Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §2.3

作为德性标志的快乐与痛苦

第 15 段,共 123 段 · 希腊语

内容简介

本段指出行为所伴随的快乐与痛苦是德性状态的标志,并从教育、惩罚以及选择与规避的对象等多个维度,论证了德性本质上是关于快乐与痛苦的。

§2.3σημεῖον δὲ δεῖ ποιεῖσθαι τῶν ἕξεων τὴν ἐπιγινομένην ἡδονὴν ἢ λύπην τοῖς ἔργοις·
我们应当把伴随着行为而来的快乐或痛苦作为品质的标志。
ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ αὐτῷ τούτῳ χαίρων σώφρων, ὁ δʼ ἀχθόμενος ἀκόλαστος, καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλός.
因为,克制肉体上的快乐并以此为乐的人是节制的,而以此为苦的人则是放纵的;承受可怕的事物并感到快乐、或者至少不感到痛苦的人是勇敢的,而感到痛苦的人则是懦弱的。
περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα.
因为道德德性是关于快乐和痛苦的;因为为了快乐我们行下流的事,而为了痛苦我们避开高尚的事。
διὸ δεῖ ἦχθαί πως εὐθὺς ἐκ νέων, ὡς ὁ Πλάτων φησίν, ὥστε χαίρειν τε καὶ λυπεῖσθαι οἷς δεῖ· ἡ γὰρ ὀρθὴ παιδεία αὕτη ἐστίν.
因此,正如柏拉图所说,我们必须从小立刻以某种方式被引导,以至于对该喜的事感到快乐,对该苦的事感到痛苦;因为这才是正确的教育。
ἔτι δʼ εἰ αἱ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεται ἡδονὴ καὶ λύπη, καὶ διὰ τοῦτʼ ἂν εἴη ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας.
此外,如果德性是关于行为和情感的,而每种情感和每个行为都伴随着快乐和痛苦,那么因为这个缘故,德性也应该是关于快乐和痛苦的。
μηνύουσι δὲ καὶ αἱ κολάσεις γινόμεναι διὰ τούτων· ἰατρεῖαι γάρ τινές εἰσιν, αἱ δὲ ἰατρεῖαι διὰ τῶν ἐναντίων πεφύκασι γίνεσθαι.
通过这些而实施的惩罚也表明了这一点;因为惩罚是某种治疗,而治疗在本性上是通过相反者来进行的。
ἔτι, ὡς καὶ πρῴην εἴπομεν, πᾶσα ψυχῆς ἕξις, ὑφʼ οἵων πέφυκε γίνεσθαι χείρων καὶ βελτίων, πρὸς ταῦτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει· διʼ ἡδονὰς δὲ καὶ λύπας φαῦλοι γίνονται, τῷ διώκειν ταύτας καὶ φεύγειν, ἢ ἃς μὴ δεῖ ἢ ὅτε οὐ δεῖ ἢ ὡς οὐ δεῖ ἢ ὁσαχῶς ἄλλως ὑπὸ τοῦ λόγου διορίζεται τὰ τοιαῦτα.
再者,正如我们前不久所说,灵魂的每种品质,由于何种事物在本性上使其变坏或变好,也就对这些事物并在这类事物的范围内具有其本性;而人们由于快乐和痛苦而变得下流,是因为他们追求和规避这些,或者是追求不该追求的,或者是在不该的时候,或者是用不该的方式,或者是以理性所规定的这类事物的其他任何错误方式。
διὸ καὶ ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας τινὰς καὶ ἠρεμίας· οὐκ εὖ δέ, ὅτι ἁπλῶς λέγουσιν, ἀλλʼ οὐχ ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅτε, καὶ ὅσα ἄλλα προστίθεται.
因此,人们甚至把德性定义为某种无情感和静谧;但这样定义并不妥当,因为他们只是绝对地(无条件地)说,而没有加上“以该有的方式”、“以不该有的方式”、“在什么时候”,以及其他所要补充的各种条件。
ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς καὶ λύπας τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον.
因此,我们假定,这样的德性是关于快乐和痛苦而行最好之事的,而恶德则相反。
γένοιτο δʼ ἂν ἡμῖν καὶ ἐκ τούτων φανερὸν ὅτι περὶ τῶν αὐτῶν.
从以下的事情中,我们也会明白它们是关于相同事物的。
τριῶν γὰρ ὄντων τῶν εἰς τὰς αἱρέσεις καὶ τριῶν τῶν εἰς τὰς φυγάς, καλοῦ συμφέροντος ἡδέος, καὶ τῶν ἐναντίων, αἰσχροῦ βλαβεροῦ λυπηροῦ, περὶ ταῦτα μὲν πάντα ὁ ἀγαθὸς κατορθωτικός ἐστιν ὁ δὲ κακὸς ἁμαρτητικός, μάλιστα δὲ περὶ τὴν ἡδονήν· κοινή τε γὰρ αὕτη τοῖς ζῴοις, καὶ πᾶσι τοῖς ὑπὸ τὴν αἵρεσιν παρακολουθεῖ· καὶ γὰρ τὸ καλὸν καὶ τὸ συμφέρον ἡδὺ φαίνεται.
因为在选择的对象上有三种,在规避的对象上也有三种——高尚的、有益的、快乐的,以及它们的相反者,即丑恶的、有害的、痛苦的——在所有这些事物上,好人易于作对,坏人易于作错,特别是在快乐方面;因为快乐是动物所共有,且伴随着选择对象中的一切;因为甚至高尚的和有益的也都显得是快乐的。
ἔτι δʼ ἐκ νηπίου πᾶσιν ἡμῖν συντέθραπται· διὸ χαλεπὸν ἀποτρίψασθαι τοῦτο τὸ πάθος ἐγκεχρωσμένον τῷ βίῳ.
此外,它从小就与我们所有人一同成长;因此,要把这深染在生活之中的情感擦拭掉是极其困难的。
κανονίζομεν δὲ καὶ τὰς πράξεις, οἳ μὲν μᾶλλον οἳ δʼ ἧττον, ἡδονῇ καὶ λύπῃ.
而且我们也都用快乐和痛苦来衡量我们的行为,有些人多些,有些人少些。
διὰ τοῦτʼ οὖν ἀναγκαῖον εἶναι περὶ ταῦτα τὴν πᾶσαν πραγματείαν· οὐ γὰρ μικρὸν εἰς τὰς πράξεις εὖ ἢ κακῶς χαίρειν καὶ λυπεῖσθαι.
所以,我们的全部研究必须关于这些事物,这是必然的;因为,在行为上,能好好地或坏坏地感到快乐和痛苦,绝非一件小事。
ἔτι δὲ χαλεπώτερον ἡδονῇ μάχεσθαι ἢ θυμῷ, καθάπερ φησὶν Ἡράκλειτος, περὶ δὲ τὸ χαλεπώτερον ἀεὶ καὶ τέχνη γίνεται καὶ ἀρετή· καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ.
而且,正如赫拉克利特所说,与快乐斗争比与怒气斗争更为困难,而技术和德性总是关于更为困难之事的;因为在这些事上,“做得好”才是更优越的。
ὥστε καὶ διὰ τοῦτο περὶ ἡδονὰς καὶ λύπας πᾶσα ἡ πραγματεία καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ εὖ τούτοις χρώμενος ἀγαθὸς ἔσται, ὁ δὲ κακῶς κακός.
因此,也正是因为这个缘故,德性和政治学的全部研究都是关于快乐和痛苦的;因为很好地利用这些的人就是好人,而利用得坏的人就是坏人。
ὅτι μὲν οὖν ἐστὶν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας, καὶ ὅτι ἐξ ὧν γίνεται, ὑπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται μὴ ὡσαύτως γινομένων, καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἰρήσθω.
总之,关于德性是关于快乐和痛苦的,并且促使德性生成的事物(如果未以同样方式进行的话)既能使之增长也能使之毁灭,以及产生德性的那些事物也正是其活动之所在,这些就说这么多吧。

