Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §10.7

作为完满幸福的观照活动与理智的神性

第 118 段,共 123 段 · 希腊语

内容简介

亚里士多德将完满的幸福定义为人类最高部分即理智(nous)的活动,即观照(theoria),并阐述了其自足性、纯粹的快乐、闲暇以及神性的超越性。

§10.7εἰ δʼ ἐστὶν ἡ εὐδαιμονία κατʼ ἀρετὴν ἐνέργεια, εὔλογον κατὰ τὴν κρατίστην· αὕτη δʼ ἂν εἴη τοῦ ἀρίστου.
如果幸福是符合德行的活动,那么合情合理的是,它是符合最优秀的德行的活动;而这应该是最优秀部分的德行。
εἴτε δὴ νοῦς τοῦτο εἴτε ἄλλο τι, ὃ δὴ κατὰ φύσιν δοκεῖ ἄρχειν καὶ ἡγεῖσθαι καὶ ἔννοιαν ἔχειν περὶ καλῶν καὶ θείων, εἴτε θεῖον ὂν καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον, ἡ τούτου ἐνέργεια κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἂν ἡ τελεία εὐδαιμονία.
无论这是理智还是其他别的什么,它在自然上似乎起着统治和主导作用,并拥有关于高尚和神圣事物的认识,无论它本身就是神圣的,还是我们内部最具有神性的部分,这一部分符合其固有德行的活动就是完满的幸福。
ὅτι δʼ ἐστὶ θεωρητική, εἴρηται.
而这种活动是观照性的,这一点已经说过了。
ὁμολογούμενον δὲ τοῦτʼ ἂν δόξειεν εἶναι καὶ τοῖς πρότερον καὶ τῷ ἀληθεῖ.
这似乎与先前的讨论以及真理都是相一致的。
κρατίστη τε γὰρ αὕτη ἐστὶν ἡ ἐνέργεια (καὶ γὰρ ὁ νοῦς τῶν ἐν ἡμῖν, καὶ τῶν γνωστῶν, περὶ ἃ ὁ νοῦς)· ἔτι δὲ συνεχεστάτη· θεωρεῖν γὰρ δυνάμεθα συνεχῶς μᾶλλον ἢ πράττειν ὁτιοῦν.
因为这种活动是最优秀的活动(因为理智是我们之中最优秀的部分,而理智的对象也是可知事物中最高贵的);此外,它也是最连续不断的,因为我们能够比做任何其他事情都更连续不断地进行观照。
οἰόμεθά τε δεῖν ἡδονὴν παραμεμῖχθαι τῇ εὐδαιμονίᾳ, ἡδίστη δὲ τῶν κατʼ ἀρετὴν ἐνεργειῶν ἡ κατὰ τὴν σοφίαν ὁμολογουμένως ἐστίν· δοκεῖ γοῦν ἡ φιλοσοφία θαυμαστὰς ἡδονὰς ἔχειν καθαρειότητι καὶ τῷ βεβαίῳ, εὔλογον δὲ τοῖς εἰδόσι τῶν ζητούντων ἡδίω τὴν διαγωγὴν εἶναι.
而且,我们认为幸福中必须掺有快乐,而符合德行的活动中,符合智慧的活动无可争议地是最令人愉快的;无论如何,人们认为哲学在纯洁性和确定性上伴随着令人惊异的快乐,而对于已经懂得的人来说,这种生活比对于还在探索的人来说更令人愉快,这也是理所当然的。
ἥ τε λεγομένη αὐτάρκεια περὶ τὴν θεωρητικὴν μάλιστʼ ἂν εἴη·
此外,所谓自足也最适用于观照性的活动。
τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ σοφὸς καὶ δίκαιος καὶ οἱ λοιποὶ δέονται, τοῖς δὲ τοιούτοις ἱκανῶς κεχορηγημένων ὁ μὲν δίκαιος δεῖται πρὸς οὓς δικαιοπραγήσει καὶ μεθʼ ὧν, ὁμοίως δὲ καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ τῶν ἄλλων ἕκαστος, ὁ δὲ σοφὸς καὶ καθʼ αὑτὸν ὢν δύναται θεωρεῖν, καὶ ὅσῳ ἂν σοφώτερος ᾖ, μᾶλλον·
因为对于维持生命所必需的事物,智慧的人、公正的人以及其他所有人都是需要的,但当这些东西被充足地供应时,公正的人还需要有他向其行公正以及与其一同行公正的人,节制的人、勇敢的人以及其他每个人也是同样,而智慧的人即使独自一人也能够进行观照,并且他越有智慧,就越能如此。
βέλτιον δʼ ἴσως συνεργοὺς ἔχων, ἀλλʼ ὅμως αὐταρκέστατος.
也许有合作者在一起时他能做得更好,但尽管如此,他依然是最自足的。
δόξαι τʼ ἂν αὐτὴ μόνη διʼ αὑτὴν ἀγαπᾶσθαι· οὐδὲν γὰρ ἀπʼ αὐτῆς γίνεται παρὰ τὸ θεωρῆσαι, ἀπὸ δὲ τῶν πρακτικῶν ἢ πλεῖον ἢ ἔλαττον περιποιούμεθα παρὰ τὴν πρᾶξιν.
此外,这种活动似乎是唯一仅因其自身而被爱戴的;因为除了观照之外,从这种活动中不会产生任何其他东西,而从实践活动中,我们在行为本身之外,或多或少总会得到一些成果。
δοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολῇ εἶναι· ἀσχολούμεθα γὰρ ἵνα σχολάζωμεν, καὶ πολεμοῦμεν ἵνʼ εἰρήνην ἄγωμεν.
而且,幸福似乎在于闲暇;因为我们忙碌是为了能够获得闲暇,我们进行战争是为了能够过上和平的生活。
τῶν μὲν οὖν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς ἢ ἐν τοῖς πολεμικοῖς ἡ ἐνέργεια, αἱ δὲ περὶ ταῦτα πράξεις δοκοῦσιν ἄσχολοι εἶναι, αἱ μὲν πολεμικαὶ καὶ παντελῶς (οὐδεὶς γὰρ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδὲ παρασκευάζει πόλεμον· δόξαι γὰρ ἂν παντελῶς μιαιφόνος τις εἶναι, εἰ τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ φόνοι γίνοιντο)·
