Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §2.1

伦理德性通过习惯的养成

第 13 段,共 123 段 · 希腊语

内容简介

作者将德性分为理智德性和道德德性,并通过与自然物规律、技术学习、国家立法以及个人行为积累的类比,论证了道德德性并非生来具有,而是通过活动重现与习惯养成而获得的。

§2.1διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δʼ ἠθικὴ ἐξ ἔθους περιγίνεται, ὅθεν καὶ τοὔνομα ἔσχηκε μικρὸν παρεκκλῖνον ἀπὸ τοῦ ἔθους.
既然德性是双重的,一是理智德性,另一是道德德性,那么理智德性的大部分是通过教导而获得其生成和增长的,因此它需要经验和时间;而道德德性则是通过习惯而产生的,其名称也是从“习惯”一词稍作变形而得来的。
ἐξ οὗ καὶ δῆλον ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται·
由此也显然可见,道德德性没有一种是自然地在我们心中生成的。
οὐθὲν γὰρ τῶν φύσει ὄντων ἄλλως ἐθίζεται, οἷον ὁ λίθος φύσει κάτω φερόμενος οὐκ ἂν ἐθισθείη ἄνω φέρεσθαι, οὐδʼ ἂν μυριάκις αὐτὸν ἐθίζῃ τις ἄνω ῥιπτῶν, οὐδὲ τὸ πῦρ κάτω, οὐδʼ ἄλλο οὐδὲν τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη.
因为任何自然存在的事物都不能被习惯于相反的方向,例如,在自然中向下运动的石头,绝不能被习惯于向上运动,即使有人通过向上扔它一万次来试图训练它也不行;火也不能被习惯于向下运行,任何其他在本性上如此存在的事物也都不能被习惯于以相反的方式行动。
οὔτʼ ἄρα φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ πεφυκόσι μὲν ἡμῖν δέξασθαι αὐτάς, τελειουμένοις δὲ διὰ τοῦ ἔθους.
因此,德性的生成既非出于自然,也非违反自然,而是我们在天性上能够接受它们,并且通过习惯而使之完善。
ἔτι ὅσα μὲν φύσει ἡμῖν παραγίνεται, τὰς δυνάμεις τούτων πρότερον κομιζόμεθα, ὕστερον δὲ τὰς ἐνεργείας ἀποδίδομεν (ὅπερ ἐπὶ τῶν αἰσθήσεων δῆλον· οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλʼ ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα, οὐ χρησάμενοι ἔσχομεν)·
此外,凡是自然地带给我们的东西,我们都是先获得了它们的潜能,然后才展现出它们的活动(这在感觉上是显而易见的:因为我们并不是通过多次看或多次听才获得感觉的,相反,我们是因为拥有了它们才去使用,而不是因为使用了才拥有它们)。
τὰς δʼ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν·
但我们是通过先前的实际活动来获得德性的,就像在其他技术中一样。
ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ποιοῦντες μανθάνομεν, οἷον οἰκοδομοῦντες οἰκοδόμοι γίνονται καὶ κιθαρίζοντες κιθαρισταί·
因为那些我们必须在学习后去做的事情,我们是通过做这些事情来学习的——例如,通过建造,人们成为建筑师;通过弹奏齐特拉琴,人们成为齐特拉琴演奏家。
οὕτω δὴ καὶ τὰ μὲν δίκαια πράττοντες δίκαιοι γινόμεθα, τὰ δὲ σώφρονα σώφρονες, τὰ δʼ ἀνδρεῖα ἀνδρεῖοι.
正是这样,通过行正义的事,我们成为正义的人;通过行节制的事,我们成为节制的人;通过行勇敢的事,我们成为勇敢的人。
μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τοὺς πολίτας ἐθίζοντες ποιοῦσιν ἀγαθούς, καὶ τὸ μὲν βούλημα παντὸς νομοθέτου τοῦτʼ ἐστίν, ὅσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσιν ἁμαρτάνουσιν, καὶ διαφέρει τούτῳ πολιτεία πολιτείας ἀγαθὴ φαύλης.
在城邦中发生的事情也证明了这一点:因为立法者们通过使公民们养成习惯而使他们变得善良,而这正是每个立法者的意图,凡是不能很好地做到这一点的立法者都会犯错,而良好的政体与糟糕的政体之区别也就在于此。
ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται, ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ κακοὶ γίνονται κιθαρισταί.
此外,任何德性都像技术一样,是从相同的事物中并由于相同的事物而产生,也同样因此而毁灭;因为正是通过弹奏齐特拉琴,才产生了好的和坏的齐特拉琴演奏家。
ἀνάλογον δὲ καὶ οἰκοδόμοι καὶ οἱ λοιποὶ πάντες· ἐκ μὲν γὰρ τοῦ εὖ οἰκοδομεῖν ἀγαθοὶ οἰκοδόμοι ἔσονται, ἐκ δὲ τοῦ κακῶς κακοί.
建筑师和所有其他行业也是如此:通过建造得好,他们将成为好的建筑师,而建造得差,则成为坏的建筑师。
εἰ γὰρ μὴ οὕτως εἶχεν, οὐδὲν ἂν ἔδει τοῦ διδάξοντος, ἀλλὰ πάντες ἂν ἐγίνοντο ἀγαθοὶ ἢ κακοί. οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει·
因为如果不是这样,就根本不需要教师,而所有人都会生来就是好的或坏的了。
πράττοντες γὰρ τὰ ἐν τοῖς συναλλάγμασι τοῖς πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἳ μὲν δίκαιοι οἳ δὲ ἄδικοι, πράττοντες δὲ τὰ ἐν τοῖς δεινοῖς καὶ ἐθιζόμενοι φοβεῖσθαι ἢ θαρρεῖν οἳ μὲν ἀνδρεῖοι οἳ δὲ δειλοί.
德性的情况也是如此:通过在与人们的交往中行事,我们有的成为正义的人,有的成为非正义的人;通过在险境中行事并习惯于恐惧或自信,我们有的成为勇敢的人,有的成为懦夫。
ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰ περὶ τὰς ὀργάς· οἳ μὲν γὰρ σώφρονες καὶ πρᾶοι γίνονται, οἳ δʼ ἀκόλαστοι καὶ ὀργίλοι, οἳ μὲν ἐκ τοῦ οὑτωσὶ ἐν αὐτοῖς ἀναστρέφεσθαι, οἳ δὲ ἐκ τοῦ οὑτωσί.
对于欲望和愤怒的事物也是如此:有的人变得节制和温和,有的人则变得放纵和易怒,前者是因为在这些事情中以这种方式行事,后者是因为以那种方式行事。
καὶ ἑνὶ δὴ λόγῳ ἐκ τῶν ὁμοίων ἐνεργειῶν αἱ ἕξεις γίνονται.
总而言之,状态是从相似的活动中产生的。
διὸ δεῖ τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι· κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις.
因此,我们必须展现出特定性质的活动;因为状态是随着这些活动的不同而形成的。
οὐ μικρὸν οὖν διαφέρει τὸ οὕτως ἢ οὕτως εὐθὺς ἐκ νέων ἐθίζεσθαι, ἀλλὰ πάμπολυ, μᾶλλον δὲ τὸ πᾶν.
所以,从年轻时起就养成这样或那样的习惯,这并非无关紧要,而是有着极大的区别,或者更确切地说,决定了一切。

