Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §10.9#1

德行的实践与法律强制及习惯培养的必要性

第 121 段,共 123 段 · 希腊语

内容简介

亚里士多德确认伦理探求的目标在于实践德行而非仅在于认识,并指出单凭言辞无法引导大众走向德行,因此无论在青年还是成年时期,都必须依靠国家法律的强制力量与习惯培养。

§10.9#1ἆρʼ οὖν εἰ περί τε τούτων καὶ τῶν ἀρετῶν, ἔτι δὲ καὶ φιλίας καὶ ἡδονῆς, ἱκανῶς εἴρηται τοῖς τύποις, τέλος ἔχειν οἰητέον τὴν προαίρεσιν;
那么,如果关于这些事情、诸德、以及友谊和快乐,已经在概要上作了充分的讨论,我们是否应当认为我们的意图已经达到了终点?
ἢ καθάπερ λέγεται, οὐκ ἔστιν ἐν τοῖς πρακτοῖς τέλος τὸ θεωρῆσαι ἕκαστα καὶ γνῶναι, ἀλλὰ μᾶλλον τὸ πράττειν αὐτά·
或者,正如人们所说,在实践事务中,终点不在于观照和认识每一件事,而在于实践它们?
οὐδὲ δὴ περὶ ἀρετῆς ἱκανὸν τὸ εἰδέναι, ἀλλʼ ἔχειν καὶ χρῆσθαι πειρατέον, ἢ εἴ πως ἄλλως ἀγαθοὶ γινόμεθα;
对于德行,仅仅知道也是不够的,而是必须努力去占有并使用它,或者通过其他某种方式使我们变得善良。
εἰ μὲν οὖν ἦσαν οἱ λόγοι αὐτάρκεις πρὸς τὸ ποιῆσαι ἐπιεικεῖς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δικαίως ἔφερον κατὰ τὸν Θέογνιν, καὶ ἔδει ἂν τούτους πορίσασθαι·
因此,如果言辞对于使人变得高尚是自足的,那么根据提奥格尼斯的说法,它们理所当然会带来许多且巨大的报酬,而我们也必须提供这些言辞。
νῦν δὲ φαίνονται προτρέψασθαι μὲν καὶ παρορμῆσαι τῶν νέων τοὺς ἐλευθερίους ἰσχύειν, ἦθός τʼ εὐγενὲς καὶ ὡς ἀληθῶς φιλόκαλον ποιῆσαι ἂν κατοκώχιμον ἐκ τῆς ἀρετῆς, τοὺς δὲ πολλοὺς ἀδυνατεῖν πρὸς καλοκαγαθίαν προτρέψασθαι·
但事实上,言辞似乎只能鼓励和激发年轻人中那些具有自由心灵的人,并使出身高贵且真正热爱美的事物的性格能够被德行所感化,却无法鼓励大众走向善美。
οὐ γὰρ πεφύκασιν αἰδοῖ πειθαρχεῖν ἀλλὰ φόβῳ, οὐδʼ ἀπέχεσθαι τῶν φαύλων διὰ τὸ αἰσχρὸν ἀλλὰ διὰ τὰς τιμωρίας·
因为大众在本性上不服从羞耻,而服从恐惧;他们不去做坏事不是因为其可耻,而是因为惩罚。
πάθει γὰρ ζῶντες τὰς οἰκείας ἡδονὰς διώκουσι καὶ διʼ ὧν αὗται ἔσονται, φεύγουσι δὲ τὰς ἀντικειμένας λύπας, τοῦ δὲ καλοῦ καὶ ὡς ἀληθῶς ἡδέος οὐδʼ ἔννοιαν ἔχουσιν, ἄγευστοι ὄντες.
因为他们顺从情念而生活,追求他们自己的快乐以及获得这些快乐的手段,并逃避相反的痛苦,而对于高尚和真正快乐的事物,因为从未尝过,他们甚至连一个概念都没有。
τοὺς δὴ τοιούτους τίς ἂν λόγος μεταρρυθμίσαι;
对于这样的人,什么样的言辞能够重塑他们呢?
οὐ γὰρ οἷόν τε ἢ οὐ ῥᾴδιον τὰ ἐκ παλαιοῦ τοῖς ἤθεσι κατειλημμένα λόγῳ μεταστῆσαι·
因为要用言辞改变长期以来由习惯所牢固确立的东西,是不可能的,或者说是极其困难的。
ἀγαπητὸν δʼ ἴσως ἐστὶν εἰ πάντων ὑπαρχόντων διʼ ὧν ἐπιεικεῖς δοκοῦμεν γίνεσθαι, μεταλάβοιμεν τῆς ἀρετῆς.
因此,如果在所有那些我们被认为能借以变得高尚的条件都具备的情况下,我们能够分得德行,那或许就应当感到满足了。
γίνεσθαι δʼ ἀγαθοὺς οἴονται οἳ μὲν φύσει οἳ δʼ ἔθει οἳ δὲ διδαχῇ.
人们认为,变得善良有的是由于自然,有的是由于习惯,有的是由于教导。
τὸ μὲν οὖν τῆς φύσεως δῆλον ὡς οὐκ ἐφʼ ἡμῖν ὑπάρχει, ἀλλὰ διά τινας θείας αἰτίας τοῖς ὡς ἀληθῶς εὐτυχέσιν ὑπάρχει·
自然所带来的部分显然不在于我们,而是由于某种神圣的原因而存在于那些真正幸运的人身上。
ὁ δὲ λόγος καὶ ἡ διδαχὴ μή ποτʼ οὐκ ἐν ἅπασιν ἰσχύει, ἀλλὰ δεῖ προδιειργάσθαι τοῖς ἔθεσι τὴν τοῦ ἀκροατοῦ ψυχὴν πρὸς τὸ καλῶς χαίρειν καὶ μισεῖν, ὥσπερ γῆν τὴν θρέψουσαν τὸ σπέρμα.
