Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §2.4-2.5

德性行为的成立条件与作为品质的德性

第 16 段,共 123 段 · 希腊语

内容简介

第4章探讨了通过践行德行来获得德性的逻辑悖论,阐明德性行为不仅需要行为者拥有知识,还需要其经过选择且处于稳定的品格状态。第5章对灵魂中所产生的事物(情感、能力和品质)进行分类与对比,论证了德性在属上属于“品质”。

§2.4ἀπορήσειε δʼ ἄν τις πῶς λέγομεν ὅτι δεῖ τὰ μὲν δίκαια πράττοντας δικαίους γίνεσθαι, τὰ δὲ σώφρονα σώφρονας·
有人可能会提出疑问:我们怎么说人必须通过做公正的事来成为公正的人,通过做节制的事来成为节制的人呢?
εἰ γὰρ πράττουσι τὰ δίκαια καὶ σώφρονα, ἤδη εἰσὶ δίκαιοι καὶ σώφρονες, ὥσπερ εἰ τὰ γραμματικὰ καὶ τὰ μουσικά, γραμματικοὶ καὶ μουσικοί.
因为如果他们做公正的和节制的事,他们就已经是公正的和节制的了,正如如果他们做语法上的和音乐上的事,他们就是通晓语法和音乐的人一样。
ἢ οὐδʼ ἐπὶ τῶν τεχνῶν οὕτως ἔχει;
或者,甚至在技术的情形下也不是这样的吗?
ἐνδέχεται γὰρ γραμματικόν τι ποιῆσαι καὶ ἀπὸ τύχης καὶ ἄλλου ὑποθεμένου.
因为,既可能凭运气,也可能在别人的指导下,做出某种合乎语法的事。
τότε οὖν ἔσται γραμματικός, ἐὰν καὶ γραμματικόν τι ποιήσῃ καὶ γραμματικῶς· τοῦτο δʼ ἐστὶ τὸ κατὰ τὴν ἐν αὑτῷ γραμματικήν.
那么,只有当他既做出了某种合乎语法的事,又是以语法学家的(合乎语法的)方式去做的时候,他才是一个通晓语法的人;而这就是按照他自己身上的语法知识去做。
ἔτι οὐδʼ ὅμοιόν ἐστιν ἐπί τε τῶν τεχνῶν καὶ τῶν ἀρετῶν· τὰ μὲν γὰρ ὑπὸ τῶν τεχνῶν γινόμενα τὸ εὖ ἔχει ἐν αὑτοῖς·
此外,在技术和德性的情形之间也并无相似之处;因为由技术产生的产品把它们的优良品质保存在其自身之中。
ἀρκεῖ οὖν ταῦτά πως ἔχοντα γενέσθαι·
因此,只要这些产品生成时处于某种特定的状态就足够了。
τὰ δὲ κατὰ τὰς ἀρετὰς γινόμενα οὐκ ἐὰν αὐτά πως ἔχῃ, δικαίως ἢ σωφρόνως πράττεται, ἀλλὰ καὶ ἐὰν ὁ πράττων πῶς ἔχων πράττῃ, πρῶτον μὲν ἐὰν εἰδώς, ἔπειτʼ ἐὰν προαιρούμενος, καὶ προαιρούμενος διʼ αὐτά, τὸ δὲ τρίτον ἐὰν καὶ βεβαίως καὶ ἀμετακινήτως ἔχων πράττῃ.
但是,按照德性而做出的行为,并不是只要行为本身处于某种状态,就是公正地或节制地做出了,而还必须是行为者在处于某种状态下去做:第一,必须是有知地做;第二,必须是经过选择而做,并且是为了行为自身而选择;第三,必须是处于确固不移的状态中去做。
ταῦτα δὲ πρὸς μὲν τὸ τὰς ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖται, πλὴν αὐτὸ τὸ εἰδέναι· πρὸς δὲ τὸ τὰς ἀρετὰς τὸ μὲν εἰδέναι οὐδὲν ἢ μικρὸν ἰσχύει, τὰ δʼ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύναται, ἅπερ ἐκ τοῦ πολλάκις πράττειν τὰ δίκαια καὶ σώφρονα περιγίνεται.
这些条件,除了有知本身之外,在占有其他技术方面并不被算在内;但在占有德性方面,有知几乎没有或完全没有力量,而其他条件则起着非同小可甚至决定性的作用,而这些条件正是通过多次做公正和节制的事而获得的。
τὰ μὲν οὖν πράγματα δίκαια καὶ σώφρονα λέγεται, ὅταν ᾖ τοιαῦτα οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώφρων πράξειεν· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων, ἀλλὰ καὶ οὕτω πράττων ὡς οἱ δίκαιοι καὶ σώφρονες πράττουσιν.
所以,事情被称为公正和节制的,是指当它们是公正的人或节制的人所会做出的那一类事情时;然而,公正的人和节制的人并不是做这些事的人,而是还要像公正和节制的人那样去做这些事的人。
εὖ οὖν λέγεται ὅτι ἐκ τοῦ τὰ δίκαια πράττειν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· ἐκ δὲ τοῦ μὴ πράττειν ταῦτα οὐδεὶς ἂν οὐδὲ μελλήσειε γίνεσθαι ἀγαθός.
因此,说通过做公正的事成为公正的人,通过做节制的事成为节制的人,这是说得很对的;而不做这些事,就没有任何人会有希望成为好人。
