Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §10.9#2

法律的强制力与个人教育中的立法学知识

第 122 段,共 123 段 · 希腊语

内容简介

亚里士多德论证说,个人的劝告或父亲的命令缺乏道德培养所必需的强制力,而只有基于理智的法律才能提供这种力量。他指出,在公共教育被忽视的地方,个人应当通过学习关于普遍事物的立法学知识,以便更有效地引导他人走向德行。

§10.9#2εἰ δʼ οὖν, καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν τραφῆναι καλῶς δεῖ καὶ ἐθισθῆναι, εἶθʼ οὕτως ἐν ἐπιτηδεύμασιν ἐπιεικέσι ζῆν καὶ μήτʼ ἄκοντα μήθʼ ἑκόντα πράττειν τὰ φαῦλα, ταῦτα δὲ γίνοιτʼ ἂν βιουμένοις κατά τινα νοῦν καὶ τάξιν ὀρθήν, ἔχουσαν ἰσχύν· ἡ μὲν οὖν πατρικὴ πρόσταξις οὐκ ἔχει τὸ ἰσχυρὸν οὐδὲ τὸ ἀναγκαῖον, οὐδὲ δὴ ὅλως ἡ ἑνὸς ἀνδρός, μὴ βασιλέως ὄντος ἤ τινος τοιούτου· ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν, λόγος ὢν ἀπό τινος φρονήσεως καὶ νοῦ.
如果正如所说,那将要成为善良的人必须受到良好的抚育和习惯培养,然后在此基础上在体面的事务中生活,并且无论自愿还是非自愿都不做卑劣的事,而这在人们遵循某种理智和具有效力的正确秩序而生活时才能实现——然而,父亲的命令并没有效力或强制力,一般而言,一个人的命令也是如此,除非他是国王或类似的人;而法律则具有强制性的力量,因为它是源于某种智慧和理智的言理。
καὶ τῶν μὲν ἀνθρώπων ἐχθαίρουσι τοὺς ἐναντιουμένους ταῖς ὁρμαῖς, κἂν ὀρθῶς αὐτὸ δρῶσιν· ὁ δὲ νόμος οὐκ ἔστιν ἐπαχθὴς τάττων τὸ ἐπιεικές.
此外,虽然人们会憎恨那些反对其冲动的人,即使他们做得对,但法律在规定体面的事情时,却并不会令人厌恶。
ἐν μόνῃ δὲ τῇ Λακεδαιμονίων πόλει ἢ μετʼ ὀλίγων ὁ νομοθέτης ἐπιμέλειαν δοκεῖ πεποιῆσθαι τροφῆς τε καὶ ἐπιτηδευμάτων· ἐν δὲ ταῖς πλείσταις τῶν πόλεων ἐξημέληται περὶ τῶν τοιούτων, καὶ ζῇ ἕκαστος ὡς βούλεται, κυκλωπικῶς θεμιστεύων παίδων ἠδʼ ἀλόχου.
唯独在斯巴达人的城邦,或与极少数城邦一起,立法者似乎对抚育和日常事务做出了配虑;但在绝大多数城邦中,这些事情都被忽视了,每个人都按照自己的意愿生活,像库克罗普斯那样对孩子和妻子施加律令。
κράτιστον μὲν οὖν τὸ γίνεσθαι κοινὴν ἐπιμέλειαν καὶ ὀρθὴν·
因此,最好是存在一种公共且正确的配虑。
κοινῇ δʼ ἐξαμελουμένων ἑκάστῳ δόξειεν ἂν προσήκειν τοῖς σφετέροις τέκνοις καὶ φίλοις εἰς ἀρετὴν συμβάλλεσθαι, ἢ προαιρεῖσθαί γε.
但在公共配虑被忽视的地方,每个个体似乎都应当为自己的孩子和朋友走向德行做出贡献,或者至少立志这样做。
μᾶλλον δʼ ἂν τοῦτο δύνασθαι δόξειεν ἐκ τῶν εἰρημένων νομοθετικὸς γενόμενος.
而从所说的话来看,通过成为立法者,似乎能更好地做到这一点。
αἱ μὲν γὰρ κοιναὶ ἐπιμέλειαι δῆλον ὅτι διὰ νόμων γίνονται, ἐπιεικεῖς δʼ αἱ διὰ τῶν σπουδαίων· γεγραμμένων δʼ ἢ ἀγράφων, οὐδὲν ἂν δόξειε διαφέρειν, οὐδὲ διʼ ὧν εἷς ἢ πολλοὶ παιδευθήσονται, ὥσπερ οὐδʼ ἐπὶ μουσικῆς ἢ γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων.
因为公共配虑显然是通过法律来实现的,而通过优秀的法律实现的则是体面的配虑,无论是成文的还是不成文的,这似乎都没有区别,正如通过它们教育一人还是多人也没有区别一样,就像在音乐、体育和其他日常活动中一样。
