Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §2.8

中道与两极端的相互对立及其程度

第 21 段,共 123 段 · 希腊语

内容简介

亚里士多德解释了中庸与两个极端(过度与不足)如何相互对立,指出两极之间的相反性大于两极与中庸之间的相反性。他进一步分析了由于事物自身的性质以及人类自身的天然倾向,为何其中一个极端(不足或过度)显得比另一个极端更与中庸对立。

§2.8τριῶν δὴ διαθέσεων οὐσῶν, δύο μὲν κακιῶν, τῆς μὲν καθʼ ὑπερβολὴν τῆς δὲ κατʼ ἔλλειψιν, μιᾶς δʼ ἀρετῆς τῆς μεσότητος, πᾶσαι πάσαις ἀντίκεινταί πως· αἱ μὲν γὰρ ἄκραι καὶ τῇ μέσῃ καὶ ἀλλήλαις ἐναντίαι εἰσίν, ἡ δὲ μέση ταῖς ἄκραις·
既然有三种品质,其中两种是恶德(一种是过度,一种是不足),一种是德性(即中庸),它们在某种意义上都相互对立;因为两极既与中间相反,也彼此相反,而中间也与两极相反。
ὥσπερ γὰρ τὸ ἴσον πρὸς μὲν τὸ ἔλαττον μεῖζον πρὸς δὲ τὸ μεῖζον ἔλαττον, οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις ὑπερβάλλουσι πρὸς δὲ τὰς ὑπερβολὰς ἐλλείπουσιν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πράξεσιν.
正如等量相对于较小者为大,相对于较大者为小一样,中庸的品质在感情和行为中,相对于不足也是过度,相对于过度也是不足。
ὁ γὰρ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαίνεται, πρὸς δὲ τὸν θρασὺν δειλός· ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος, ὁ δʼ ἐλευθέριος πρὸς μὲν τὸν ἀνελεύθερον ἄσωτος, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος.
例如,勇敢的人相对于懦弱的人显得鲁莽,相对于鲁莽的人显得懦弱;同样,节制的人相对于麻木的人显得放纵,相对于放纵的人显得麻木,大度的人相对于吝啬的人显得挥霍,相对于挥霍的人显得吝啬。
διὸ καὶ ἀπωθοῦνται τὸν μέσον οἱ ἄκροι ἑκάτερος πρὸς ἑκάτερον, καὶ καλοῦσι τὸν ἀνδρεῖον ὁ μὲν δειλὸς θρασὺν ὁ δὲ θρασὺς δειλόν, καὶ ἐπὶ τῶν ἄλλων ἀνάλογον.
因此,两极的人也各自把中间的人推向另一极,懦弱的人称勇敢的人为鲁莽,鲁莽的人称他为懦弱,在其他情况下也是如此。
οὕτω δʼ ἀντικειμένων ἀλλήλοις τούτων, πλείστη ἐναντιότης ἐστὶ τοῖς ἄκροις πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον·
由于它们如此相互对立,两极彼此之间的相反性,比它们与中间的相反性最大。
πορρωτέρω γὰρ ταῦτα ἀφέστηκεν ἀλλήλων ἢ τοῦ μέσου, ὥσπερ τὸ μέγα τοῦ μικροῦ καὶ τὸ μικρὸν τοῦ μεγάλου ἢ ἄμφω τοῦ ἴσου.
因为两极彼此之间的距离,比它们与中间的距离更远,正如大与小、小与大之间的距离,比它们两者与等量的距离更远一样。
ἔτι πρὸς μὲν τὸ μέσον ἐνίοις ἄκροις ὁμοιότης τις φαίνεται, ὡς τῇ θρασύτητι πρὸς τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα· τοῖς δὲ ἄκροις πρὸς ἄλληλα πλείστη ἀνομοιότης·
此外,在某些两极中,对中间显得有某种相似性,如鲁莽之于勇敢,挥霍之于大度;但在两极彼此之间,则有最大的不相似性。
τὰ δὲ πλεῖστον ἀπέχοντα ἀπʼ ἀλλήλων ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ πλεῖον ἀπέχοντα.