ἀλλʼ οἱ πολλοὶ ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὸν λόγον καταφεύγοντες οἴονται φιλοσοφεῖν καὶ οὕτως ἔσεσθαι σπουδαῖοι, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δʼ οὐδὲν τῶν προσταττομένων.
但多数人并不去做这些事,而是逃避到言理(论辩)中去,以为自己是在从事哲学研究,并会以此方式变得优秀。 他们这样做,就像病人一样,他们虽然仔细听医生说话,却完全不按照医嘱去做。
ὥσπερ οὖν οὐδʼ ἐκεῖνοι εὖ ἕξουσι τὸ σῶμα οὕτω θεραπευόμενοι, οὐδʼ οὗτοι τὴν ψυχὴν οὕτω φιλοσοφοῦντες.
因此,正如那些病人这样接受治疗身体也不会好一样,这些人这样研究哲学,灵魂也不会好起来。
§2.5μετὰ δὲ ταῦτα τί ἐστιν ἡ ἀρετὴ σκεπτέον.
在这之后,我们必须考察德性是什么。
ἐπεὶ οὖν τὰ ἐν τῇ ψυχῇ γινόμενα τρία ἐστί, πάθη δυνάμεις ἕξεις, τούτων ἄν τι εἴη ἡ ἀρετή.
既然灵魂中产生的事物有三种:情感、能力、品质,那么德性必然是其中之一。
λέγω δὲ πάθη μὲν ἐπιθυμίαν ὀργὴν φόβον θάρσος φθόνον χαρὰν φιλίαν μῖσος πόθον ζῆλον ἔλεον, ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη· δυνάμεις δὲ καθʼ ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθʼ ἃς δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι· ἕξεις δὲ καθʼ ἃς πρὸς τὰ πάθη ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν σφοδρῶς ἢ ἀνειμένως, κακῶς ἔχομεν, εἰ δὲ μέσως, εὖ· ὁμοίως δὲ καὶ πρὸς τἆλλα.
我所说的情感是指:欲望、愤怒、恐惧、自信、嫉妒、喜悦、友爱、恨意、渴望、好胜心、怜悯,总之,是那些伴随着快乐或痛苦的事物;能力是指,凭借它们,我们被称为能够体验这些情感的,例如,凭借它们,我们能够愤怒、痛苦或怜悯;品质是指,凭借它们,我们对于情感处在好的或坏的状况,例如,对于发怒,如果发得过度或不足,我们处境就坏,如果适度,我们处境就好;对于其他情感也是一样。
πάθη μὲν οὖν οὐκ εἰσὶν οὔθʼ αἱ ἀρεταὶ οὔθʼ αἱ κακίαι, ὅτι οὐ λεγόμεθα κατὰ τὰ πάθη σπουδαῖοι ἢ φαῦλοι, κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας λεγόμεθα, καὶ ὅτι κατὰ μὲν τὰ πάθη οὔτʼ ἐπαινούμεθα οὔτε ψεγόμεθα (οὐ γὰρ ἐπαινεῖται ὁ φοβούμενος οὐδὲ ὁ ὀργιζόμενος, οὐδὲ ψέγεται ὁ ἁπλῶς ὀργιζόμενος ἀλλʼ ὁ πῶς), κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα.
那么,德性与恶德都不是情感,因为我们并不因情感而被说成是优秀的人或下流的人,而是因德性和恶德而被这样说,也因为在情感方面我们既不受赞扬也不受指责(因为害怕的人或发怒的人并不受赞扬,仅仅发怒的人也不受指责,而是因以某种方式发怒才受指责),而在德性和恶德方面,我们受赞扬或受指责。
ἔτι ὀργιζόμεθα μὲν καὶ φοβούμεθα ἀπροαιρέτως, αἱ δʼ ἀρεταὶ προαιρέσεις τινὲς ἢ οὐκ ἄνευ προαιρέσεως.
此外,我们发怒和害怕是非选择的(无意的),而德性是某种选择,或者是不能没有选择的。
πρὸς δὲ τούτοις κατὰ μὲν τὰ πάθη κινεῖσθαι λεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας οὐ κινεῖσθαι ἀλλὰ διακεῖσθαί πως.
除此之外,在情感方面,我们被说成是被推动的,而在德性和恶德方面,我们不是被推动,而是处于某种状态(倾向)。
διὰ ταῦτα δὲ οὐδὲ δυνάμεις εἰσίν· οὔτε γὰρ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι πάσχειν ἁπλῶς οὔτε κακοί, οὔτʼ ἐπαινούμεθα οὔτε ψεγόμεθα·
因为这些缘故,德性也不是能力;因为我们并不因为仅仅有体验情感的能力就被称为好的或坏的,也不因此受赞扬或受指责。
ἔτι δυνατοὶ μέν ἐσμεν φύσει, ἀγαθοὶ δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει· εἴπομεν δὲ περὶ τούτου πρότερον.
此外,我们具有能力是出于本性的,但我们成为好的或坏的人却不是出于本性的;关于这一点,我们先前已经谈过。
εἰ οὖν μήτε πάθη εἰσὶν αἱ ἀρεταὶ μήτε δυνάμεις, λείπεται ἕξεις αὐτὰς εἶναι.
如果德性既不是情感也不是能力,那么剩下的就只有它们是品质。
ὅ τι μὲν οὖν ἐστὶ τῷ γένει ἡ ἀρετή, εἴρηται.
那么,德性在属上是什么,已经说过了。

