§10.1μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἴσως ἕπεται διελθεῖν.
在这些讨论之后,接下来的顺序或许应该是探讨快乐。
μάλιστα γὰρ δοκεῖ συνῳκειῶσθαι τῷ γένει ἡμῶν, διὸ παιδεύουσι τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ· δοκεῖ δὲ καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν μέγιστον εἶναι τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δεῖ.
因为快乐似乎与我们人类的天性最为紧密地结合在一起,因此人们在教育年轻人时,是用快乐和痛苦来引导和掌舵的;并且,对于品德的德性而言,最重大的事情似乎就是喜爱应该喜爱的,憎恨应该憎恨的。
διατείνει γὰρ ταῦτα διὰ παντὸς τοῦ βίου, ῥοπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν τε καὶ τὸν εὐδαίμονα βίον· τὰ μὲν γὰρ ἡδέα προαιροῦνται, τὰ δὲ λυπηρὰ φεύγουσιν· ὑπὲρ δὲ τῶν τοιούτων ἥκιστʼ ἂν δόξειε παρετέον εἶναι, ἄλλως τε καὶ πολλὴν ἐχόντων ἀμφισβήτησιν.
因为这些影响贯穿于人的一生,对于德性以及幸福的生活具有巨大的分量和力量;因为人们选择快乐的事物,而逃避痛苦的事物;对于这类事物,尤其是它们还存在诸多争议,似乎最不应该被忽略。
οἳ μὲν γὰρ τἀγαθὸν ἡδονὴν λέγουσιν, οἳ δʼ ἐξ ἐναντίας κομιδῇ φαῦλον, οἳ μὲν ἴσως πεπεισμένοι οὕτω καὶ ἔχειν, οἳ δὲ οἰόμενοι βέλτιον εἶναι πρὸς τὸν βίον ἡμῶν ἀποφαίνειν τὴν ἡδονὴν τῶν φαύλων, καὶ εἰ μὴ ἐστίν· ῥέπειν γὰρ τοὺς πολλοὺς πρὸς αὐτὴν καὶ δουλεύειν ταῖς ἡδοναῖς, διὸ δεῖν εἰς τοὐναντίον ἄγειν· ἐλθεῖν γὰρ ἂν οὕτως ἐπὶ τὸ μέσον.
因为有些人说快乐就是“善”,而另另一些人相反,认为快乐完全是卑劣的,前者或许确实相信事情就是这样,而后者则认为,为了我们的生活,把快乐宣称为卑劣的事物会更好,即使事实并非如此;因为他们认为,大多数人都向往快乐并沦为快乐的奴隶,因此必须把他们引向相反的方向;因为他们认为,这样就可以达到中庸。
μή ποτε δὲ οὐ καλῶς τοῦτο λέγεται.
但这或许说得并不妥当。
οἱ γὰρ περὶ τῶν ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι λόγοι ἧττόν εἰσι πιστοὶ τῶν ἔργων· ὅταν οὖν διαφωνῶσι τοῖς κατὰ τὴν αἴσθησιν, καταφρονούμενοι καὶ τἀληθὲς προσαναιροῦσιν·
因为关于情感和行为的言论,其可信度不如实际的行动;因此,当言论与通过感觉所经验的事实不符时,言论就会受到蔑视,并且连同真理也一起被否定了。
ὁ γὰρ ψέγων τὴν ἡδονήν, ὀφθείς ποτʼ ἐφιέμενος, ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν ὡς τοιαύτην οὖσαν ἅπασαν· τὸ διορίζειν γὰρ οὐκ ἔστι τῶν πολλῶν.
因为一个谴责快乐的人,一旦被看见在追求快乐,就会被认为是因为所有快乐都是同一种性质而倾向于它;因为进行细微的区分量并不是大众的能力。
ἐοίκασιν οὖν οἱ ἀληθεῖς τῶν λόγων οὐ μόνον πρὸς τὸ εἰδέναι χρησιμώτατοι εἶναι, ἀλλὰ καὶ πρὸς τὸν βίον· συνῳδοὶ γὰρ ὄντες τοῖς ἔργοις πιστεύονται, διὸ προτρέπονται τοὺς συνιέντας ζῆν κατʼ αὐτούς.
