§10.8#1δευτέρως δʼ ὁ κατὰ τὴν ἄλλην ἀρετήν· αἱ γὰρ κατὰ ταύτην ἐνέργειαι ἀνθρωπικαί.
第二,符合其他德行的生活是幸福的;因为符合这种德行的活动是属人的。
δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν συναλλάγμασι καὶ χρείαις καὶ πράξεσι παντοίαις ἔν τε τοῖς πάθεσι διατηροῦντες τὸ πρέπον ἑκάστῳ·
实际上,我们在契约、需要以及各种行为中对彼此做出公正和勇敢的行为,以及其他符合德行的行为,并在情感中也维持着适合于每个人的分寸。
ταῦτα δʼ εἶναι φαίνεται πάντα ἀνθρωπικά.
而这些似乎全部都是属人的。
ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή.
而且,其中有一些似乎甚至产生于身体,且性格的德行在许多方面都与情感紧密相连。
συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ, καὶ αὕτη τῇ φρονήσει, εἴπερ αἱ μὲν τῆς φρονήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς, τὸ δʼ ὀρθὸν τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν.
思虑也与性格的德行结合在一起,而性格的德行也与思虑结合,如果思虑的原理是符合道德德行的,而道德德行的正确性又是符合思虑的话。
συνηρτημέναι δʼ αὗται καὶ τοῖς πάθεσι περὶ τὸ σύνθετον ἂν εἶεν· αἱ δὲ τοῦ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· καὶ ὁ βίος δὴ ὁ κατὰ ταύτας καὶ ἡ εὐδαιμονία.
而这些德行既然也与情感紧密相连,就应该属于合成物;而合成物的德行是属人的;符合这些德行的生活以及幸福也是如此。
ἡ δὲ τοῦ νοῦ κεχωρισμένη·
然而,符合理智的幸福则是分离的。
τοσοῦτον γὰρ περὶ αὐτῆς εἰρήσθω· διακριβῶσαι γὰρ μεῖζον τοῦ προκειμένου ἐστίν.
关于这一点,说这么多就足够了,因为对它进行详尽阐明已经超出了我们目前的任务。
δόξειε δʼ ἂν καὶ τῆς ἐκτὸς χορηγίας ἐπὶ μικρὸν ἢ ἐπʼ ἔλαττον δεῖσθαι τῆς ἠθικῆς.
它似乎对外部供应的需要,要比道德德行要少一些,或者更少一些。
τῶν μὲν γὰρ ἀναγκαίων ἀμφοῖν χρεία καὶ ἐξ ἴσου ἔστω, εἰ καὶ μᾶλλον διαπονεῖ περὶ τὸ σῶμα ὁ πολιτικός, καὶ ὅσα τοιαῦτα· μικρὸν γὰρ ἄν τι διαφέροι· πρὸς δὲ τὰς ἐνεργείας πολὺ διοίσει.
因为对于必需品,两者都需要,且同样需要,即使政治家在身体和类似事情上付出更多劳累;因为这只有微小的差别;但对于活动本身,则会有很大的不同。
τῷ μὲν γὰρ ἐλευθερίῳ δεήσει χρημάτων πρὸς τὸ πράττειν τὰ ἐλευθέρια, καὶ τῷ δικαίῳ δὴ εἰς τὰς ἀνταποδόσεις (αἱ γὰρ βουλήσεις ἄδηλοι, προσποιοῦνται δὲ καὶ οἱ μὴ δίκαιοι βούλεσθαι δικαιοπραγεῖν), τῷ ἀνδρείῳ δὲ δυνάμεως, εἴπερ ἐπιτελεῖ τι τῶν κατὰ τὴν ἀρετήν, καὶ τῷ σώφρονι ἐξουσίας· πῶς γὰρ δῆλος ἔσται ἢ οὗτος ἢ τῶν ἄλλων τις;
因为慷慨的人需要钱财来行慷慨,公正的人需要钱财来进行回报(因为意图是不可见的,甚至不公正的人也假装希望行公正),勇敢的人需要力量,如果他要完成任何符合其德行的事情,而节制的人则需要机会;否则,他或任何其他人如何能够显明呢?
