§10.6εἰρημένων δὲ τῶν περὶ τὰς ἀρετάς τε καὶ φιλίας καὶ ἡδονάς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπειδὴ τέλος αὐτὴν τίθεμεν τῶν ἀνθρωπίνων.
在讨论了关于德行、友爱和快乐的事情之后,剩下的就是对应当如何概括地论述幸福,因为我们把幸福设定为人类事物的目的。
ἀναλαβοῦσι δὴ τὰ προειρημένα συντομώτερος ἂν εἴη ὁ λόγος.
事实上,对于回顾前述内容的人来说,我们的论述将会更加简明。
εἴπομεν δὴ ὅτι οὐκ ἔστιν ἕξις· καὶ γὰρ τῷ καθεύδοντι διὰ βίου ὑπάρχοι ἄν, φυτῶν ζῶντι βίον, καὶ τῷ δυστυχοῦντι τὰ μέγιστα.
我们已经说过,幸福并不是一种品质(状态);因为如果是品质,那么即使对于终生沉睡、过着植物般生活的人,以及遭受最大不幸的人,也可能会拥有幸福。
εἰ δὴ ταῦτα μὴ ἀρέσκει, ἀλλὰ μᾶλλον εἰς ἐνέργειάν τινα θετέον, καθάπερ ἐν τοῖς πρότερον εἴρηται, τῶν δʼ ἐνεργειῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ διʼ ἕτερα αἱρεταὶ αἳ δὲ καθʼ αὑτάς, δῆλον ὅτι τὴν εὐδαιμονίαν τῶν καθʼ αὑτὰς αἱρετῶν τινὰ θετέον καὶ οὐ τῶν διʼ ἄλλο· οὐδενὸς γὰρ ἐνδεὴς ἡ εὐδαιμονία ἀλλʼ αὐτάρκης.
如果这些观点不能令人满意,而应当像我们之前所说的那样,把幸福置于某种活动之中,并且在活动中,有些是必要的且因他物而被选择的,有些则是因其自身而被选择的,那么显而易见,必须把幸福置于因其自身而被选择的活动之中,而非因他物而被选择的活动之中;因为幸福无缺无憾,而是自足的。
καθʼ αὑτὰς δʼ εἰσὶν αἱρεταὶ ἀφʼ ὧν μηδὲν ἐπιζητεῖται παρὰ τὴν ἐνέργειαν.
而因其自身而被选择的活动,是指除了活动本身之外不再寻求其他任何东西的活动。
τοιαῦται δʼ εἶναι δοκοῦσιν αἱ κατʼ ἀρετὴν πράξεις· τὰ γὰρ καλὰ καὶ σπουδαῖα πράττειν τῶν διʼ αὑτὰ αἱρετῶν.
而合乎德行的行为似乎就是这样的活动;因为行使高尚和优秀的事物,是属于因其自身而被选择的事物。
καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι· οὐ γὰρ διʼ ἕτερα αὐτὰς αἱροῦνται· βλάπτονται γὰρ ἀπʼ αὐτῶν μᾶλλον ἢ ὠφελοῦνται, ἀμελοῦντες τῶν σωμάτων καὶ τῆς κτήσεως.
在消遣(娱乐)中,那些令人愉快的消遣也是如此;因为人们并不是为了其他事物而选择它们;事实上,他们因这些消遣受到的伤害多于受益,因为他们忽视了自己的身体和财产。
καταφεύγουσι δʼ ἐπὶ τὰς τοιαύτας διαγωγὰς τῶν εὐδαιμονιζομένων οἱ πολλοί, διὸ παρὰ τοῖς τυράννοις εὐδοκιμοῦσιν οἱ ἐν ταῖς τοιαύταις διαγωγαῖς εὐτράπελοι· ὧν γὰρ ἐφίενται, ἐν τούτοις παρέχουσι σφᾶς αὐτοὺς ἡδεῖς, δέονται δὲ τοιούτων.
而被人们祝贺为幸福的人中,有许多人逃避到这类消遣中去,这就是为什么那些在消遣中风趣幽默的人在僭主那里很受欢迎;因为他们在僭主所渴望的事物中,表现出自己是令人愉快的,而僭主正需要这样的人。
δοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαις ἐν τούτοις ἀποσχολάζειν, οὐδὲν δʼ ἴσως σημεῖον οἱ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρετὴ οὐδʼ ὁ νοῦς, ἀφʼ ὧν αἱ σπουδαῖαι ἐνέργειαι· οὐδʼ εἰ ἄγευστοι οὗτοι ὄντες ἡδονῆς εἰλικρινοῦς καὶ ἐλευθερίου ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν, διὰ τοῦτο ταύτας οἰητέον αἱρετωτέρας εἶναι· καὶ γὰρ οἱ παῖδες τὰ παρʼ αὑτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι.
