§2.2ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά ἐστιν ὥσπερ αἱ ἄλλαι (οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἡ ἀρετὴ σκεπτόμεθα, ἀλλʼ ἵνʼ ἀγαθοὶ γενώμεθα, ἐπεὶ οὐδὲν ἂν ἦν ὄφελος αὐτῆς), ἀναγκαῖον ἐπισκέψασθαι τὰ περὶ τὰς πράξεις, πῶς πρακτέον αὐτάς· αὗται γάρ εἰσι κύριαι καὶ τοῦ ποιὰς γενέσθαι τὰς ἕξεις, καθάπερ εἰρήκαμεν.
既然,我们当前的这项研究并不像其他研究那样是为了理论观照——因为我们探讨并不是为了知道什么是德性,而是为了使我们成为善良的人,否则这项研究就毫无益处了——那么我们就必须考察有关行为的事,即应当如何去行这些行为;因为正如我们所说,正是这些行为决定了我们的状态会具有怎样的性质。
τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν κοινὸν καὶ ὑποκείσθω—ῥηθήσεται δʼ ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὁ ὀρθὸς λόγος, καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς.
因此,“按照正确的理智去行事”是一个共同的原则,且让我们以此为前提——但关于这一点,以及什么是正确的理智,它又如何与其他的德性相联系,我们将在以后予以讨论。
ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πᾶς ὁ περὶ τῶν πρακτῶν λόγος τύπῳ καὶ οὐκ ἀκριβῶς ὀφείλει λέγεσθαι, ὥσπερ καὶ κατʼ ἀρχὰς εἴπομεν ὅτι κατὰ τὴν ὕλην οἱ λόγοι ἀπαιτητέοι· τὰ δʼ ἐν ταῖς πράξεσι καὶ τὰ συμφέροντα οὐδὲν ἑστηκὸς ἔχει, ὥσπερ οὐδὲ τὰ ὑγιεινά.
不过,我们必须预先同意这一点,即一切关于行为的讨论都应当是粗线条的、非精确的,正如我们在开始时也说过的,讨论应当根据其材料的性质来要求;而行为中的事物以及利益并无任何固定之处,正如有益于健康的事物也是如此。
τοιούτου δʼ ὄντος τοῦ καθόλου λόγου, ἔτι μᾶλλον ὁ περὶ τῶν καθʼ ἕκαστα λόγος οὐκ ἔχει τἀκριβές· οὔτε γὰρ ὑπὸ τέχνην οὔθʼ ὑπὸ παραγγελίαν οὐδεμίαν πίπτει, δεῖ δʼ αὐτοὺς ἀεὶ τοὺς πράττοντας τὰ πρὸς τὸν καιρὸν σκοπεῖν, ὥσπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει καὶ τῆς κυβερνητικῆς.
既然普遍的理论是这样的性质,那么关于具体情况的讨论就更加缺乏精确性了;因为它们既不属于任何技术,也不属于任何条规,而是行为者自身必须随时考虑适合时宜的事,就像在医学和航海术中的情况一样。
ἀλλὰ καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου πειρατέον βοηθεῖν.
尽管当前的讨论具有这样的性质,我们仍必须努力予以协助。
πρῶτον οὖν τοῦτο θεωρητέον, ὅτι τὰ τοιαῦτα πέφυκεν ὑπʼ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι, (δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις χρῆσθαι) ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν· τά τε γὰρ ὑπερβάλλοντα γυμνάσια καὶ τὰ ἐλλείποντα φθείρει τὴν ἰσχύν, ὁμοίως δὲ καὶ τὰ ποτὰ καὶ τὰ σιτία πλείω καὶ ἐλάττω γινόμενα φθείρει τὴν ὑγίειαν, τὰ δὲ σύμμετρα καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει.
因此,首先必须观察的是,此类事物在本性上容易被不足和过度所毁灭(因为对于不见之物,必须使用显明之物作为见证),正如我们在体力和健康上所看到的那样;因为过度和不足的体育锻炼都会毁坏体力,同样,饮食过多或过少也会毁坏健康,而适度的量则既能产生、也能增长和保持健康。
οὕτως οὖν καὶ ἐπὶ σωφροσύνης καὶ ἀνδρείας ἔχει καὶ τῶν ἄλλων ἀρετῶν.
因此,对于节制、勇敢以及其他德性也是如此。
ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπομένων δειλὸς γίνεται, ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς· ὁμοίως δὲ καὶ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστος, ὁ δὲ πᾶσαν φεύγων, ὥσπερ οἱ ἄγροικοι, ἀναίσθητός τις·
逃避一切、害怕一切且毫无承受力的人会变得懦弱,而毫无所惧、迎头直上的人则会变得鲁莽;同样,享受一切快乐而毫无克制的人会变得放纵,而逃避一切快乐的人,就像那些粗野的人一样,则会变得像个失去感觉的人。
φθείρεται δὴ σωφροσύνη καὶ ἡ ἀνδρεία ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως, ὑπὸ δὲ τῆς μεσότητος σῴζεται.
因此,节制和勇敢被过度和不足所毁灭,而被中庸所保持。
ἀλλʼ οὐ μόνον αἱ γενέσεις καὶ αὐξήσεις καὶ αἱ φθοραὶ ἐκ τῶν αὐτῶν καὶ ὑπὸ τῶν αὐτῶν γίνονται, ἀλλὰ καὶ αἱ ἐνέργειαι ἐν τοῖς αὐτοῖς ἔσονται·
然而,不仅它们的生成、增长和毁灭是从相同的事物中并由相同的事物而产生的,它们的实际活动也将在相同的事物中进行。
καὶ γὰρ ἐπὶ τῶν ἄλλων τῶν φανερωτέρων οὕτως ἔχει, οἷον ἐπὶ τῆς ἰσχύος· γίνεται γὰρ ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν, καὶ μάλιστα ἂν δύναιτʼ αὐτὰ ποιεῖν ὁ ἰσχυρός.
因为在其他更显明的事物上也是如此,例如在体力上:体力由于摄入大量食物和忍受大量劳苦而产生,而体力充沛的人也最能做这些事。
οὕτω δʼ ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔκ τε γὰρ τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν γινόμεθα σώφρονες, καὶ γενόμενοι μάλιστα δυνάμεθα ἀπέχεσθαι αὐτῶν· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν φοβερῶν καὶ ὑπομένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι, καὶ γενόμενοι μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά.
德性的情况也是如此:通过克制快乐,我们变得节制,而在变得节制之后,我们也最能克制快乐;勇敢的情况也是如此:通过习惯于轻视可怕的事物并忍受它们,我们变得勇敢,而在变得勇敢之后,我们也最能忍受可怕的事物。