因此,实践德行的活动表现在政治或军事事务中,而与这些相关的行为似乎是缺乏闲暇的。 军事活动完全是这样(因为没有人为了战争本身而选择战争,也没有人去准备战争;因为如果有人为了产生战斗和杀戮而把朋友变成敌人,那他看起来就完全是一个嗜血的凶手)。
ἔστι δὲ καὶ ἡ τοῦ πολιτικοῦ ἄσχολος, καὶ παρʼ αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένη δυναστείας καὶ τιμὰς ἢ τήν γε εὐδαιμονίαν αὑτῷ καὶ τοῖς πολίταις, ἑτέραν οὖσαν τῆς πολιτικῆς, ἣν καὶ ζητοῦμεν δῆλον ὡς ἑτέραν οὖσαν.
而政治家的活动也是缺乏闲暇的,除了政治活动本身之外,它还致力于获取权力和荣誉,或者至少是为他自己和公民获取幸福——这种幸福是不同于政治活动的,显然我们也是把其当作不同的事物来寻求的。
εἰ δὴ τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσιν, αὗται δʼ ἄσχολοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ διʼ αὑτὰς αἱρεταί εἰσιν, ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδῇ τε διαφέρειν δοκεῖ θεωρητικὴ οὖσα, καὶ παρʼ αὑτὴν οὐδενὸς ἐφίεσθαι τέλους, καὶ ἔχειν τὴν ἡδονὴν οἰκείαν (αὕτη δὲ συναύξει τὴν ἐνέργειαν), καὶ τὸ αὔταρκες δὴ καὶ σχολαστικὸν καὶ ἄτρυτον ὡς ἀνθρώπῳ, καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμεται, τὰ κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντα· ἡ τελεία δὴ εὐδαιμονία αὕτη ἂν εἴη ἀνθρώπου, λαβοῦσα μῆκος βίου τέλειον· οὐδὲν γὰρ ἀτελές ἐστι τῶν τῆς εὐδαιμονίας.
如果说,在合乎德行的行为中,政治和军事的行为在美和伟大上首屈一指,但它们是缺乏闲暇的,并且指向某种目的,而不是因其自身而被选择;与此相反,理智的活动作为观照性的活动似乎在认真上胜过它们,并且除了自身之外不追求任何目的,并拥有其固有的快乐(这种快乐又促进了该活动),如果自足、闲暇、人类所能及的不知疲倦,以及其他归于至福之人的一切特征,显然都存在于这种活动之中,那么,这种理智的活动如果获得了完满的生命长度,就会是人类完满的幸福;因为幸福的要素中没有任何是不完满的。
ὁ δὲ τοιοῦτος ἂν εἴη βίος κρείττων ἢ κατʼ ἄνθρωπον· οὐ γὰρ ᾗ ἄνθρωπός ἐστιν οὕτω βιώσεται, ἀλλʼ ᾗ θεῖόν τι ἐν αὐτῷ ὑπάρχει·
然而,这样的生活对于人来说是超越人类的;因为他不是作为人而过这种生活,而是因为在他之中存在着某种神性的东西。
ὅσον δὲ διαφέρει τοῦτο τοῦ συνθέτου, τοσοῦτον καὶ ἡ ἐνέργεια τῆς κατὰ τὴν ἄλλην ἀρετήν.
这一神性部分与合成物有多大差别,它的活动与符合其他德行的活动也就有多大差别。
εἰ δὴ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, καὶ ὁ κατὰ τοῦτον βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον.
如果理智相对于人类而言是神圣的,那么符合理智的生活相对于人类的生活而言也是神圣的。
οὐ χρὴ δὲ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα οὐδὲ θνητὰ τὸν θνητόν, ἀλλʼ ἐφʼ ὅσον ἐνδέχεται ἀθανατίζειν καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὑτῷ·
我们不应当听信那些劝告我们“既是人,就该想人的事”、“既是免不了一死的人,就该想免不了一死的事”的人,而应当尽可能地追求不死,并尽一切努力按照我们之中最优秀的部分来生活。
εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρόν ἐστι, δυνάμει καὶ τιμιότητι πολὺ μᾶλλον πάντων ὑπερέχει.
因为即使它在体积上微不足道,在力量和尊贵上却远比其他一切更为优越。
δόξειε δʼ ἂν καὶ εἶναι ἕκαστος τοῦτο, εἴπερ τὸ κύριον καὶ ἄμεινον.
而且每个人似乎就是这个部分,因为它是主导的、更优秀的部分。
ἄτοπον οὖν γίνοιτʼ ἄν, εἰ μὴ τὸν αὑτοῦ βίον αἱροῖτο ἀλλά τινος ἄλλου.
因此,如果一个人不选择自己的生活,而是选择其他某种东西的生活,那将是荒谬的。
τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον ἑκάστῳ τῇ φύσει κράτιστον καὶ ἥδιστόν ἐστιν ἑκάστῳ· καὶ τῷ ἀνθρώπῳ δὴ ὁ κατὰ τὸν νοῦν βίος, εἴπερ τοῦτο μάλιστα ἄνθρωπος.
先前所说的现在也将适用:因为对每个事物来说,其本性上固有的东西对它自己就是最优秀、最愉快的;因而对人来说,符合理智的生活也是如此,如果理智最能代表人的话。
οὗτος ἄρα καὶ εὐδαιμονέστατος.
因此,这种生活也就是最幸福的。