然而,言辞和教导也许并不能在所有人身上都起作用,而是听者的灵魂必须预先通过习惯得到耕耘,以便能高尚地喜爱和憎恨,就像土地要滋养种子一样。
οὐ γὰρ ἂν ἀκούσειε λόγου ἀποτρέποντος οὐδʼ αὖ συνείη ὁ κατὰ πάθος ζῶν· τὸν δʼ οὕτως ἔχοντα πῶς οἷόν τε μεταπεῖσαι;
因为顺从情念而生活的人,既不会听从劝阻的言辞,也不会去理解它;而对于处于这种状态的人,又怎么可能去说服并改变他呢?
ὅλως τʼ οὐ δοκεῖ λόγῳ ὑπείκειν τὸ πάθος ἀλλὰ βίᾳ.
总之,情念似乎不屈服于言辞,而屈服于强制。
δεῖ δὴ τὸ ἦθος προϋπάρχειν πως οἰκεῖον τῆς ἀρετῆς, στέργον τὸ καλὸν καὶ δυσχεραῖνον τὸ αἰσχρόν.
因此,性格必须以某种方式预先存在,并与德行相契合,热爱高尚而厌恶可耻。
ἐκ νέου δʼ ἀγωγῆς ὀρθῆς τυχεῖν πρὸς ἀρετὴν χαλεπὸν μὴ ὑπὸ τοιούτοις τραφέντα νόμοις·
但是,如果不是在这样的法律下抚养长大,那么从小获得引向德行的正确引导是困难的。
τὸ γὰρ σωφρόνως καὶ καρτερικῶς ζῆν οὐχ ἡδὺ τοῖς πολλοῖς, ἄλλως τε καὶ νέοις.
因为节制和坚韧地生活对于大众来说,尤其是对于年轻人来说,并不是一件愉快的事。
διὸ νόμοις δεῖ τετάχθαι τὴν τροφὴν καὶ τὰ ἐπιτηδεύματα· οὐκ ἔσται γὰρ λυπηρὰ συνήθη γενόμενα.
因此,抚育和日常事务必须由法律来规定;因为一旦成为习惯,它们就不会再是令人痛苦的了。
οὐχ ἱκανὸν δʼ ἴσως νέους ὄντας τροφῆς καὶ ἐπιμελείας τυχεῖν ὀρθῆς, ἀλλʼ ἐπιεδὴ καὶ ἀνδρωθέντας δεῖ ἐπιτηδεύειν αὐτὰ καὶ ἐθίζεσθαι, καὶ περὶ ταῦτα δεοίμεθʼ ἂν νόμων, καὶ ὅλως δὴ περὶ πάντα τὸν βίον·
但是,仅仅在年轻时获得正确的抚育和照料也许是不够的,既然他们在成年后也必须实践这些并使之成为习惯,我们在这方面也需要法律,且总之需要贯穿人生的法律。
οἱ γὰρ πολλοὶ ἀνάγκῃ μᾶλλον ἢ λόγῳ πειθαρχοῦσι καὶ ζημίαις ἢ τῷ καλῷ.
因为大众更服从强制而不是言辞,服从惩罚而不是高尚。
διόπερ οἴονταί τινες τοὺς νομοθετοῦντας δεῖν μὲν παρακαλεῖν ἐπὶ τὴν ἀρετὴν καὶ προτρέπεσθαι τοῦ καλοῦ χάριν, ὡς ἐπακουσομένων τῶν ἐπιεικῶς τοῖς ἔθεσι προηγμένων, ἀπειθοῦσι δὲ καὶ ἀφυεστέροις οὖσι κολάσεις τε καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δʼ ἀνιάτους ὅλως ἐξορίζειν·
因此,有些人认为,立法者应当为了高尚的缘故呼吁人们走向德行并予以鼓励,因为那些通过习惯受到良好引导的体面之人会听从;而对那些不服从且天资较差的人则应当施加惩罚和惩治,并将那些完全不可救药的人彻底驱逐。
τὸν μὲν γὰρ ἐπιεικῆ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον λύπῃ κολάζεσθαι ὥσπερ ὑποζύγιον.
因为他们认为,体面的人由于朝着高尚而生活,因而会服从言辞,而卑劣的人由于渴望快乐,就必须像役畜一样用痛苦来惩罚。
διὸ καί φασι δεῖν τοιαύτας γίνεσθαι τὰς λύπας αἳ μάλιστʼ ἐναντιοῦνται ταῖς ἀγαπωμέναις ἡδοναῖς.
因此,他们也说,惩罚所带来的痛苦必须是与他们所喜爱的快乐最相反的那种。

词汇与语法注释

  1. 1179b1ἢ εἴ πως ἄλλως ἀγαθοὶ γινόμεθα — 需补出前文的 πειρατέον(应当努力)。意为“或者如果通过其他某种方式使我们变得善良,我们也应当努力寻求或实践之”。
  2. 1179b9ποιῆσαι ἂν κατοκώχιμον — 带有 ἄν 的不定式 ποιῆσαι,在此作为从属于 φαίνονται 的间接引语,表示潜在希求法(相当于 ποιήσειαν ἄν)。
  3. 1179b23μή ποτʼ οὐκ ἐν ἅπασιν ἰσχύει — μή ποτε οὐ 加上直陈式,是一种表示委婉否定或担忧的希腊语惯用表达,意为“也许并不……”。
  4. 1180a7ὡς ἐπακουσομένων — 由 ὡς 引导的将来时分词属格独立结构,表示行为者(立法者)的主观预期或意图。

引用这一段

亚里士多德, 尼各马可伦理学 §10.9#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.9%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。