§2.7#2ἔστι δὲ καὶ περὶ τὴν ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, σχεδὸν δὲ ἀνωνύμων ὄντων αὐτῶν τὸν μέσον πρᾶον λέγοντες τὴν μεσότητα πραότητα καλέσωμεν·
关于愤怒,也存在过度、不足和中庸。 虽然这些几乎是无名的,但我们可以称中间的人为温和的,并将中庸称为温和。
τῶν δʼ ἄκρων ὁ μὲν ὑπερβάλλων ὀργίλος ἔστω, ἡ δὲ κακία ὀργιλότης, ὁ δʼ ἐλλείπων ἀόργητός τις, ἡ δʼ ἔλλειψις ἀοργησία.
在两极中,过度的人就且称为易怒的人,其恶德为易怒;不足的人就且称为无怒的人,其不足为无怒。
εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, ἔχουσαι μέν τινα ὁμοιότητα πρὸς ἀλλήλας, διαφέρουσαι δʼ ἀλλήλων·
此外,还有其他三种中庸,它们彼此之间有某些相似之处,但也相互不同。
πᾶσαι μὲν γάρ εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δὲ ὅτι ἣ μέν ἐστι περὶ τἀληθὲς τὸ ἐν αὐτοῖς, αἳ δὲ περὶ τὸ ἡδύ·
因为它们都与言语和行为的交往有关,但不同之处在于,其一关系到其中的真实,而另外两个关系到其中的快乐。
τούτου δὲ τὸ μὲν ἐν παιδιᾷ τὸ δʼ ἐν πᾶσι τοῖς κατὰ τὸν βίον.
在快乐中,一部分存在于娱乐中,另一部分存在于生活的一切事务中。
ῥητέον οὖν καὶ περὶ τούτων, ἵνα μᾶλλον κατίδωμεν ὅτι ἐν πᾶσιν ἡ μεσότης ἐπαινετόν, τὰ δʼ ἄκρα οὔτʼ ἐπαινετὰ οὔτʼ ὀρθὰ ἀλλὰ ψεκτά.
因此,我们也必须谈论这些,以便我们能更好地看出,在一切事物中,中庸都是值得赞扬的,而两极既不值得赞扬也不正确,而是应受指责的。
εἰσὶ μὲν οὖν καὶ τούτων τὰ πλείω ἀνώνυμα, πειρατέον δʼ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, αὐτοὺς ὀνοματοποιεῖν σαφηνείας ἕνεκα καὶ τοῦ εὐπαρακολουθήτου.
这些品质中的大多数也是无名的,但我们必须像在其他情况下一样,为了清楚起见和易于理解,尝试自己创造名称。
περὶ μὲν οὖν τὸ ἀληθὲς ὁ μὲν μέσος ἀληθής τις καὶ ἡ μεσότης ἀλήθεια λεγέσθω, ἡ δὲ προσποίησις ἡ μὲν ἐπὶ τὸ μεῖζον ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δʼ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων ὁ ἔχων.
那么,关于真实,中间的人就且称为真实的人,中庸称为真实;而朝向更大方面的虚饰是夸大,拥有它的人是狂妄自大者;朝向更小方面的虚饰是自谦,拥有它的人是自谦者。
περὶ δὲ τὸ ἡδὺ τὸ μὲν ἐν παιδιᾷ ὁ μὲν μέσος εὐτράπελος καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δʼ ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ὁ δʼ ἐλλείπων ἄγροικός τις καὶ ἡ ἕξις ἀγροικία·
关于快乐,在娱乐中,中间的人是机智的,其品质是机智;而过度是滑稽且拥有它的人是小丑,不足的人则是粗鄙的人,其品质是粗鄙。
περὶ δὲ τὸ λοιπὸν ἡδὺ τὸ ἐν τῷ βίῳ ὁ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ ἡ μεσότης φιλία, ὁ δʼ ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα, ἄρεσκος, εἰ δʼ ὠφελείας τῆς αὑτοῦ, κόλαξ, ὁ δʼ ἐλλείπων καὶ ἐν πᾶσιν ἀηδὴς δύσερίς τις καὶ δύσκολος.
关于生活中其余的快乐,那以应有方式带来快乐的人是朋友,中庸是友谊;在过度的人中,如果毫无目的地这样做,就是阿谀者,如果是为了自己的利益,就是谄媚者;而不足的且在一切事上都令人不快的人,则是好争吵且脾气暴躁的人。
εἰσὶ δὲ καὶ ἐν τοῖς παθήμασι καὶ περὶ τὰ πάθη μεσότητες·
在感情中及关于感情,也存在着中庸。
ἡ γὰρ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπαινεῖται δὲ καὶ ὁ αἰδήμων.
因为羞耻虽然不是德性,但有羞耻心的人也是受到赞扬的。
καὶ γὰρ ἐν τούτοις ὃ μὲν λέγεται μέσος, ὃ δʼ ὑπερβάλλων, ὡς ὁ καταπλὴξ ὁ πάντα αἰδούμενος· ὁ δʼ ἐλλείπων ἢ μηδὲν ὅλως ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων.
因为在这些感情中,也有人被称为中间的,有人被称为过度的,比如那对一切都感到害羞的胆怯者;而不足的或者根本没有任何羞耻心的人是无耻的,中间的人则是温和的。
νέμεσις δὲ μεσότης φθόνου καὶ ἐπιχαιρεκακίας, εἰσὶ δὲ περὶ λύπην καὶ ἡδονὴν τὰς ἐπὶ τοῖς συμβαίνουσι τοῖς πέλας γινομένας·
义愤是嫉妒和幸灾乐祸之间的中庸,它们关系到对邻人身上所发生的事情感到的痛苦和快乐。
ὁ μὲν γὰρ νεμεσητικὸς λυπεῖται ἐπὶ τοῖς ἀναξίως εὖ πράττουσιν, ὁ δὲ φθονερὸς ὑπερβάλλων τοῦτον ἐπὶ πᾶσι λυπεῖται, ὁ δʼ ἐπιχαιρέκακος τοσοῦτον ἐλλείπει τοῦ λυπεῖσθαι ὥστε καὶ χαίρειν.
因为义愤者对那些不配享有好运的人感到痛苦,而嫉妒者由于超过了前者,对一切感到痛苦,幸灾乐祸者则极其缺乏痛苦,以至于甚至感到高兴。
ἀλλὰ περὶ μὲν τούτων καὶ ἄλλοθι καιρὸς ἔσται· περὶ δὲ δικαιοσύνης, ἐπεὶ οὐχ ἁπλῶς λέγεται, μετὰ ταῦτα διελόμενοι περὶ ἑκατέρας ἐροῦμεν πῶς μεσότητές εἰσιν· ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν.
不过,关于这些,在其他地方也会有合适的机会;而关于正义,既然它不是在单一的意义上被谈论的,在此之后,我们将对其进行划分,并讨论它的每一种形式是如何作为中庸的;同样,对于理智德性也是如此。