词汇与语法注释

  1. 1177a14εἴτε δὴ νοῦς τοῦτο — 在以 εἴτε... εἴτε... 开始的这一长句条件从句(第13–16行)中,主句是第16-17行的 ἡ τούτου ἐνέργεια... εἴη ἂν ἡ τελεία εὐδαιμονία。先行的条件从句假设并列了理智(nous)的地位及其本质。
  2. 1177b15ἣν καὶ ζητοῦμεν — 关系代词 ἣν 的先行词是第14行的 τὴν εὐδαιμονίαν。插入语 ἑτέραν οὖσαν τῆς πολιτικῆς 修饰幸福,关系从句也指向这种本真的幸福,强调它与政治活动(politikes)属于不同的维度。
  3. 1177b28ὅσον δὲ διαφέρει τοῦτο τοῦ συνθέτου — 使用 ὅσον... τοσοῦτον... 的相关句式。它将“这”(touto,即理智或神圣部分)与“合成物”(tou synthetou,由灵魂和肉体构成的人类)之间的差异程度,与该活动与符合其他(实践)德行的活动之间的差异程度进行对比。这一句式在逻辑上支持了理智的超越性和观照的绝对优越性。
  4. 1178a2δόξειε δʼ ἂν καὶ εἶναι ἕκαστος τοῦτο — hekastos 是主语,touto(理智,或主导且更优秀的部分)是谓语补足语。这被解释为“每个人似乎就是这个部分”。省略的连接从句应当通过补全为 εἴπερ [τοῦτό ἐστι] τὸ κύριον καὶ ἄμεινον 来理解。

引用这一段

亚里士多德, 尼各马可伦理学 §10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。