ὥσπερ γὰρ ἐν ταῖς πόλεσιν ἐνισχύει τὰ νόμιμα καὶ τὰ ἤθη, οὕτω καὶ ἐν οἰκίαις οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, καὶ ἔτι μᾶλλον διὰ τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας· προϋπάρχουσι γὰρ στέργοντες καὶ εὐπειθεῖς τῇ φύσει.
因为,正像在城邦中法律和习俗具有力量一样,在家庭中父亲的言语和习惯也具有力量,而且由于亲属关系和恩惠,这种力量甚至更大;因为他们天生就预先存在着爱意和顺从。
ἔτι δὲ καὶ διαφέρουσιν αἱ καθʼ ἕκαστον παιδεῖαι τῶν κοινῶν, ὥσπερ ἐπʼ ἰατρικῆς· καθόλου μὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἡσυχία καὶ ἀσιτία, τινὶ δʼ ἴσως οὔ, ὅ τε πυκτικὸς ἴσως οὐ πᾶσι τὴν αὐτὴν μάχην περιτίθησιν.
此外,个别教育也不同于公共教育,正如在医术中一样;因为一般而言,安静和禁食对发烧的人有利,但对某个特定的人也许并非如此,而拳击教练大概也不会对所有人课以相同的打法。
ἐξακριβοῦσθαι δὴ δόξειεν ἂν μᾶλλον τὸ καθʼ ἕκαστον ἰδίας τῆς ἐπιμελείας γινομένης· μᾶλλον γὰρ τοῦ προσφόρου τυγχάνει ἕκαστος.
因此,在实行私人的配虑时,个别情况似乎能得到更精确的实现;因为每个人都更容易获得适合自己的东西。
ἀλλʼ ἐπιμεληθείη μὲν ἂν ἄριστα καθʼ ἓν καὶ ἰατρὸς καὶ γυμναστὴς καὶ πᾶς ἄλλος ὁ καθόλου εἰδώς, τί πᾶσιν ἢ τοῖς τοιοισδί (τοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν)·
然而,无论是医生、体育教练还是其他任何了解普遍事物的人,对于单个人而言也能够给予最好的照料,他知道什么对所有人或对这类人有益(因为科学被说成是、且实际上也是关于共同事物的)。
οὐ μὴν ἀλλʼ ἑνός τινος οὐδὲν ἴσως κωλύει καλῶς ἐπιμεληθῆναι καὶ ἀνεπιστήμονα ὄντα, τεθεαμένον δʼ ἀκριβῶς τὰ συμβαίνοντα ἐφʼ ἑκάστῳ διʼ ἐμπειρίαν, καθάπερ καὶ ἰατροὶ ἔνιοι δοκοῦσιν ἑαυτῶν ἄριστοι εἶναι, ἑτέρῳ οὐδὲν ἂν δυνάμενοι ἐπαρκέσαι.
尽管如此,即使是没有科学知识的人,如果他通过经验准确地观察了在每个个案中发生的事情,也许也无碍于他很好地照料某个特定的人,就像某些医生似乎是自己最好的医生,却无法给其他人提供任何帮助一样。
οὐδὲν δʼ ἧττον ἴσως τῷ γε βουλομένῳ τεχνικῷ γενέσθαι καὶ θεωρητικῷ ἐπὶ τὸ καθόλου βαδιστέον εἶναι δόξειεν ἄν, κἀκεῖνο γνωριστέον ὡς ἐνδέχεται· εἴρηται γὰρ ὅτι περὶ τοῦθʼ αἱ ἐπιστῆμαι.
然而,对于那些希望成为技术家和理论家的人来说,他也许同样应该走向普遍,并尽可能地去认识它;因为已经说过,科学就是关于这方面的。
τάχα δὲ καὶ τῷ βουλομένῳ διʼ ἐπιμελείας βελτίους ποιεῖν, εἴτε πολλοὺς εἴτʼ ὀλίγους, νομοθετικῷ πειρατέον γενέσθαι, εἰ διὰ νόμων ἀγαθοὶ γενοίμεθʼ ἄν.
而对于那些希望通过配虑使人(无论是多人还是少数人)变得更好的人,也许也应当努力去成为立法者,如果通过法律能使我们变得善良。
ὅντινα γὰρ οὖν καὶ τὸν προτεθέντα διαθεῖναι καλῶς οὐκ ἔστι τοῦ τυχόντος, ἀλλʼ εἴπερ τινός, τοῦ εἰδότος, ὥσπερ ἐπʼ ἰατρικῆς καὶ τῶν λοιπῶν ὧν ἔστιν ἐπιμέλειά τις καὶ φρόνησις.
因为,将呈现在面前的任何人安置在良好的状态,并不是随便什么人都能做到的,如果有人能做到,那必然是知道的人(拥有知识的人),正如在医术和其他存在某种配虑与智慧的领域一样。
ἆρʼ οὖν μετὰ τοῦτο ἐπισκεπτέον πόθεν ἢ πῶς νομοθετικὸς γένοιτʼ ἄν τις;
那么,在这之后,我们是否应当考察一个人如何以及从何处能成为立法者?