因此,真实的言论不仅对于认知极其有用,而且对于生活也是如此;因为由于与实际行动相协调,它们得到了人们的信任,因而激励理解它们的人按照它们来生活。
τῶν μὲν οὖν τοιούτων ἅλις· τὰ δʼ εἰρημένα περὶ τῆς ἡδονῆς ἐπέλθωμεν.
关于这些事情就谈到这里吧;让我们来探讨那些被说过的关于快乐的观点。
§10.2εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετʼ εἶναι διὰ τὸ πάνθʼ ὁρᾶν ἐφιέμενα αὐτῆς, καὶ ἔλλογα καὶ ἄλογα, ἐν πᾶσι δʼ εἶναι τὸ αἱρετὸν τὸ ἐπιεικές, καὶ τὸ μάλιστα κράτιστον· τὸ δὴ πάντʼ ἐπὶ ταὐτὸ φέρεσθαι μηνύειν ὡς πᾶσι τοῦτο ἄριστον ὄν (ἕκαστον γὰρ τὸ αὑτῷ ἀγαθὸν εὑρίσκειν, ὥσπερ καὶ τροφήν), τὸ δὲ πᾶσιν ἀγαθόν, καὶ οὗ πάντʼ ἐφίεται, τἀγαθὸν εἶναι.
埃乌多克索斯认为快乐就是“善”,因为他看到所有事物,包括有理性的和无理性的,都追求它;并且在一切事物中,值得选择的就是好的,而最值得选择的则是最好的;所以所有事物都趋向同一个目标,这表明这对大家都是最好的(因为每个事物都像寻找食物一样,寻找着适合自己的善),而对大家都是善的、且所有事物都追求的东西,就是 “善”。
ἐπιστεύοντο δʼ οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴν μᾶλλον ἢ διʼ αὑτούς· διαφερόντως γὰρ ἐδόκει σώφρων εἶναι· οὐ δὴ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν, ἀλλʼ οὕτως ἔχειν κατʼ ἀλήθειαν.
然而,他的这些论点得到人们的信任,更多是因为他个人的品德,而不是因为论点本身;因为他被认为是非常节制的;因而,人们不认为他是作为快乐的朋友才说这些话的,而是认为事实确实如此。
οὐχ ἧττον δʼ ᾤετʼ εἶναι φανερὸν ἐκ τοῦ ἐναντίου· τὴν γὰρ λύπην καθʼ αὑτὸ πᾶσι φευκτὸν εἶναι, ὁμοίως δὴ τοὐναντίον αἱρετόν· μάλιστα δʼ εἶναι αἱρετὸν ὃ μὴ διʼ ἕτερον μηδʼ ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτο δʼ ὁμολογουμένως εἶναι τὴν ἡδονήν· οὐδένα γὰρ ἐπερωτᾶν τίνος ἕνεκα ἥδεται, ὡς καθʼ αὑτὴν οὖσαν αἱρετὴν τὴν ἡδονήν.
此外,他认为从相反者来看,这一点同样明显:因为痛苦本身是所有人都要逃避的,同样,它的相反者则是值得选择的;而最值得选择的,是我们不因其他事物、也不为了其他事物而选择的东西;而大家公认,快乐就是这样一种事物;因为没有人会追问一个人为了什么而感到快乐,这说明快乐本身就是值得选择的。
προστιθεμένην τε ὁτῳοῦν τῶν ἀγαθῶν αἱρετώτερον ποιεῖν, οἷον τῷ δικαιοπραγεῖν καὶ σωφρονεῖν, αὔξεσθαι δὲ τὸ ἀγαθὸν αὑτῷ.
此外,当它被添加到任何善的事物上时,都会使之更值得选择,例如添加到公正的行为和节制上,而善也因其自身而得到增加。
ἔοικε δὴ οὗτός γε ὁ λόγος τῶν ἀγαθῶν αὐτὴν ἀποφαίνειν, καὶ οὐδὲν μᾶλλον ἑτέρου· πᾶν γὰρ μεθʼ ἑτέρου ἀγαθοῦ αἱρετώτερον ἢ μονούμενον.
