§10.3οὐ μὴν οὐδʼ εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡ ἡδονή, διὰ τοῦτʼ οὐδὲ τῶν ἀγαθῶν· οὐδὲ γὰρ αἱ τῆς ἀρετῆς ἐνέργειαι ποιότητές εἰσιν, οὐδʼ ἡ εὐδαιμονία.
而且,即便快乐不属于性质这一类,它也并不因此就不属于善这一类;因为德性的活动既不是性质,幸福也不是。
λέγουσι δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δʼ ἡδονὴν ἀόριστον εἶναι, ὅτι δέχεται τὸ μᾶλλον καὶ ἧττον.
他们还说,善是确定的,而快乐是不确定的,因为它容许“更多”和“更少”(即有程度之分)。
εἰ μὲν οὖν ἐκ τοῦ ἥδεσθαι τοῦτο κρίνουσι, καὶ περὶ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς, καθʼ ἃς ἐναργῶς φασὶ μᾶλλον καὶ ἧττον τοὺς ποιοὺς ὑπάρχειν καὶ πράττειν κατὰ τὰς ἀρετάς, ἔσται ταὐτά·
如果他们是从“感到快乐”这一体验来判定这一点的,那么对于公正和其它德性也同样适用。
δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἀνδρεῖοι, ἔστι δὲ καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον.
因为在这些德性上,他们显然也说人们具备某种性质以及按照德性行动都有“更多”和“更少”之分;因为人们会更公正、更勇敢,而且行公正的事和克制也都有“更多”和“更少”的程度。
εἰ δὲ ταῖς ἡδοναῖς, μή ποτʼ οὐ λέγουσι τὸ αἴτιον, ἂν ὦσιν αἳ μὲν ἀμιγεῖς αἳ δὲ μικταί.
但如果他们是根据快乐本身来判定的,那么如果有些快乐是纯粹的,有些是混合的,也许他们并没有说明原因。
καὶ τί κωλύει, καθάπερ ὑγίεια ὡρισμένη οὖσα δέχεται τὸ μᾶλλον καὶ ἧττον, οὕτω καὶ τὴν ἡδονήν;
而且有什么妨碍快乐也像健康一样呢? 健康虽然是确定的,但也容许“更多” 和“更少”。
οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστιν, οὐδʼ ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλʼ ἀνιεμένη διαμένει ἕως τινός, καὶ διαφέρει τῷ μᾶλλον καὶ ἧττον.
因为同一种比例并不存在于所有人身上,在同一个人身上也不总是仅有一种比例,而是即使松弛下来也能在一定限度内维持,且在“更多”和“更少”上有所不同。
τοιοῦτον δὴ καὶ τὸ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι.
那么,关于快乐的事情也可能正是如此。
τέλειόν τε τἀγαθὸν τιθέντες, τὰς δὲ κινήσεις καὶ τὰς γενέσεις ἀτελεῖς, τὴν ἡδονὴν κίνησιν καὶ γένεσιν ἀποφαίνειν πειρῶνται.
此外,他们通过把善假定为完全的,而把运动和生成假定为不完全的,企图表明快乐是一种运动和生成。
οὐ καλῶς δʼ ἐοίκασι λέγειν οὐδʼ εἶναι κίνησιν.
但他们的说法似乎并不妥当,快乐甚至连运动都不是。
πάσῃ γὰρ οἰκεῖον εἶναι δοκεῖ τάχος καὶ βραδυτής, καὶ εἰ μὴ καθʼ αὑτήν, οἷον τῇ τοῦ κόσμου, πρὸς ἄλλο· τῇ δʼ ἡδονῇ τούτων οὐδέτερον ὑπάρχει.
因为快与慢似乎是每种运动所特有的——即使不因其自身(如天体的运动),至少在与其他事物相比时是如此;但这两者都不属于快乐。
ἡσθῆναι μὲν γὰρ ἔστι ταχέως ὥσπερ ὀργισθῆναι, ἥδεσθαι δʼ οὔ, οὐδὲ πρὸς ἕτερον, βαδίζειν δὲ καὶ αὔξεσθαι καὶ πάντα τὰ τοιαῦτα.