词汇与语法注释

  1. 1180a14εἰ δʼ οὖν — 从句首 εἰ δʼ οὖν 开始的长条件从句,被接下来的 ταῦτα δὲ γίνοιτʼ ἂν βιουμένοις...(“而这在……人中才能实现”)所承接,但缺乏形式上的主句归结,构成了一种破格(anacoluthon)句式。
  2. 1180a28κυκλωπικῶς θεμιστεύων — 动词 θεμιστεύω(施加律令、统治)支配属格,因此 παίδων ἠδʼ ἀλόχου(孩子和妻子)使用属格。这一表达暗指荷马《奥德赛》第9卷第114–115行中对库克罗普斯各自对妻儿发号施令的描述。
  3. 1180a32ἢ προαιρεῖσθαί γε — 不定式 προαιρεῖσθαι 与前面的 συμβάλλεσθαι(贡献、帮助)并列,作为无人称动词 δόξειεν ἂν προσήκειν(似乎应当)的主语(或其语义补足语)。它表明即使在实际上无法完全做到帮助时,“至少立志(选择)这样做”也是应当的。
  4. 1180a33νομοθετικὸς γενόμενος — 不定过去时分词 γενόμενος 作状语,表示手段(“通过成为立法者”)或条件(“如果成为立法者”),修饰依赖于 δόξειεν ἂν 的不定式 δύνασθαι(能够)。
  5. 1180b15τοῦ κοινοῦ ... αἱ ἐπιστῆμαι — τοῦ κοινοῦ(共同事物、普遍事物)是修饰名词 αἱ ἐπιστῆμαι(科学)的客观性属格(表示对象的属格),在没有介词的情况下表示“科学是关于共同/普遍事物的”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §10.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。