§10.9#3ἢ καθάπερ ἐπὶ τῶν ἄλλων, παρὰ τῶν πολιτικῶν;
或者,正如在其他领域中一样,向政治家学习?
μόριον γὰρ ἐδόκει τῆς πολιτικῆς εἶναι.
因为这似乎是政治学的一部分。
ἢ οὐχ ὅμοιον φαίνεται ἐπὶ τῆς πολιτικῆς καὶ τῶν λοιπῶν ἐπιστημῶν τε καὶ δυνάμεων;
或者说,在政治学中,情况似乎与在其他科学和能力中并不相同?
ἐν μὲν γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε δυνάμεις παραδιδόντες καὶ ἐνεργοῦντες ἀπʼ αὐτῶν, οἷον ἰατροὶ γραφεῖς· τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφισταί, πράττει δʼ αὐτῶν οὐδείς, ἀλλʼ οἱ πολιτευόμενοι, οἳ δόξαιεν ἂν δυνάμει τινὶ τοῦτο πράττειν καὶ ἐμπειρίᾳ μᾶλλον ἢ διανοίᾳ·
因为在其他领域中,似乎是同一批人既传授这些能力又凭此而行动,例如医生和画家;然而,关于政治事务,诡辩家们虽然声称要传授它,但他们中没有一个人去实践,而是由参与国政的政治家们去实践,这些政治家似乎是凭借某种能力和经验而非思考来做这件事的。
οὔτε γὰρ γράφοντες οὔτε λέγοντες περὶ τῶν τοιούτων φαίνονται (καίτοι κάλλιον ἦν ἴσως ἢ λόγους δικανικούς τε καὶ δημηγορικούς), οὐδʼ αὖ πολιτικοὺς πεποιηκότες τοὺς σφετέρους υἱεῖς ἤ τινας ἄλλους τῶν φίλων.
因为他们似乎既不著书也不立说谈论这些事情(然而这也许比撰写有关法庭和民会的演讲辞更有价值),也未曾使自己的儿子或朋友中的任何人成为政治家。
εὔλογον δʼ ἦν, εἴπερ ἐδύναντο· οὔτε γὰρ ταῖς πόλεσιν ἄμεινον οὐδὲν κατέλιπον ἄν, οὔθʼ αὑτοῖς ὑπάρξαι προέλοιντʼ ἂν μᾶλλον τῆς τοιαύτης δυνάμεως, οὐδὲ δὴ τοῖς φιλτάτοις.
如果他们有这个能力,这么做本是理所当然的;因为他们无法给城邦留下更好的遗产,也不可能选择让自己,甚至最亲近的人,拥有比这种能力更有价值的东西。
οὐ μὴν μικρόν γε ἔοικεν ἡ ἐμπειρία συμβάλλεσθαι· οὐδὲ γὰρ ἐγίνοντʼ ἂν διὰ τῆς πολιτικῆς συνηθείας πολιτικοί·
然而,经验似乎贡献不小;因为若无经验,他们也不可能通过政治习惯而成为政治家。
διὸ τοῖς ἐφιεμένοις περὶ πολιτικῆς εἰδέναι προσδεῖν ἔοικεν ἐμπειρίας.
因此,对于那些渴望了解政治学的人来说,似乎还需要经验。
τῶν δὲ σοφιστῶν οἱ ἐπαγγελλόμενοι λίαν φαίνονται πόρρω εἶναι τοῦ διδάξαι.
但是,那些声称要传授这门学问的诡辩家们,似乎离教学还相差太远。
ὅλως γὰρ οὐδὲ ποῖόν τι ἐστὶν ἢ περὶ ποῖα ἴσασιν·
因为他们根本不知道政治学究竟是怎样的一种学问,或者是关于什么事情的。
οὐ γὰρ ἂν τὴν αὐτὴν τῇ ῥητορικῇ οὐδὲ χείρω ἐτίθεσαν, οὐδʼ ἂν ᾤοντο ῥᾴδιον εἶναι τὸ νομοθετῆσαι συναγαγόντι τοὺς εὐδοκιμοῦντας τῶν νόμων·
否则,他们就不会把政治学等同于修辞学,甚至认为它还不如修辞学,也不会认为,只要把那些享有盛名的法律收集起来,立法就是一件容易的事。
ἐκλέξασθαι γὰρ εἶναι τοὺς ἀρίστους, ὥσπερ οὐδὲ τὴν ἐκλογὴν οὖσαν συνέσεως καὶ τὸ κρῖναι ὀρθῶς μέγιστον, ὥσπερ ἐν τοῖς κατὰ μουσικήν.