词汇与语法注释

  1. 14διττῆς δὴ τῆς ἀρετῆς οὔσης — 表示原因或条件的属格独立结构(genitive absolute)。后续分句的主语(`ἡ μὲν διανοητική ... ἡ δʼ ἠθική`)具体说明了此处引入的德性的两个部分。
  2. 25πεφυκόσι μὲν ἡμῖν δέξασθαι αὐτάς — 与格 `ἡμῖν` 取决于存在或与我们相关的动词,并由分词 `πεφυκόσι`(和 `τελειουμένοις`)修饰。不定式 `δέξασθαι` 限定了具有形容词或本性意义的分词 `πεφυκόσι`,表示天生的能力(“天生适合接受它们”)。
  3. 15πράττοντες γὰρ τὰ ἐν τοῖς συναλλάγμασι τοῖς πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἳ μὲν δίκαιοι οἳ δὲ ἄδικοι — 分配代词 `οἳ μὲν ... οἳ δὲ`(“有的……有的……”)作为第一人称复数动词 `γινόμεθα`(“我们成为”)的主语补足语或同位语,将复数主语“我们”拆分为子群体,形成了一种在第一人称复数中夹杂第三人称复数表述的特殊句法结构。

引用这一段

亚里士多德, 尼各马可伦理学 §2.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:2.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。