ἀμφισβητεῖταί τε πότερον κυριώτερον τῆς ἀρετῆς ἡ προαίρεσις ἢ αἱ πράξεις, ὡς ἐν ἀμφοῖν οὔσης· τὸ δὴ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἂν εἴη· πρὸς δὲ τὰς πράξεις πολλῶν δεῖται, καὶ ὅσῳ ἂν μείζους ὦσι καὶ καλλίους, πλειόνων.
人们还争论,在德行中是选择还是行为更具主导性,因为德行存在于两者之中;显然,完美的德行应该存在于两者之中;但对于行为而言,需要许多东西,并且行为越伟大、越高尚,需要的东西就越多。
τῷ δὲ θεωροῦντι οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία, ἀλλʼ ὡς εἰπεῖν καὶ ἐμπόδιά ἐστι πρός γε τὴν θεωρίαν· ᾗ δʼ ἄνθρωπός ἐστι καὶ πλείοσι συζῇ, αἱρεῖται τὰ κατὰ τὴν ἀρετὴν πράττειν· δεήσεται οὖν τῶν τοιούτων πρὸς τὸ ἀνθρωπεύεσθαι.
然而,对于观照者来说,至少对于其活动,他不需要任何此类东西,甚至可以说是观照的阻碍;但只要他是人,并且与更多的人生活在一起,他就选择做符合德行的事;因此,为了过属人的生活,他将需要这些东西。
ἡ δὲ τελεία εὐδαιμονία ὅτι θεωρητική τις ἐστὶν ἐνέργεια, καὶ ἐντεῦθεν ἂν φανείη.
完满的幸福是某种观照性的活动,从这里也能看出来。
τοὺς θεοὺς γὰρ μάλιστα ὑπειλήφαμεν μακαρίους καὶ εὐδαίμονας εἶναι· πράξεις δὲ ποίας ἀπονεῖμαι χρεὼν αὐτοῖς;
因为我们一向认为神是最至福、最幸福的;但应当把什么样的行为归于他们呢?
πότερα τὰς δικαίας;
公正的行为吗?
ἢ γελοῖοι φανοῦνται συναλλάττοντες καὶ παρακαταθήκας ἀποδιδόντες καὶ ὅσα τοιαῦτα;
如果他们订立契约、归还寄托物以及做所有此类事情,难道不会显得滑稽吗?
ἀλλὰ τὰς ἀνδρείους ὑπομένοντας τὰ φοβερὰ καὶ κινδυνεύοντας ὅτι καλόν;
那么是勇敢的行为,即因为高尚而忍受可怕的事物并冒险吗?
ἢ τὰς ἐλευθερίους;
或者是慷慨的行为吗?
τίνι δὲ δώσουσιν;
但他们会把财物给谁呢?
ἄτοπον δʼ εἰ καὶ ἔσται αὐτοῖς νόμισμα ἤ τι τοιοῦτον.
如果他们也有货币或类似的东西,那将是荒谬的。
αἱ δὲ σώφρονες τί ἂν εἶεν;
而节制的行为又会是什么呢?
ἢ φορτικὸς ὁ ἔπαινος, ὅτι οὐκ ἔχουσι φαύλας ἐπιθυμίας;
难道因为他们没有卑劣的欲望而赞美他们不是粗俗的吗?
διεξιοῦσι δὲ πάντα φαίνοιτʼ ἂν τὰ περὶ τὰς πράξεις μικρὰ καὶ ἀνάξια θεῶν.
如果我们历数所有,关于行为的一切似乎都是渺小且不配于神的。
ἀλλὰ μὴν ζῆν γε πάντες ὑπειλήφασιν αὐτοὺς καὶ ἐνεργεῖν ἄρα· οὐ γὰρ δὴ καθεύδειν ὥσπερ τὸν Ἐνδυμίωνα.
然而,所有人无疑都认为他们活着,因而也就是在活动;因为他们绝不会像恩底弥翁那样一直沉睡。