§2.7#1δεῖ δὲ τοῦτο μὴ μόνον καθόλου λέγεσθαι, ἀλλὰ καὶ τοῖς καθʼ ἕκαστα ἐφαρμόττειν.
但这不仅应该在总体上进行论述,而且还必须应用于具体的事物。
ἐν γὰρ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν καθόλου κοινότεροί εἰσιν, οἱ δʼ ἐπὶ μέρους ἀληθινώτεροι· περὶ γὰρ τὰ καθʼ ἕκαστα αἱ πράξεις, δέον δʼ ἐπὶ τούτων συμφωνεῖν.
因为在关于行为的论述中,普遍的论述较为笼统,而具体的论述则更为真实;因为行为是关于具体事物的,在这些具体事物上必须相一致。
ληπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆς.
因此,我们必须从图表中获取这些。
περὶ μὲν οὖν φόβους καὶ θάρρη ἀνδρεία μεσότης· τῶν δʼ ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος (πολλὰ δʼ ἐστὶν ἀνώνυμα), ὁ δʼ ἐν τῷ θαρρεῖν ὑπερβάλλων θρασύς, ὁ δʼ ἐν τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων τῷ δὲ θαρρεῖν ἐλλείπων δειλός.
关于恐惧和信心,勇敢是中庸;在那些过度的人中,在无惧上过度的人是无名的(但有许多情况是无名的),而在信心上过度的人是鲁莽的,而在恐惧上过度且在信心上不足的人是怯懦的。
περὶ ἡδονὰς δὲ καὶ λύπας—οὐ πάσας, ἧττον δὲ †καὶ† περὶ τὰς λύπας—μεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία.
关于快乐和痛苦——并非全部的痛苦,且在较小程度上关于痛苦——中庸是节制,过度是放纵。
ἐλλείποντες δὲ περὶ τὰς ἡδονὰς οὐ πάνυ γίνονται· διόπερ οὐδʼ ὀνόματος τετυχήκασιν οὐδʼ οἱ τοιοῦτοι, ἔστωσαν δὲ ἀναίσθητοι.
在快乐上不足的人极少出现;因此这类人甚至没有名字,但且称他们为无感觉的。
περὶ δὲ δόσιν χρημάτων καὶ λῆψιν μεσότης μὲν ἐλευθεριότης, ὑπερβολὴ δὲ καὶ ἔλλειψις ἀσωτία καὶ ἀνελευθερία.
关于财富的施与和接受,中庸是慷慨,过度和不足则是挥霍和吝啬。
ἐναντίως δʼ ἐν αὐταῖς ὑπερβάλλουσι καὶ ἐλλείπουσιν· ὁ μὲν γὰρ ἄσωτος ἐν μὲν προέσει ὑπερβάλλει ἐν δὲ λήψει ἐλλείπει, ὁ δʼ ἀνελεύθερος ἐν μὲν λήψει ὑπερβάλλει ἐν δὲ προέσει ἐλλείπει.
但他们在这些行为中以相反的方式过度和不足:挥霍者在支出上过度,在接受上不足;而吝啬者在接受上过度,在支出上不足。
νῦν μὲν οὖν τύπῳ καὶ ἐπὶ κεφαλαίου λέγομεν, ἀρκούμενοι αὐτῷ τούτῳ· ὕστερον δὲ ἀκριβέστερον περὶ αὐτῶν διορισθήσεται.
现在,我们且以粗线条和要约的方式来谈,满足于此即可;此后,我们将对它们进行更精确的界定。
περὶ δὲ χρήματα καὶ ἄλλαι διαθέσεις εἰσί, μεσότης μὲν μεγαλοπρέπεια (ὁ γὰρ μεγαλοπρεπὴς διαφέρει ἐλευθερίου· ὃ μὲν γὰρ περὶ μεγάλα, ὃ δὲ περὶ μικρά), ὑπερβολὴ δὲ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις δὲ μικροπρέπεια·
关于财富,还存在其他的品质:中庸是豪奢(因为豪奢者与慷慨者不同,前者关系到大笔财富,后者关系到小笔财富),过度是恶趣味和俗气,不足是小气。
διαφέρουσι δʼ αὗται τῶν περὶ τὴν ἐλευθεριότητα, πῇ δὲ διαφέρουσιν, ὕστερον ῥηθήσεται.
这些与关于慷慨的品质不同,它们如何不同,此后将会说明。
περὶ δὲ τιμὴν καὶ ἀτιμίαν μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία· ὡς δʼ ἐλέγομεν ἔχειν πρὸς τὴν μεγαλοπρέπειαν τὴν ἐλευθεριότητα, τῷ περὶ μικρὰ διαφέρουσαν, οὕτως ἔχει τις καὶ πρὸς τὴν μεγαλοψυχίαν, περὶ τιμὴν οὖσαν μεγάλην, αὐτὴ περὶ μικρὰν οὖσα·
关于荣誉和耻辱,中庸是矜持,过度是所谓的虚荣,不足是卑屈;正如我们所说慷慨与豪奢的关系一样,后者在处理小额财富上有所不同,同样也有某种品质与矜持相关联,矜持是关于重大荣誉的,而这种品质则是关于小荣誉的;因为人们可以适度地追求荣誉,也可以过度地追求,或者不足地追求。
ἔστι γὰρ ὡς δεῖ ὀρέγεσθαι τιμῆς καὶ μᾶλλον ἢ δεῖ καὶ ἧττον, λέγεται δʼ ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος, ὁ δʼ ἐλλείπων ἀφιλότιμος, ὁ δὲ μέσος ἀνώνυμος.
在追求上过度的人被称为爱荣誉者,不足的人被称为无意荣誉者,而中间的人则是无名的。
ἀνώνυμοι δὲ καὶ αἱ διαθέσεις, πλὴν ἡ τοῦ φιλοτίμου φιλοτιμία.
这些品质也是无名的,除了爱荣誉者的“爱荣誉”之外。
ὅθεν ἐπιδικάζονται οἱ ἄκροι τῆς μέσης χώρας· καὶ ἡμεῖς δὲ ἔστι μὲν ὅτε τὸν μέσον φιλότιμον καλοῦμεν ἔστι δʼ ὅτε ἀφιλότιμον, καὶ ἔστι μὲν ὅτε ἐπαινοῦμεν τὸν φιλότιμον ἔστι δʼ ὅτε τὸν ἀφιλότιμον.
因此,两极的人争夺中间的位置;我们自己有时也把中间的人称为爱荣誉的,有时称为无意荣誉的,有时我们称赞爱荣誉的人,有时称赞无意荣誉的人。
διὰ τίνα δʼ αἰτίαν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν λέγωμεν κατὰ τὸν ὑφηγημένον τρόπον.
我们由于什么原因这样做,将在接下来的内容中说明;但现在,让我们按照指引的方法来谈论其余的部分。