνήν· οὕτω γὰρ αὐτὴν ἀποπεμπόμενοι ἧττον ἁμαρτησόμεθα.
因此,长老们对海伦所产生的那种感受,我们也必须对快乐产生,并且在所有情况下重复他们的话;因为通过这样打发走它,我们犯错就会更少。
ταῦτʼ οὖν ποιοῦντες, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, μάλιστα δυνησόμεθα τοῦ μέσου τυγχάνειν.
因此,通过做这些事,总而言之,我们将最能够击中中间。
χαλεπὸν δʼ ἴσως τοῦτο, καὶ μάλιστʼ ἐν τοῖς καθʼ ἕκαστον· οὐ γὰρ ῥᾴδιον διορίσαι καὶ πῶς καὶ τίσι καὶ ἐπὶ ποίοις καὶ πόσον χρόνον ὀργιστέον· καὶ γὰρ ἡμεῖς ὁτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πράους φαμέν, ὁτὲ δὲ τοὺς χαλεπαίνοντας ἀνδρώδεις ἀποκαλοῦντες.
但这也许是困难的,尤其是在具体个别的情况下;因为要限定如何、对谁、因何事以及应该发怒多长时间,并不是容易的;因为我们有时也赞扬那些不足的人,称他们为温和,有时又称那些发怒的人为有男子气概。
ἀλλʼ ὁ μὲν μικρὸν τοῦ εὖ παρεκβαίνων οὐ ψέγεται, οὔτʼ ἐπὶ τὸ μᾶλλον οὔτʼ ἐπὶ τὸ ἧττον, ὁ δὲ πλέον· οὗτος γὰρ οὐ λανθάνει.
但是,那些稍微偏离正确方向的人不会受到指责,无论他是偏向多还是偏向少,而偏离较多的人则会受到指责;因为这无法瞒过人们。
ὁ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον ψεκτὸς οὐ ῥᾴδιον τῷ λόγῳ ἀφορίσαι· οὐδὲ γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν· τὰ δὲ τοιαῦτα ἐν τοῖς καθʼ ἕκαστα, καὶ ἐν τῇ αἰσθήσει ἡ κρίσις.
但是,偏离到什么程度以及到什么范围才该受指责,用言论来界定并不容易;因为感觉事物中的其他任何一个也同样无法轻易界定;此类事情存在于具体个别的事物之中,而裁判则在于感觉。
τὸ μὲν ἄρα τοσοῦτο δηλοῖ ὅτι ἡ μέση ἕξις ἐν πᾶσιν ἐπαινετή, ἀποκλίνειν δὲ δεῖ ὁτὲ μὲν ἐπὶ τὴν ὑπερβολὴν ὁτὲ δʼ ἐπὶ τὴν ἔλλειψιν· οὕτω γὰρ ῥᾷστα τοῦ μέσου καὶ τοῦ εὖ τευξόμεθα.
因此,以上这些清楚地表明,中庸的品质在一切情况下都是值得赞扬的,但我们有时必须偏向过度,有时偏向不足;因为通过这样,我们最容易击中中间和正确的目标。

词汇与语法注释

  1. ¦20¦ἔργον ἐστὶ σπουδαῖον εἶναι — 意为“成为一个优秀的人(σπουδαῖος)是一件难事(ἔργον)”。在这里,ἔργον 不仅指“工作”,而是作为谓语,表示“艰巨的任务”或“困难的事情”。
  2. ¦25¦τὸ δʼ ᾧ καὶ ὅσον καὶ ὅτε καὶ οὗ ἕνεκα καὶ ὥς — 以前文的不定式 `ὀργισθῆναι`(发怒)和 `δοῦναι`(给予)为前提,表示行为具体条件的关系代词与格(向谁)、关系形容词(多少)以及关系副词(何时、为何目的、如何)通过冠词 `τὸ` 被整体名词化。
  3. ¦35¦κατὰ τὸν δεύτερον... πλοῦν — “第二航路”源自航海成语,指无风无法扬帆时用桨划船,隐喻在最完美方案无法实现时退而求其次(在此指在两个极端的恶中,选择危害较小的一个)。
  4. ¦15¦ἀποκαλοῦντες — 虽然是现在分词(复数主格),但与前面的主要动词 `ἐπαινοῦμεν`(我们赞扬)和 `φαμέν`(我们说)并列。在语法功能上,它相当于主要动词(替代 `ἀποκαλοῦμεν`),或者作为省略了限定动词的分词结构。

引用这一段

亚里士多德, 尼各马可伦理学 §2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。