词汇与语法注释

  1. 1105a18ἀπορήσειε δʼ ἄν — 希求语气 `ἀπορήσειε` 与语气词 `ἄν` 连用,表示潜在的可能性(“有人可能会提出疑问”),用于引入一个假设性的质疑。
  2. 1105a20ὥσπερ εἰ τὰ γραμματικὰ καὶ τὰ μουσικά — 在连词 `εἰ` 引导的条件从句中省略了动词(如 `ποιήσωσιν`“做”),在主句中也省略了 `γίνονται`“成为”。整句应补全理解为:“正如如果他们做了合乎语法和音乐的事,他们就会成为通晓语法和音乐的人一样”。
  3. 1105a28ἀρκεῖ οὖν ταῦτά πως ἔχοντα γενέσθαι — 主语是中性复数代名词 `ταῦτα`(技术的产品),分词短语 `πως ἔχοντα`(处于某种特定的状态)作述语性修饰,意思是“因此,这些产品生成时处于某种特定的状态就足够了”。
  4. 1105b32ἀλλʼ ὁ πῶς — 在表示转折的 `ἀλλά` 之后,省略了前句中的动词短语 `ψέγεται ὁ ὀργιζόμενος`(发怒的人受指责)。这一省略结构的意思是:“而是以某种方式发怒的人[才受指责]”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §2.4-2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.4-2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。