词汇与语法注释

  1. 1104b5σημεῖον δὲ δεῖ ποιεῖσθαι τῶν ἕξεων τὴν ἐπιγινομένην ἡδονὴν ἢ λύπην τοῖς ἔργοις — 带有宾语补足语的 `ποιέομαι` 结构(“将某物视为某物”)。`τὴν ἐπιγινομένην ἡδονὴν ἢ λύπην` 是宾语,而 `σημεῖον` 是补语。`τῶν ἕξεων` 依附于 `σημεῖον`(“品质的标志”)。`τοῖς ἔργοις` 是由 `ἐπιγινομένην` 支配的与格(“伴随着行为”)。
  2. 1104b25ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς καὶ λύπας τῶν βελτίστων πρακτική — `ὑπόκειται` 意为“被假定/作为前提”,以不定式从句 `ἡ ἀρετὴ ... εἶναι ... πρακτική` 为其主语。`ἡ ἀρετὴ ἡ τοιαύτη` 是不定式的主语(由于与主句主语一致而保持主格),而 `πρακτική` 是补语。`τῶν βελτίστων` 是依附于 `πρακτική` 的宾格性属格。
  3. 1104b30τριῶν γὰρ ὄντων τῶν εἰς τὰς αἱρέσεις — 属格独立结构。`ὄντων` 是分词,`τῶν εἰς τὰς αἱρέσεις`(“导向选择的事物”)是其逻辑主语。`τριῶν` 是数词补语。后半部分的 `τριῶν τῶν εἰς τὰς φυγάς` 也并列了相同的结构。
  4. 1105a5οἳ μὲν μᾶλλον οἳ δʼ ἧττον — 作为动词 `κανονίζομεν` 的隐含主语(“我们”)的同位语插入,意为“有些人多些,有些人少些”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。