因为正如快速变得愤怒一样,快速地“体验到快乐”是可能的,但在“处于快乐中”上却不能快,即使与其他事物相比也是如此,而步行、成长以及所有这类运动都是可以快慢的。
μεταβάλλειν μὲν οὖν εἰς τὴν ἡδονὴν ταχέως καὶ βραδέως ἔστιν, ἐνεργεῖν δὲ κατʼ αὐτὴν οὐκ ἔστι ταχέως, λέγω δʼ ἥδεσθαι.
因此,快速或缓慢地过渡到快乐状态是可能的,但按照快乐来活动却不能快——我的意思是,“处于快乐之中”。
γένεσίς τε πῶς ἂν εἴη;
而且它又怎么会是生成呢?
δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι, ἀλλʼ ἐξ οὗ γίνεται, εἰς τοῦτο διαλύεσθαι· καὶ οὗ γένεσις ἡ ἡδονή, τούτου ἡ λύπη φθορά.
因为任何随机的事物似乎并不能从任何随机的事物中生成,而是:一个事物从什么中生成,就分解为该事物;而快乐若作为某物的生成,痛苦就是该物的消灭。
καὶ λέγουσι δὲ τὴν μὲν λύπην ἔνδειαν τοῦ κατὰ φύσιν εἶναι, τὴν δʼ ἡδονὴν ἀναπλήρωσιν.
而且他们还说,痛苦是自然状态的匮乏,而快乐则是其充盈(补充)。
ταῦτα δὲ σωματικά ἐστι τὰ πάθη.
但这些都是身体的感受。
εἰ δή ἐστι τοῦ κατὰ φύσιν ἀναπλήρωσις ἡ ἡδονή, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτʼ ἂν καὶ ἥδοιτο· τὸ σῶμα ἄρα·
如果快乐确实是自然状态的充盈,那么进行充盈的那个主体就应该感到快乐;那也就是身体了。
οὐ δοκεῖ δέ·
但这似乎并非如此。
οὐδʼ ἔστιν ἄρα ἡ ἀναπλήρωσις ἡδονή, ἀλλὰ γινομένης μὲν ἀναπληρώσεως ἥδοιτʼ ἄν τις, καὶ †τεμνόμενοσ† λυποῖτο.
因此,充盈本身并不是快乐,而是在充盈发生的过程中,人会感到快乐,在被割裂时会感到痛苦。
ἡ δόξα δʼ αὕτη δοκεῖ γεγενῆσθαι ἐκ τῶν περὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γενομένους καὶ προλυπηθέντας ἥδεσθαι τῇ ἀναπληρώσει.
这一观点似乎源于与食物相关的痛苦和快乐;因为当人们变得匮乏并预先感到痛苦之后,便因充盈而感到快乐。
τοῦτο δʼ οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονάς·
但这并不会发生在所有快乐的事情上。
ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ τῶν κατὰ τὰς αἰσθήσεις αἱ διὰ τῆς ὀσφρήσεως, καὶ ἀκροάματα δὲ καὶ ὁράματα πολλὰ καὶ μνῆμαι καὶ ἐλπίδες.
因为数学的快乐是没有痛苦的,在感官快乐中通过嗅觉产生的快乐也是如此,此外还有许多听觉和视觉的享受、记忆和希望。
τίνος οὖν αὗται γενέσεις ἔσονται;
那么,这些会是什么的生成呢?
οὐδενὸς γὰρ ἔνδεια γεγένηται, οὗ γένοιτʼ ἂν ἀναπλήρωσις.
