Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §3.1#2

无知中的行为与自愿行为的定义

第 24 段,共 123 段 · 希腊语

内容简介

亚里士多德区分了因无知而做出的行为中“非自愿的”与“不自愿的”(后者伴随着痛苦与悔恨)之不同,并对比了“因无知而行动”与“在无知状态下行动”(如因醉酒或发怒)的区别。接着,他给出了自愿行为的定义,并论证了因愤怒或欲望而做出的行为不应被归为不自愿。

§3.1#2τὸ δὲ διʼ ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν, ἀκούσιον δὲ τὸ ἐπίλυπον καὶ ἐν μεταμελείᾳ·
另一方面,因无知而做出的行为虽说全部都是“非自愿的”(οὐχ ἑκούσιον),但只有伴随着痛苦和懊悔(在悔恨中:ἐν μεταμελείᾳ)的才是“不自愿的”(ἀκούσιον)。
ὁ γὰρ διʼ ἄγνοιαν πράξας ὁτιοῦν, μηδέν τι δυσχεραίνων ἐπὶ τῇ πράξει, ἑκὼν μὲν οὐ πέπραχεν, ὅ γε μὴ ᾔδει, οὐδʼ αὖ ἄκων, μὴ λυπούμενός γε.
因为因无知而做出任何行为,却对该行为毫无不适感的人,就他不知道而言,他固然不是自愿做出的,但因为不感到痛苦,他也同样不是不自愿做出的。
τοῦ δὴ διʼ ἄγνοιαν ὁ μὲν ἐν μεταμελείᾳ ἄκων δοκεῖ, ὁ δὲ μὴ μεταμελόμενος, ἐπεὶ ἕτερος, ἔστω οὐχ ἑκών·
因此,在因无知而行动的人中,感到懊悔的人被认为是不自愿的,而不感到懊悔的人,既然处于不同的状态,就称之为“非自愿的”吧。
ἐπεὶ γὰρ διαφέρει, βέλτιον ὄνομα ἔχειν ἴδιον.
因为既然存在区别,最好让他有一个专门的名称。
ἕτερον δʼ ἔοικε καὶ τὸ διʼ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα·
此外,因无知而行动似乎也不同于在无知状态下行动。
ὁ γὰρ μεθύων ἢ ὀργιζόμενος οὐ δοκεῖ διʼ ἄγνοιαν πράττειν ἀλλὰ διά τι τῶν εἰρημένων, οὐκ εἰδὼς δὲ ἀλλʼ ἀγνοῶν.
因为一个喝醉了酒或发怒的人,被认为不是因无知而行动,而是由于上述原因之一而行动,但他不是在知情的情况下行动,而是在无知状态下行动。
ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν καὶ ὧν ἀφεκτέον, καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν ἄδικοι καὶ ὅλως κακοὶ γίνονται·
每一个邪恶的人都不知道自己该做什么和该避免什么,正是由于这种错误,人们变得不公正,并且普遍地变坏。
τὸ δʼ ἀκούσιον βούλεται λέγεσθαι οὐκ εἴ τις ἀγνοεῖ τὰ συμφέροντα·
但是,如果一个人不知道什么对他是有利的,这通常不被称为“不自愿的”。
οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας, οὐδʼ ἡ καθόλου (ψέγονται γὰρ διά γε ταύτην) ἀλλʼ ἡ καθʼ ἕκαστα, ἐν οἷς καὶ περὶ ἃ ἡ πρᾶξις·
因为在抉择中的无知不是不自愿的原因,而是邪恶的原因;普遍性的无知也不是其原因(因为人们会因此受到谴责),而是对具体情况的无知,即行动在其中并针对其发生的情况。
ἐν τούτοις γὰρ καὶ ἔλεος καὶ συγγνώμη· ὁ γὰρ τούτων τι ἀγνοῶν ἀκουσίως πράττει.
因为在这些具体情况中存在着怜悯和宽恕;因为对这些具体情况中的任何一个一无所知的人,其行动都是不自愿的。
ἴσως οὖν οὐ χεῖρον διορίσαι αὐτά, τίνα καὶ πόσα ἐστί, τίς τε δὴ καὶ τί καὶ περὶ τί ἢ ἐν τίνι πράττει, ἐνίοτε δὲ καὶ τίνι, οἷον ὀργάνῳ, καὶ ἕνεκα τίνος, οἷον σωτηρίας, καὶ πῶς, οἷον ἠρέμα ἢ σφόδρα.
因此,界定它们是什么以及有多少,也许不是一件坏事,即:谁在行动、在做什么、针对什么或在什么中行动,有时还包括用什么(例如用什么工具)、为了什么目的(例如为了安全)以及以什么方式(例如温和地还是猛烈地)。
ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειε μὴ μαινόμενος, δῆλον δʼ ὡς οὐδὲ τὸν πράττοντα· πῶς γὰρ ἑαυτόν γε;
那么,除了疯子之外,没有人会对所有这些都一无所知,显而易见,他不会不知道行动者是谁;因为他怎么会不知道自己呢?