这一论点显然只表明快乐是众善之一,并不比其他善更优秀;因为任何善与其他善结合在一起,都比其单独存在时更值得选择。
τοιούτῳ δὴ λόγῳ καὶ Πλάτων ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν· αἱρετώτερον γὰρ εἶναι τὸν ἡδὺν βίον μετὰ φρονήσεως ἢ χωρίς, εἰ δὲ τὸ μικτὸν κρεῖττον, οὐκ εἶναι τὴν ἡδονὴν τἀγαθόν· οὐδενὸς γὰρ προστεθέντος αὐτῷ τἀγαθὸν αἱρετώτερον γίνεσθαι.
正是通过这样一种论点,柏拉图也推翻了快乐即是“善”的观点;因为他认为,伴随着明智的快乐生活比没有明智的快乐生活更值得选择,如果混合的生活更好,那么快乐就不是“善”;因为“善”在被添加了任何东西之后,都不会变得更值得选择。
δῆλον δʼ ὡς οὐδʼ ἄλλο οὐδὲν τἀγαθὸν ἂν εἴη, ὃ μετά τινος τῶν καθʼ αὑτὸ ἀγαθῶν αἱρετώτερον γίνεται.
显然,凡是在与某种自身即善的事物结合后而变得更值得选择的,都不会是“善”本身。
τί οὖν ἐστὶ τοιοῦτον, οὗ καὶ ἡμεῖς κοινωνοῦμεν;
那么,有什么是具有这种性质,且我们也能参与分享的呢?
τοιοῦτον γὰρ ἐπιζητεῖται.
因为我们要寻找的正是这样一种事物。
οἱ δʼ ἐνιστάμενοι ὡς οὐκ ἀγαθὸν οὗ πάντʼ ἐφίεται, μὴ οὐθὲν λέγουσιν.
至于那些反对说“凡是万物所追求的都不是善”的人,他们的观点是毫无根据的。
ἃ γὰρ πᾶσι δοκεῖ, ταῦτʼ εἶναί φαμεν· ὁ δʼ ἀναιρῶν ταύτην τὴν πίστιν οὐ πάνυ πιστότερα ἐρεῖ.
因为凡是大家都认为如此的事,我们就说是真实的;而否定这种信念的人,绝说不出更有说服力的话来。
εἰ μὲν γὰρ τὰ ἀνόητα ὀρέγεται αὐτῶν, ἦν ἄν τι λεγόμενον, εἰ δὲ καὶ τὰ φρόνιμα, πῶς λέγοιεν ἄν τι;
因为如果只有愚蠢的事物才追求它们,那么他们说的话或许还有点道理;但如果聪明的事物也追求,那他们说的话怎么可能站得住脚呢?
ἴσως δὲ καὶ ἐν τοῖς φαύλοις ἔστι τι φυσικὸν ἀγαθὸν κρεῖττον ἢ καθʼ αὑτά, ὃ ἐφίεται τοῦ οἰκείου ἀγαθοῦ.
也许甚至在卑劣的事物中,也存在着某种天然的善,强于它们自身,并追求着适合于它们自身的善。
οὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι.
他们关于相反者的说法似乎也并不妥当。
οὐ γάρ φασιν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀντικεῖσθαι γὰρ καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ—λέγοντες ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένων ἀληθεύοντες.
因为他们说,即便痛苦是恶,快乐也不因此就是善;因为恶也可以与恶相对立,且两者都与那既非善也非恶的第三者相对立——他们这样说固然没错,但在目前讨论的事情上,这却并非实情。
ἀμφοῖν γὰρ ὄντοιν τῶν κακῶν καὶ φευκτὰ ἔδει ἄμφω εἶναι, τῶν μηδετέρων δὲ μηδέτερον ἢ ὁμοίως· νῦν δὲ φαίνονται τὴν μὲν φεύγοντες ὡς κακόν, τὴν δʼ αἱρούμενοι ὡς ἀγαθόν· οὕτω δὴ καὶ ἀντίκειται.
因为如果两者都是恶,那么两者都应当是逃避的对象;如果两者都非善非恶,那么两者都不应当被逃避,或者说两者的待遇应当是相同的;现在的实际情况是,人们显然逃避前者作为恶,而选择后者作为善;也正是以此方式,两者确实是对立的。