Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §10.8#2

观照与幸福的程度及智者受神的喜爱

第 120 段,共 123 段 · 希腊语

内容简介

论证了由于神的活动是观照,属人的幸福也与观照的程度成正比。同时指出,适度的外部善对于幸福生活已然足够,依循理智生活的智者最蒙神喜爱,也最为幸福。

§10.8#2τῷ δὴ ζῶντι τοῦ πράττειν ἀφαιρουμένου, ἔτι δὲ μᾶλλον τοῦ ποιεῖν, τί λείπεται πλὴν θεωρία;
对于一个活着的人,如果实践,甚至尤其是制作被剥夺了,那么除了观照,还剩下什么呢?
ὥστε ἡ τοῦ θεοῦ ἐνέργεια, μακαριότητι διαφέρουσα, θεωρητικὴ ἂν εἴη· καὶ τῶν ἀνθρωπίνων δὴ ἡ ταύτῃ συγγενεστάτη εὐδαιμονικωτάτη.
因此,在至福中卓越的神的活动应该是观照性的;而在属人的活动中,与此最相近的也就是最幸福的。
σημεῖον δὲ καὶ τὸ μὴ μετέχειν τὰ λοιπὰ ζῷα εὐδαιμονίας, τῆς τοιαύτης ἐνεργείας ἐστερημένα τελείως.
其他动物不分享幸福,这也是一个证据,因为它们被完全剥夺了这一类活动。
τοῖς μὲν γὰρ θεοῖς ἅπας ὁ βίος μακάριος, τοῖς δʼ ἀνθρώποις, ἐφʼ ὅσον ὁμοίωμά τι τῆς τοιαύτης ἐνεργείας ὑπάρχει· τῶν δʼ ἄλλων ζῴων οὐδὲν εὐδαιμονεῖ, ἐπειδὴ οὐδαμῇ κοινωνεῖ θεωρίας.
因为对于神而言,整个生命都是至福的,而对于人来说,则是只要存在着某种对这种活动的模仿;然而其他动物没有一个能够幸福,因为它们在任何地方都不分有观照。
ἐφʼ ὅσον δὴ διατείνει ἡ θεωρία, καὶ ἡ εὐδαιμονία, καὶ οἷς μᾶλλον ὑπάρχει τὸ θεωρεῖν, καὶ εὐδαιμονεῖν, οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατὰ τὴν θεωρίαν· αὕτη γὰρ καθʼ αὑτὴν τιμία.
因此,观照延伸到哪里,幸福也就延伸到哪里,而那些能更多地观照的人,也就是更幸福的,这不是由于偶然,而是由于观照;因为观照本身就是尊贵的。
ὥστʼ εἴη ἂν ἡ εὐδαιμονία θεωρία τις.
因此,幸福应该是某种观照。
δεήσει δὲ καὶ τῆς ἐκτὸς εὐημερίας ἀνθρώπῳ ὄντι· οὐ γὰρ αὐτάρκης ἡ φύσις πρὸς τὸ θεωρεῖν, ἀλλὰ δεῖ καὶ τὸ σῶμα ὑγιαίνειν καὶ τροφὴν καὶ τὴν λοιπὴν θεραπείαν ὑπάρχειν.
但是,作为人,他也需要外部的顺遂;因为人的本性在观照方面并不是自足的,还需要身体健康,并有食物和其他照料。
οὐ μὴν οἰητέον γε πολλῶν καὶ μεγάλων δεήσεσθαι τὸν εὐδαιμονήσοντα, εἰ μὴ ἐνδέχεται ἄνευ τῶν ἐκτὸς ἀγαθῶν μακάριον εἶναι· οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τὸ αὔταρκες οὐδʼ ἡ πρᾶξις, δυνατὸν δὲ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν τὰ καλά· καὶ γὰρ ἀπὸ μετρίων δύναιτʼ ἄν τις πράττειν κατὰ τὴν ἀρετήν (τοῦτο δʼ ἔστιν ἰδεῖν ἐναργῶς·
然而,我们绝不能认为,一个将要获得幸福的人会需要许多或伟大的东西,即使没有外部的善就不可能成为至福的;因为自足和实践并不在于过剩,而且即使不统治陆地和海洋,也可能实践高尚的行为;因为即使凭借适度的手段,人也能够符合德行地去实践。
οἱ γὰρ ἰδιῶται τῶν δυναστῶν οὐχ ἧττον δοκοῦσι τὰ ἐπιεικῆ πράττειν, ἀλλὰ καὶ μᾶλλον)·
(这一点是可以清楚地看出来的;因为普通人似乎并不比统治者少做,甚至做得更多,合宜的事情。
ἱκανὸν δὲ τοσαῦθʼ ὑπάρχειν· ἔσται γὰρ ὁ βίος εὐδαίμων τοῦ κατὰ τὴν ἀρετὴν ἐνεργοῦντος.
)只要有这么多就足够了;因为符合德行地活动着的人的生活将会是幸福的。
καὶ Σόλων δὲ τοὺς εὐδαίμονας ἴσως ἀπεφαίνετο καλῶς, εἰπὼν μετρίως τοῖς ἐκτὸς κεχορηγημένους, πεπραγότας δὲ τὰ κάλλισθʼ, ὡς ᾤετο, καὶ βεβιωκότας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια κεκτημένους πράττειν ἃ δεῖ.
而梭伦或许也对幸福的人做出了极好的说明,他说那些在外部供应上适度的人,做了他认为最尊贵的事,并且节制地生活;因为即使拥有适度财产的人也可能做应当做的事。
ἔοικε δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα, εἰπὼν ὅτι οὐκ ἂν θαυμάσειεν εἴ τις ἄτοπος φανείη τοῖς πολλοῖς· οὗτοι γὰρ κρίνουσι τοῖς ἐκτός, τούτων αἰσθανόμενοι μόνον.
阿那克萨戈拉似乎也没有把富人或统治者看作是幸福的人,因为他说,如果这样的人在多数人看来显得怪异,他不会感到惊讶;因为多数人是用外部的东西来判断的,他们只能感知到这些。
συμφωνεῖν δὴ τοῖς λόγοις ἐοίκασιν αἱ τῶν σοφῶν δόξαι.
因此,智者们的意见似乎与我们的论证是一致的。
πίστιν μὲν οὖν καὶ τὰ τοιαῦτα ἔχει τινά, τὸ δʼ ἀληθὲς ἐν τοῖς πρακτικοῖς ἐκ τῶν ἔργων καὶ τοῦ βίου κρίνεται· ἐν τούτοις γὰρ τὸ κύριον.
虽然这类事物也具有某种说服力,但实践事务中的真理是从行为和生活中来判定的;因为在这些之中存在着决定性的权威。
σκοπεῖν δὴ τὰ προειρημένα χρὴ ἐπὶ τὰ ἔργα καὶ τὸν βίον φέροντας, καὶ συνᾳδόντων μὲν τοῖς ἔργοις ἀποδεκτέον, διαφωνούντων δὲ λόγους ὑποληπτέον.
因此,应当把前面所说的东西拿到行为和生命中去考察,如果它们与行为相协调,就应当接受;如果它们相违背,就应当把它们仅仅看作是言辞。
ὁ δὲ κατὰ νοῦν ἐνεργῶν καὶ τοῦτον θεραπεύων καὶ διακείμενος ἄριστα καὶ θεοφιλέστατος ἔοικεν.
而那个顺从理智而活动、关照理智并且处于最完美状态的人,似乎也是最蒙神喜爱的。
εἰ γάρ τις ἐπιμέλεια τῶν ἀνθρωπίνων ὑπὸ θεῶν γίνεται, ὥσπερ δοκεῖ, καὶ εἴη ἂν εὔλογον χαίρειν τε αὐτοὺς τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ (τοῦτο δʼ ἂν εἴη ὁ νοῦς) καὶ τοὺς ἀγαπῶντας μάλιστα τοῦτο καὶ τιμῶντας ἀντευποιεῖν ὡς τῶν φίλων αὐτοῖς ἐπιμελουμένους καὶ ὀρθῶς τε καὶ καλῶς πράττοντας.
因为如果神对人类的事物有某种关照的话,正如人们所认为的那样,那么他们会因最完美和与他们最相近的东西(这应该就是理智)而感到喜悦,这也是合乎情理的,并且他们会对那些最热爱并尊重这一东西的人予以回报,视他们为照料他们所珍爱之物、并且行得正确又高尚的人。
ὅτι δὲ πάντα ταῦτα τῷ σοφῷ μάλισθʼ ὑπάρχει, οὐκ ἄδηλον.
而显然,所有这些都最属于智者。
θεοφιλέστατος ἄρα.
因此,他是最蒙神喜爱的。
τὸν αὐτὸν δʼ εἰκὸς καὶ εὐδαιμονέστατον· ὥστε κἂν οὕτως εἴη ὁ σοφὸς μάλιστʼ εὐδαίμων.
而同一个人很可能也是最幸福的;所以即使这样,智者也是最幸福的。