ὃ δὲ πράττει ἀγνοήσειεν ἄν τις, οἷον †λέγοντές φασιν ἐκπεσεῖν αὐτούς,† ἢ οὐκ εἰδέναι ὅτι ἀπόρρητα ἦν, ὥσπερ Αἰσχύλος τὰ μυστικά, ἢ δεῖξαι βουλόμενος ἀφεῖναι, ὡς ὁ τὸν καταπέλτην.
但是一个人可能会不知道自己在做什么,正如人们常说“说话时说漏了嘴”,或者不知道那是秘密,就像埃斯库罗斯对待秘仪那样;或者本想展示一下却把它放了出去,就像对待弹射器的人那样。
οἰηθείη δʼ ἄν τις καὶ τὸν υἱὸν πολέμιον εἶναι ὥσπερ ἡ Μερόπη, καὶ ἐσφαιρῶσθαι τὸ λελογχωμένον δόρυ, ἢ τὸν λίθον κίσηριν εἶναι· καὶ ἐπὶ σωτηρίᾳ πίσας ἀποκτείναι ἄν· καὶ θῖξαι βουλόμενος, ὥσπερ οἱ ἀκροχειριζόμενοι, πατάξειεν ἄν.
又或者,有人可能会像梅罗佩那样,把自己的儿子当成敌人;或者以为带尖头的矛上装了防护球;或者以为石头是浮石;或者为了救人而给人灌药却害死了人;或者本想碰一下,却像进行手部搏击的人那样把人打伤。
περὶ πάντα δὴ ταῦτα τῆς ἀγνοίας οὔσης, ἐν οἷς ἡ πρᾶξις, ὁ τούτων τι ἀγνοήσας ἄκων δοκεῖ πεπραχέναι, καὶ μάλιστα ἐν τοῖς κυριωτάτοις·
由于在行动所涉的一切具体情况中都可能存在无知,因此对其中任何一个情况一无所知的人,都被认为是不自愿地行动的,尤其是在最关键的环节。
κυριώτατα δʼ εἶναι δοκεῖ ἐν οἷς ἡ πρᾶξις καὶ οὗ ἕνεκα.
而最关键的环节似乎是行动的客观情况和目的。
τοῦ δὴ κατὰ τὴν τοιαύτην ἄγνοιαν ἀκουσίου λεγομένου ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελείᾳ.
在因这种无知而被称作不自愿的行为中,此外还必须是痛苦的并伴随着懊悔。
ὄντος δʼ ἀκουσίου τοῦ βίᾳ καὶ διʼ ἄγνοιαν, τὸ ἑκούσιον δόξειεν ἂν εἶναι οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθʼ ἕκαστα ἐν οἷς ἡ πρᾶξις.
既然受强迫的和因无知而做出的行为是不自愿的,那么自愿的似乎就是其始动因在行动者自身之中,且他知道行动所涉的具体个别情况。
ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν.
因为如果说因怒气或欲望而做出的行为是不自愿的,这也许是不正确的。
πρῶτον μὲν γὰρ οὐδὲν ἔτι τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδʼ οἱ παῖδες· εἶτα πότερον οὐδὲν ἑκουσίως πράττομεν τῶν διʼ ἐπιθυμίαν καὶ θυμόν, ἢ τὰ καλὰ μὲν ἑκουσίως τὰ δʼ αἰσχρὰ ἀκουσίως;
首先,如果这样,其他动物就都不再是自愿行动的了,孩子们也是如此;其次,难道因欲望或怒气而做出的行为中,我们没有一个是自愿的吗?
ἢ γελοῖον ἑνός γε αἰτίου ὄντος;
还是说,高尚的行为是自愿的,而丑恶的行为是不自愿的?
ἄτοπον δὲ ἴσως ἀκούσια φάναι ὧν δεῖ ὀρέγεσθαι·
但如果起因是同一个,这难道不滑稽吗?
δεῖ δὲ καὶ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινῶν, οἷον ὑγιείας καὶ μαθήσεως.
而且,把我们理应追求的事物称为不自愿的,这也许是奇怪的;因为我们应当对某些事情发怒,也应当追求某些事物,例如健康和学习。
δοκεῖ δὲ καὶ τὰ μὲν ἀκούσια λυπηρὰ εἶναι, τὰ δὲ κατʼ ἐπιθυμίαν ἡδέα.
此外,不自愿的行为被认为是痛苦的,而因欲望引起的行为被认为是快乐的。
ἔτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ λογισμὸν ἢ θυμὸν ἁμαρτηθέντα;
再者,因理性计算而犯的错误和因怒气而犯的错误,在作为不自愿这一点上有什么区别呢?
φευκτὰ μὲν γὰρ ἄμφω, δοκεῖ δὲ οὐχ ἧττον ἀνθρωπικὰ εἶναι τὰ ἄλογα πάθη, ὥστε καὶ αἱ πράξεις τοῦ ἀνθρώπου αἱ ἀπὸ θυμοῦ καὶ ἐπιθυμίας.
因为两者都是应当避免的,而且非理性的情感似乎不比理性少属于人类,因此,人类由于怒气和欲望而产生的行动也是人的行动。
ἄτοπον δὴ τὸ τιθέναι ἀκούσια ταῦτα.
所以,把这些归为不自愿是奇怪的。