因此,由于有权势的人在这些消遣中度过闲暇,这些事物确实似乎是带给人们幸福的,但这类人也许并不能作为什么标准;因为权势之中并不包含德行和理智,而优秀的活动正是源于德行和理智;而且,即便这些人从未尝过纯洁而自由的快乐,因而逃避到肉体的快乐中,我们也不应当因此认为这些肉体快乐是更值得选择的;因为孩子们也认为在他们自己中间被看重的东西就是最好的。
εὔλογον δή, ὥσπερ παισὶ καὶ ἀνδράσιν ἕτερα φαίνεται τίμια, οὕτω καὶ φαύλοις καὶ ἐπιεικέσιν.
因而理所当然,正如在孩子们和成年人看来,尊贵的事物是不同的,在卑劣的人和优秀的人看来也是如此。
καθάπερ οὖν πολλάκις εἴρηται, καὶ τίμια καὶ ἡδέα ἐστὶ τὰ τῷ σπουδαίῳ τοιαῦτα ὄντα· ἑκάστῳ δʼ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια, καὶ τῷ σπουδαίῳ δὴ ἡ κατὰ τὴν ἀρετήν.
因此,正如我们多次说过的,对于优秀的人来说是尊贵和愉快的事物,才是真正尊贵和愉快的;而对每个人来说,符合其固有品质的活动是最值得选择的,因此对优秀的人来说,符合德行的活动是最值得选择的。
οὐκ ἐν παιδιᾷ ἄρα ἡ εὐδαιμονία· καὶ γὰρ ἄτοπον τὸ τέλος εἶναι παιδιάν, καὶ πραγματεύεσθαι καὶ κακοπαθεῖν τὸν βίον ἅπαντα τοῦ παίζειν χάριν.
因此,幸福并不在消遣(游戏)之中;因为如果我们的终极目的是游戏,并且我们为了游戏而终身劳碌和受苦,那将是非常荒谬的。
ἅπαντα γὰρ ὡς εἰπεῖν ἑτέρου ἕνεκα αἱρούμεθα πλὴν τῆς εὐδαιμονίας· τέλος γὰρ αὕτη.
实际上,可以说我们选择任何事物都是为了他物,唯独幸福除外;因为幸福就是目的。
σπουδάζειν δὲ καὶ πονεῖν παιδιᾶς χάριν ἠλίθιον φαίνεται καὶ λίαν παιδικόν.
然而,为了消遣而认真努力、辛劳工作,看起来是愚蠢且极其幼稚的。
παίζειν δʼ ὅπως σπουδάζῃ, κατʼ Ἀνάχαρσιν, ὀρθῶς ἔχειν δοκεῖ· ἀναπαύσει γὰρ ἔοικεν ἡ παιδιά, ἀδυνατοῦντες δὲ συνεχῶς πονεῖν ἀναπαύσεως δέονται.
相反,正如阿纳卡尔西斯所说,“为了认真做事而游戏”似乎是正确的;因为消遣类似于休息,而由于人们无法持续不断地辛劳工作,所以他们需要休息。
οὐ δὴ τέλος ἡ ἀνάπαυσις· γίνεται γὰρ ἕνεκα τῆς ἐνεργείας.
因此,休息绝不是目的;因为休息是为了活动而存在的。
δοκεῖ δʼ ὁ εὐδαίμων βίος κατʼ ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς, ἀλλʼ οὐκ ἐν παιδιᾷ.
而幸福的生活似乎是符合德行的生活;这种生活是伴随着认真努力的,而不是在消遣中。
βελτίω τε λέγομεν τὰ σπουδαῖα τῶν γελοίων καὶ μετὰ παιδιᾶς, καὶ τοῦ βελτίονος ἀεὶ καὶ μορίου καὶ ἀνθρώπου σπουδαιοτέραν τὴν ἐνέργειαν·
另外,我们说,认真的事物要好于可笑的事物和伴随着消遣的事物,而且更优秀的部分和更优秀的人的活动总是更认真的。
ἡ δὲ τοῦ βελτίονος κρείττων καὶ εὐδαιμονικωτέρα ἤδη.
而更优秀部分的活动已经更加优越,且更能带来幸福。
ἀπολαύσειέ τʼ ἂν τῶν σωματικῶν ἡδονῶν ὁ τυχὼν καὶ ἀνδράποδον οὐχ ἧττον τοῦ ἀρίστου· εὐδαιμονίας δʼ οὐδεὶς ἀνδραπόδῳ μεταδίδωσιν, εἰ μὴ καὶ βίου.
此外,任何人——哪怕是奴隶——都可以像最优秀的人一样享受肉体的快乐;但没有人会把幸福分给奴隶,除非也承认他有过人类的生活。
οὐ γὰρ ἐν ταῖς τοιαύταις διαγωγαῖς ἡ εὐδαιμονία, ἀλλʼ ἐν ταῖς κατʼ ἀρετὴν ἐνεργείαις, καθάπερ καὶ πρότερον εἴρηται.
因为幸福并不在这种消遣中,而是在符合德行的活动中,正如我们先前也说过的。