因为在这些情况下,并没有发生任何事物的匮乏,从而能有相应的充盈。
πρὸς δὲ τοὺς προφέροντας τὰς ἐπονειδίστους τῶν ἡδονῶν λέγοι τις ἂν ὅτι οὐκ ἔστι ταῦθʼ ἡδέα (οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ἐστίν, οἰητέον αὐτὰ καὶ ἡδέα εἶναι πλὴν τούτοις, καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἢ πικρά, οὐδʼ αὖ λευκὰ τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσιν)·
至于对那些提出可耻的快乐的人,有人可能会说,这些并不是真正令人快乐的(因为即使对于那些处于不良状态的人来说它们是快乐的,也不应该认为它们除了对这些人之外也是快乐的,正如不能认为那些对病人来说是健康的、甜的或苦的东西就是如此,也不能认为那些在患眼病者看来是白色的东西就是白色的一样)。
ἢ οὕτω λέγοι τις ἄν, ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ μὴν ἀπό γε τούτων, ὥσπερ καὶ τὸ πλουτεῖν, προδόντι δʼ οὔ, καὶ τὸ ὑγιαίνειν, οὐ μὴν ὁτιοῦν φαγόντι·
或者,有人可能会这样说:快乐确实是值得选择的,但绝不是来自这些可耻的渠道,正如发财是值得选择的,但绝不是通过背叛,健康也是值得选择的,但绝不是通过乱吃东西。
ἢ τῷ εἴδει διαφέρουσιν αἱ ἡδοναί·
或者,快乐在形式(种)上是不同的。
ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν τῶν ἀπὸ τῶν αἰσχρῶν, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον οὐδὲ τὴν τοῦ μουσικοῦ μὴ ὄντα μουσικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
因为来自高尚事物的快乐与来自丑恶事物的快乐是不同的,而且如果一个人不是公正的人,就不可能享受公正者的快乐,如果不是懂音乐的人,就不能享受音乐家的快乐,其他情况也是如此。
ἐμφανίζειν δὲ δοκεῖ καὶ ὁ φίλος ἕτερος ὢν τοῦ κόλακος οὐκ οὖσαν ἀγαθὸν τὴν ἡδονὴν ἢ διαφόρους εἴδει· ὃ μὲν γὰρ πρὸς τἀγαθὸν ὁμιλεῖν δοκεῖ, ὃ δὲ πρὸς ἡδονήν, καὶ τῷ μὲν ὀνειδίζεται, τὸν δʼ ἐπαινοῦσιν ὡς πρὸς ἕτερα ὁμιλοῦντα.
而且朋友与谄媚者不同,这似乎也清楚地表明快乐不是“善”,或者说快乐在形式上是不同的;因为前者被认为是为了善而交往,后者则是为了快乐,并且后者受到谴责,而前者则因为了不同的目的而交往而受到赞扬。
οὐδείς τʼ ἂν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων διὰ βίου, ἡδόμενος ἐφʼ οἷς τὰ παιδία ὡς οἷόν τε μάλιστα, οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων, μηδέποτε μέλλων λυπηθῆναι.
而且谁也不会愿意一辈子保留小孩子的智力,尽最大可能去享受小孩子所享受的那些快乐,更不会愿意去享受做任何最可耻的事情,即便他永远不会为此感到痛苦。
περὶ πολλά τε σπουδὴν ποιησαίμεθʼ ἂν καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν, οἷον ὁρᾶν, μνημονεύειν, εἰδέναι, τὰς ἀρετὰς ἔχειν.
此外,即使不带来任何快乐,也有许多事情我们会认真对待,例如看见、记忆、认识以及拥有德性。
εἰ δʼ ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει· ἑλοίμεθα γὰρ ἂν ταῦτα καὶ εἰ μὴ γίνοιτʼ ἀπʼ αὐτῶν ἡδονή.
如果快乐必然伴随着这些,这也并无区别;因为即使没有从中产生快乐,我们也会选择这些。
ὅτι μὲν οὖν οὔτε τἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσα αἱρετή, δῆλον ἔοικεν εἶναι, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθʼ αὑτὰς διαφέρουσαι τῷ εἴδει ἢ ἀφʼ ὧν.
那么,快乐既不是“善”本身,也不是所有快乐都值得选择,这一点似乎是显而易见的;并且,确实有一些快乐其自身就是值得选择的,它们在形式上或来源上有所不同。
τὰ μὲν οὖν λεγόμενα περὶ τῆς ἡδονῆς καὶ λύπης ἱκανῶς εἰρήσθω.
关于快乐和痛苦所讨论的事情,就说到这里吧。