词汇与语法注释

  1. 1110b18οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν, ἀκούσιον δὲ — 亚里士多德区分了较宽泛的“非自愿的”(οὐχ ἑκούσιον)范畴与较狭隘的“不自愿的”(ἀκούσιον)范畴。后者严格要求一个额外的附加主观条件,即行动者在事后得知真相时感到痛苦和悔恨。
  2. 1110b24τὸ διʼ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα — 此处对比了“因无知而行动”(无知本身是行动的直接原因)与“在无知状态下行动”(行动是由醉酒或暴怒等其他因素引起的,这些因素暂时损害了行动者的认知)之间的关键概念区别。
  3. 1111a8λέγοντές φασιν ἐκπεσεῖν αὐτούς — 尽管该短语包含短剑符标记的文本损坏,但传统上它被解释为“如人们所说,在说话时漏了嘴”,以此例证在交谈中无意中泄露秘密这种非自愿的错误。
  4. 1111a24τὸ ἑκούσιον δόξειεν ἂν εἶναι — 此处将自愿行为(τὸ ἑκούσιον)定义为不自愿行为的两个条件(强迫和无知)的反面。它确立了两个核心标准:(1)始动因在行动者自身之中;(2)行动者对具体个别的情况有认知。

引用这一段

亚里士多德, 尼各马可伦理学 §3.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:3.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。