而那些彼此相距最远的东西被定义为相反物,因此,相距越远的东西,就越是相反。
πρὸς δὲ τὸ μέσον ἀντίκειται μᾶλλον ἐφʼ ὧν μὲν ἡ ἔλλειψις ἐφʼ ὧν δὲ ἡ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλʼ ἡ δειλία ἔλλειψις οὖσα, τῇ δὲ σωφροσύνῃ οὐχ ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλʼ ἡ ἀκολασία ὑπερβολὴ οὖσα.
然而,对于中间,在某些情况下是不足更为对立,在另一些情况下则是过度更为对立。 例如,对于勇敢,不是鲁莽(过度)而是懦弱(不足)更为对立;对于节制,不是麻木(缺乏)而是放纵(过度)更为对立。
διὰ δύο δʼ αἰτίας τοῦτο συμβαίνει, μίαν μὲν τὴν ἐξ αὐτοῦ τοῦ πράγματος· τῷ γὰρ ἐγγύτερον εἶναι καὶ ὁμοιότερον τὸ ἕτερον ἄκρον τῷ μέσῳ, οὐ τοῦτο ἀλλὰ τοὐναντίον ἀντιτίθεμεν μᾶλλον· οἷον ἐπεὶ ὁμοιότερον εἶναι δοκεῖ τῇ ἀνδρείᾳ ἡ θρασύτης καὶ ἐγγύτερον, ἀνομοιότερον δʼ ἡ δειλία, ταύτην μᾶλλον ἀντιτίθεμεν· τὰ γὰρ ἀπέχοντα πλεῖον τοῦ μέσου ἐναντιώτερα δοκεῖ εἶναι.
这发生有两个原因:其一来自事物本身;因为其中一极与中间更接近、更相似,我们不把这一极而是把相反的一极更与中间对立;例如,既然鲁莽看起来与勇敢更相似、更接近,而懦弱更不相似,我们就更多地把懦弱与之对立;因为距离中间更远的东西,看起来更与中间相反。
μία μὲν οὖν αἰτία αὕτη, ἐξ αὐτοῦ τοῦ πράγματος· ἑτέρα δὲ ἐξ ἡμῶν αὐτῶν· πρὸς ἃ γὰρ αὐτοὶ μᾶλλον πεφύκαμέν πως, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ φαίνεται.
因此,这是一个原因,来自事物本身;另一个原因来自我们自身;因为我们自身在某种意义上更天然地倾向于什么,这些就显得更与中间相反。
οἷον αὐτοὶ μᾶλλον πεφύκαμεν πρὸς τὰς ἡδονάς, διὸ εὐκαταφορώτεροί ἐσμεν πρὸς ἀκολασίαν ἢ πρὸς κοσμιότητα.
例如,我们自身更天然地倾向于快乐,因此我们更容易倒向放纵,而不是倒向规矩。
ταῦτʼ οὖν μᾶλλον ἐναντία λέγομεν, πρὸς ἃ ἡ ἐπίδοσις μᾶλλον γίνεται· καὶ διὰ τοῦτο ἡ ἀκολασία ὑπερβολὴ οὖσα ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ.
因此,我们称那些我们更容易倾向于的东西为更相反的;也正因为如此,作为过度的放纵,更与节制相反。

词汇与语法注释

  1. 1108b11τριῶν δὴ διαθέσεων οὐσῶν — 此句采用独立属格(genitive absolute)结构,名词“三种品质”(τριῶν διαθέσεων)作为逻辑主语,分词“存在”(οὐσῶν)作谓语。随后跟出的属格短语“两种是恶德”(δύο μὲν κακιῶν...)与“一种是德性”(μιᾶς δʼ ἀρετῆς...)作为前文“三种品质”的部分同位语。
  2. 1108b26πλείστη ἐναντιότης ἐστὶ τοῖς ἄκροις πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον — 最高级形容词 πλείστη 与比较连词 ἤ 连用,实际上起到了比较级的作用,意为“两极彼此之间的对立程度,比它们与中庸之间的对立程度更大(最大)”。
  3. 1109a6τῷ γὰρ ἐγγύτερον εἶναι — 中性单数与格定冠词 τῷ 与不定式 εἶναι(其逻辑主语为宾格的 τὸ ἕτερον ἄκρον)连用,构成了表示“原因或理由”的名词性不定式用法,意为“由于另一极更为接近”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。