因为他们说,这只要选出最好的就行了,就好像这种选择本身不需要理解力,而正确地进行评判不是最重大的事情一样,正如在音乐方面一样。
οἱ γὰρ ἔμπειροι περὶ ἕκαστα κρίνουσιν ὀρθῶς τὰ ἔργα, καὶ διʼ ὧν ἢ πῶς ἐπιτελεῖται συνιᾶσιν, καὶ ποῖα ποίοις συνᾴδει·
因为在各个领域的经验者才能正确地评判作品,并理解通过什么手段以及如何完成它们,以及什么样的东西与什么相协调。
τοῖς δʼ ἀπείροις ἀγαπητὸν τὸ μὴ διαλανθάνειν εἰ εὖ ἢ κακῶς πεποίηται τὸ ἔργον, ὥσπερ ἐπὶ γραφικῆς.
但对于无经验者来说,能够不漏掉评判作品是做好还是做坏了,就已经很满足了,正如在绘画中一样。
οἱ δὲ νόμοι τῆς πολιτικῆς ἔργοις ἐοίκασιν· πῶς οὖν ἐκ τούτων νομοθετικὸς γένοιτʼ ἄν τις, ἢ τοὺς ἀρίστους κρίναι;
然而,法律就如同政治学的作品;那么,一个人如何能仅仅通过这些收集物就成为立法者,或者评判出最优秀的法律呢?
οὐ γὰρ φαίνονται οὐδʼ ἰατρικοὶ ἐκ τῶν συγγραμμάτων γίνεσθαι.
因为人们似乎也不可能通过阅读医书就成为医生。
καίτοι πειρῶνταί γε λέγειν οὐ μόνον τὰ θεραπεύματα, ἀλλὰ καὶ ὡς ἰαθεῖεν ἂν καὶ ὡς δεῖ θεραπεύειν ἑκάστους, διελόμενοι τὰς ἕξεις·
虽然这些医书确实试图不仅说明治疗方法,而且还说明人们如何才能治愈,以及在对体质进行分类后,应当如何治疗每一类人。
ταῦτα δὲ τοῖς μὲν ἐμπείροις ὠφέλιμα εἶναι δοκεῖ, τοῖς δʼ ἀνεπιστήμοσιν ἀχρεῖα.
但这些内容对于经验者来说似乎是有益的,但对于缺乏科学知识的人来说则是无用的。
ἴσως οὖν καὶ τῶν νόμων καὶ τῶν πολιτειῶν αἱ συναγωγαὶ τοῖς μὲν δυναμένοις θεωρῆσαι καὶ κρῖναι τί καλῶς ἢ τοὐναντίον καὶ ποῖα ποίοις ἁρμόττει εὔχρηστʼ ἂν εἴη· τοῖς δʼ ἄνευ ἕξεως τὰ τοιαῦτα διεξιοῦσι τὸ μὲν κρίνειν καλῶς οὐκ ἂν ὑπάρχοι, εἰ μὴ ἄρα αὐτόματον, εὐσυνετώτεροι δʼ εἰς ταῦτα τάχʼ ἂν γένοιντο.
因此,也许法律和国制的汇编,对于那些能够进行考察并判断什么做得好、什么做得不好、以及什么适合什么的人来说,也是有用的;但对于那些在不具备状态的情况下精读这些内容的人来说,正确地进行评判是不会属于他们的(除非出于偶然),不过他们也许在这些事情上会变得更容易理解。
παραλιπόντων οὖν τῶν προτέρων ἀνερεύνητον τὸ περὶ τῆς νομοθεσίας, αὐτοὺς ἐπισκέψασθαι μᾶλλον βέλτιον ἴσως, καὶ ὅλως δὴ περὶ πολιτείας, ὅπως εἰς δύναμιν ἡ περὶ τὰ ἀνθρώπεια φιλοσοφία τελειωθῇ.
因此,由于前人将立法问题留作未探讨的领域,我们自己来考察它,甚至考察关于整个国制的问题,也许更佳,以便使关于人类事务的哲学能尽最大可能得以完成。
πρῶτον μὲν οὖν εἴ τι κατὰ μέρος εἴρηται καλῶς ὑπὸ τῶν προγενεστέρων πειραθῶμεν ἐπελθεῖν, εἶτα ἐκ τῶν συνηγμένων πολιτειῶν θεωρῆσαι τὰ ποῖα σῴζει καὶ φθείρει τὰς πόλεις καὶ τὰ ποῖα ἑκάστας τῶν πολιτειῶν, καὶ διὰ τίνας αἰτίας αἳ μὲν καλῶς αἳ δὲ τοὐναντίον πολιτεύονται.
首先,如果前人对某些部分有很好的论述,让我们尝试加以探讨,然后,根据收集到的国制,考察什么样的东西能保存和毁灭城邦,什么样的东西能保存和毁灭各种国制,以及由于什么原因,有些城邦治理得好,而有些城邦则相反。
θεωρηθέντων γὰρ τούτων τάχʼ ἂν μᾶλλον συνίδοιμεν καὶ ποία πολιτεία ἀρίστη, καὶ πῶς ἑκάστη ταχθεῖσα, καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη.
因为在考察了这些之后,我们也许能够更好地看清什么样的国制是最好的,以及每种国制是如何安排的,并使用什么样的法律和习俗。
λέγωμεν οὖν ἀρξάμενοι.
那么,让我们开始吧。