词汇与语法注释

  1. 1178bτῷ δὴ ζῶντι τοῦ πράττειν ἀφαιρουμένου — 现在被动分词 `ἀφαιρουμένου`(被剥夺时)与其主语,即名词化不定式 `τοῦ πράττειν`(实践)构成了属格独立结构。而 `τῷ ζῶντι` 则是表示剥夺对象的与格(分离与格或利害关系与格),与被动意义的动词 `ἀφαιρέω` 结合。
  2. 1179aτὸ δʼ ἀληθὲς ἐν τοῖς πρακτικοῖς ἐκ τῶν ἔργων καὶ τοῦ βίου κρίνεται — `ἐν τοῖς πρακτικοῖς` 指的是“实践性事务”(与理论事务相对)。亚里士多德在这里强调,在实践哲学中,理论(λόγοι)的真理性最终必须通过实际的行为(ἔργα)和生活(βίος)来进行检验。
  3. 1179aκαὶ τοὺς ἀγαπῶντας μάλιστα τοῦτο καὶ τιμῶντας ἀντευποιεῖν — 不定式 `ἀντευποιεῖν`(回报、报答)依赖于前文的潜在希求法 `εἴη ἂν εὔλογον`(……是合情理的)。其逻辑主语是承前而来的对格 `αὐτοὺς`(神),而宾语则是对格分词短语 `τοὺς ἀγαπῶντας μάλιστα τοῦτο καὶ τιμῶντας`(最热爱并尊重这一事物的人)。

引用这一段

亚里士多德, 尼各马可伦理学 §10.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。