§10.4#1τί δʼ ἐστὶν ἢ ποῖόν τι, καταφανέστερον γένοιτʼ ἂν ἀπʼ ἀρχῆς ἀναλαβοῦσιν.
如果我们从头开始重新探讨,快乐是什么或者它是什么样的,就会变得更加清楚。
δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθʼ ὁντινοῦν χρόνον τελεία εἶναι· οὐ γάρ ἐστιν ἐνδεὴς οὐδενὸς ὃ εἰς ὕστερον γινόμενον τελειώσει αὐτῆς τὸ εἶδος·
因为看似乎在任何时间都是完全的;因为它并不缺乏任何后来生成并能使它的形式得到完善的东西。
τοιούτῳ δʼ ἔοικε καὶ ἡ ἡδονή.
快乐也类似于此。
ὅλον γάρ τι ἐστί, καὶ κατʼ οὐδένα χρόνον λάβοι τις ἂν ἡδονὴν ἧς ἐπὶ πλείω χρόνον γινομένης τελειωθήσεται τὸ εἶδος.
因为快乐是某种整体,而且人们在任何时间内都不能获得这样一种快乐:即如果它持续更长的时间,其形式就会得到完善。
διόπερ οὐδὲ κίνησίς ἐστιν.
因此,快乐也不是运动。
ἐν χρόνῳ γὰρ πᾶσα κίνησις καὶ τέλους τινός, οἷον ἡ οἰκοδομική, καὶ τελεία ὅταν ποιήσῃ οὗ ἐφίεται.
因为一切运动都在时间中,并且朝向某个目的——例如建筑术——并且当它制造出它所追求的东西时,它就是完全的。
ἢ ἐν ἅπαντι δὴ τῷ χρόνῳ ἢ τούτῳ.
运动或者在全部的时间里是完全的,或者在这一特定时间内是完全的。
ἐν δὲ τοῖς μέρεσι καὶ τῷ χρόνῳ πᾶσαι ἀτελεῖς, καὶ ἕτεραι τῷ εἴδει τῆς ὅλης καὶ ἀλλήλων.
但在部分的时间里,所有的运动都是不完全的,并且在形式上既不同于整体的运动,也彼此不同。
ἡ γὰρ τῶν λίθων σύνθεσις ἑτέρα τῆς τοῦ κίονος ῥαβδώσεως, καὶ αὗται τῆς τοῦ ναοῦ ποιήσεως· καὶ ἡ μὲν τοῦ ναοῦ τελεία (οὐδενὸς γὰρ ἐνδεὴς πρὸς τὸ προκείμενον), ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής· μέρους γὰρ ἑκατέρα.
因为石材的拼合不同于柱子的开槽,而这些又不同于神殿的建造;并且神殿的建造是完全的(因为对于既定的目的,它不缺乏任何东西),而基石和三叶饰的建造则是不完全的(因为各自只是部分)。
τῷ εἴδει οὖν διαφέρουσι, καὶ οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνῳ λαβεῖν κίνησιν τελείαν τῷ εἴδει, ἀλλʼ εἴπερ, ἐν τῷ ἅπαντι.
因此,它们在形式上有所不同,而且不可能在任何随机时间内获得在形式上完全的运动,但如果能获得,也只能在全部时间内。
ὁμοίως δὲ καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν.
行走及其他运动也是如此。
εἰ γάρ ἐστιν ἡ φορὰ κίνησις πόθεν ποῖ, καὶ ταύτης διαφοραὶ κατʼ εἴδη, πτῆσις βάδισις ἅλσις καὶ τὰ τοιαῦτα.
因为如果空间位移是从某处到某处的运动,且它有形式上的区别(如飞行、行走、跳跃等)。
οὐ μόνον δʼ οὕτως, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ βαδίσει· τὸ γὰρ πόθεν ποῖ οὐ τὸ αὐτὸ ἐν τῷ σταδίῳ καὶ ἐν τῷ μέρει, καὶ ἐν ἑτέρῳ μέρει καὶ ἐν ἑτέρῳ, οὐδὲ τὸ διεξιέναι τὴν γραμμὴν τήνδε κἀκείνην· οὐ μόνον γὰρ γραμμὴν διαπορεύεται, ἀλλὰ καὶ ἐν τόπῳ οὖσαν, ἐν ἑτέρῳ δʼ αὕτη ἐκείνης.
不仅如此,在行走本身之中也是如此;因为“从某处到某处”在整个体育场和在其中一部分是不同的,在这一部分和在另一部分也是不同的,越过这条线和越过那条线也是不同的;因为一个人不仅是越过一条线,而且是越过一条存在于空间中的线,而这条线和那条线处于不同的空间。
διʼ ἀκριβείας μὲν οὖν περὶ κινήσεως ἐν ἄλλοις εἴρηται, ἔοικε δʼ οὐκ ἐν ἅπαντι χρόνῳ τελεία εἶναι, ἀλλʼ αἱ πολλαὶ ἀτελεῖς καὶ διαφέρουσαι τῷ εἴδει, εἴπερ τὸ πόθεν ποῖ εἰδοποιόν.
关于运动的精确讨论已在其他著作中阐述,但它似乎并非在任何时间都是完全的,而是大多数运动都是不完全的,且在形式上有所不同,如果“从某处到某处”确定了它的形式的话。
τῆς ἡδονῆς δʼ ἐν ὁτῳοῦν χρόνῳ τέλειον τὸ εἶδος.
然而,快乐的形式在任何时间内都是完全的。
δῆλον οὖν ὡς ἕτεραί τʼ ἂν εἶεν ἀλλήλων, καὶ τῶν ὅλων τι καὶ τελείων ἡ ἡδονή.
因此,显然它们彼此不同,且快乐属于整体和完全的事物。
δόξειε δʼ ἂν τοῦτο καὶ ἐκ τοῦ μὴ ἐνδέχεσθαι κινεῖσθαι μὴ ἐν χρόνῳ, ἥδεσθαι δέ· τὸ γὰρ ἐν τῷ νῦν ὅλον τι.
这一点似乎也可以从以下事实中看出:没有时间就不可能运动,但没有时间却可以感到快乐;因为在“当下”之中的东西是某种整体。
ἐκ τούτων δὲ δῆλον καὶ ὅτι οὐ καλῶς λέγουσι κίνησιν ἢ γένεσιν εἶναι τὴν ἡδονήν.
从这些来看,同样清楚的是,他们说快乐是运动或生成是不妥当的。
οὐ γὰρ πάντων ταῦτα λέγεται, ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων·
因为这些并不是对所有事物说的,而是对那些可分割的、非整体的事物说的。
οὐδὲ γὰρ ὁράσεώς ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος, οὐδὲ τούτων οὐθὲν κίνησις οὐδὲ γένεσις· οὐδὲ δὴ ἡδονῆς· ὅλον γάρ τι.
因为既不存在看的生成,也不存在点或单位的生成,这些东西没有一个是运动或生成;同样,快乐也不是,因为它是某种整体。