Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.8

幸福定义与通见的对照及对外在善的需要

第 7 段,共 123 段 · 希腊语

内容简介

作者将幸福的定义与传统观点(将善分为外在的、身体的和灵魂的三分法)进行对照,以验证其一致性。他指出,幸福本身就包含着合乎德性活动的快乐,但同时也需要外在的善(如财富、朋友和高贵的出身)作为必不可少的工具。

§1.8σκεπτέον δὲ περὶ αὐτῆς οὐ μόνον ἐκ τοῦ συμπεράσματος καὶ ἐξ ὧν ὁ λόγος, ἀλλὰ καὶ ἐκ τῶν λεγομένων περὶ αὐτῆς· τῷ μὲν γὰρ ἀληθεῖ πάντα συνᾴδει τὰ ὑπάρχοντα, τῷ δὲ ψευδεῖ ταχὺ διαφωνεῖ τἀληθές.
然而,我们不仅应该从结论和论证的预设中来考察它,还应当从人们关于它的说法中来考察;因为与真理相符的是一切既存的事实,而与谬误相符的,真理很快就会与其产生不协和。
νενεμημένων δὴ τῶν ἀγαθῶν τριχῇ, καὶ τῶν μὲν ἐκτὸς λεγομένων τῶν δὲ περὶ ψυχὴν καὶ σῶμα, τὰ περὶ ψυχὴν κυριώτατα λέγομεν καὶ μάλιστα ἀγαθά, τὰς δὲ πράξεις καὶ τὰς ἐνεργείας τὰς ψυχικὰς περὶ ψυχὴν τίθεμεν.
既然善被分为三类,一些被称为外在的善,另一些被称为关于灵魂和身体的善,那么我们把关于灵魂的善称为最根本、最首要的善,并且把灵魂的活动和运作归于灵魂。
ὥστε καλῶς ἂν λέγοιτο κατά γε ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν φιλοσοφούντων.
因此,按照这个古老的、且被哲学家们所公认的观点,我们的说法应当是正确说出的。
ὀρθῶς δὲ καὶ ὅτι πράξεις τινὲς λέγονται καὶ ἐνέργειαι τὸ τέλος· οὕτω γὰρ τῶν περὶ ψυχὴν ἀγαθῶν γίνεται καὶ οὐ τῶν ἐκτός.
而且,说某些活动和运作是目的,这同样是正确的;因为这样一来,目的就属于灵魂的善,而不属于外在的善。
συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν τὸν εὐδαίμονα· σχεδὸν γὰρ εὐζωία τις εἴρηται καὶ εὐπραξία.
而幸福的人“活得好”和“做得好”也与这一论说相契合;因为幸福几乎已被说成是某种好生活和好行为。
φαίνεται δὲ καὶ τὰ ἐπιζητούμενα τὰ περὶ τὴν εὐδαιμονίαν ἅπανθʼ ὑπάρχειν τῷ λεχθέντι.
而且,人们在幸福中所寻求的一切特征,似乎都存在于我们所说的定义之中。
τοῖς μὲν γὰρ ἀρετὴ τοῖς δὲ φρόνησις ἄλλοις δὲ σοφία τις εἶναι δοκεῖ, τοῖς δὲ ταῦτα ἢ τούτων τι μεθʼ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς· ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσιν.
因为在一些人看来,幸福是德性,在另一些人看来是明智,在另一些人看来是某种智慧;还有一些人认为,这些事物、或其中某一个事物,若非伴随着快乐,也是不能没有快乐的;另外一些人则把外在的顺境也合并在内。
τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσιν, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι ἄνδρες·
在这些说法中,有些是由多数人和古人说的,有些是由少数显达之人说的。
οὐδετέρους δὲ τούτων εὔλογον διαμαρτάνειν τοῖς ὅλοις, ἀλλʼ ἕν γέ τι ἢ καὶ τὰ πλεῖστα κατορθοῦν.
而这两者在所有事情上都完全出错是不合情理的,相反,他们在某一方面,甚至在绝大多数方面是正确的,这才是合理的。
τοῖς μὲν οὖν λέγουσι τὴν ἀρετὴν ἢ ἀρετήν τινα συνῳδός ἐστιν ὁ λόγος· ταύτης γάρ ἐστιν ἡ κατʼ αὐτὴν ἐνέργεια.
因此,对于那些把幸福说成是德性或某种德性的人来说,我们的论说是相契合的;因为合乎德性的活动正是属于德性本身的。
διαφέρει δὲ ἴσως οὐ μικρὸν ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβάνειν, καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ.
然而,把最高善理解为在占有中还是在运用中,在状态中还是在活动中,这其中的差别也许不小。
τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται μηδὲν ἀγαθὸν ἀποτελεῖν ὑπάρχουσαν, οἷον τῷ καθεύδοντι ἢ καὶ ἄλλως πως ἐξηργηκότι, τὴν δʼ ἐνέργειαν οὐχ οἷόν τε· πράξει γὰρ ἐξ ἀνάγκης, καὶ εὖ πράξει.
因为某种状态即使存在,也可能不产生任何善,比如对于睡眠者或以其他方式闲置的人;但活动却是不可能的,因为活动必然会去行动,并且做得好。
ὥσπερ δʼ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται ἀλλʼ οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες νικῶσιν), οὕτω καὶ τῶν ἐν τῷ βίῳ καλῶν κἀγαθῶν οἱ πράττοντες ὀρθῶς ἐπήβολοι γίνονται.
正如在奥林匹亚运动会上,得到冠冕的并不是最美丽和最强壮的人,而是那些参赛的人(因为正是他们中的一些人获得了胜利),同样,在生活中的那些美好和高尚的事物里,只有那些正确行动的人才能成为获得者。
ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθʼ αὑτὸν ἡδύς.
而且,他们的生命本身也是快乐的。
τὸ μὲν γὰρ ἥδεσθαι τῶν ψυχικῶν, ἑκάστῳ δʼ ἐστὶν ἡδὺ πρὸς ὃ λέγεται φιλοτοιοῦτος, οἷον ἵππος μὲν τῷ φιλίππῳ, θέαμα δὲ τῷ φιλοθεώρῳ·
因为享受快乐是属于灵魂的事,对每个人来说,快乐就在于他被称为“喜好某物者”的那个对象,例如马对于喜好马的人、观看对于喜好观赏的人是快乐的。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ δίκαια τῷ φιλοδικαίῳ καὶ ὅλως τὰ κατʼ ἀρετὴν τῷ φιλαρέτῳ.
以同样的方式,公正的事物对于喜好公正的人、以及一般而言合乎德性的事物对于喜好德性的人,也是快乐的。
τοῖς μὲν οὖν πολλοῖς τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει τοιαῦτʼ εἶναι, τοῖς δὲ φιλοκάλοις ἐστὶν ἡδέα τὰ φύσει ἡδέα·
对于大多数人来说,快乐的事物相互冲突,因为它们在天性上并不是快乐的;但对于喜好美好事物的人来说,天性上快乐的事物就是快乐的。
τοιαῦται δʼ αἱ κατʼ ἀρετὴν πράξεις, ὥστε καὶ τούτοις εἰσὶν ἡδεῖαι καὶ καθʼ αὑτάς.
合乎德性的行为正是如此,所以它们不仅对这些人来说是快乐的,而且它们本身也是快乐的。
οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς ὁ βίος αὐτῶν ὥσπερ περιάπτου τινός, ἀλλʼ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ.
因此,他们的生命根本不需要额外的快乐,就像不需要某种饰物一样,而是其自身中就包含着快乐。
πρὸς τοῖς εἰρημένοις γὰρ οὐδʼ ἐστὶν ἀγαθὸς ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσιν·
因为除了前面所说的,如果不为高尚的行为感到喜悦,他就连一个善人都算不上。
οὔτε γὰρ δίκαιον οὐθεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν, οὔτʼ ἐλευθέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν·
因为谁也不会把一个不因公正行事而感到喜悦的人称为公正的人,也不会把一个不因慷慨行事而感到喜悦的人称为慷慨的人。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他德性上也是一样。
εἰ δʼ οὕτω, καθʼ αὑτὰς ἂν εἶεν αἱ κατʼ ἀρετὴν πράξεις ἡδεῖαι.
如果是这样,合乎德性的行为本身就应当是快乐的。
ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος·
而且,如果一个优秀的人对它们作出了良好的判断,那么它们当然也同样是善的、是高尚的,并且在最高程度上具有这些性质。
κρίνει δʼ ὡς εἴπομεν.
而正如我们所说,他的判断确实是如此的。
ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία, καὶ οὐ διώρισται ταῦτα κατὰ τὸ Δηλιακὸν ἐπίγραμμα· " κάλλιστον τὸ δικαιότατον, λῷστον δʼ ὑγιαίνειν· ἥδιστον δὲ πέφυχʼ οὗ τις ἐρᾷ τὸ τυχεῖν.
所以,幸福就是最优秀的、最高尚的和最快乐的事物,它们并不像提洛碑文所说的那样相互分离: “最高尚的是最公正的事物,最好的是保持健康,而最快乐的天性则是获得自己所爱的事物。
" ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις· ταύτας δέ, ἢ μίαν τούτων τὴν ἀρίστην, φαμὲν εἶναι τὴν εὐδαιμονίαν.
” 因为这一切都存在于最优秀的活动中;而我们说幸福就是这些活动,或者是它们中最优秀的一种活动。
φαίνεται δʼ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴπομεν· ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν ἀχορήγητον ὄντα.
然而,正如我们所说,幸福显然也需要外在的善;因为在没有资源的情况下,去做出高尚的行为是不可能或者不容易的。
πολλὰ μὲν γὰρ πράττεται, καθάπερ διʼ ὀργάνων, διὰ φίλων καὶ πλούτου καὶ πολιτικῆς δυνάμεως·
因为许多行为都是通过朋友、财富和政治权力,如同通过工具一样来完成的。
ἐνίων δὲ τητώμενοι ῥυπαίνουσι τὸ μακάριον, οἷον εὐγενείας εὐτεκνίας κάλλους· οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ τὴν ἰδέαν παναίσχης ἢ δυσγενὴς ἢ μονώτης καὶ ἄτεκνος, ἔτι δʼ ἴσως ἧττον, εἴ τῳ πάγκακοι παῖδες εἶεν ἢ φίλοι, ἢ ἀγαθοὶ ὄντες τεθνᾶσιν.
而一旦缺少其中某些东西,就会玷污这种至福,例如高贵的出身、好的子嗣、或者美貌;因为一个容貌极丑、出身微贱、或者孤独无子的人,是谈不上享有幸福的,如果一个人有极坏的子女或朋友,或者他们虽好却死去了,那他就更谈不上享有幸福了。
καθάπερ οὖν εἴπομεν, ἔοικε προσδεῖσθαι καὶ τῆς τοιαύτης εὐημερίας· ὅθεν εἰς ταὐτὸ τάττουσιν ἔνιοι τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, ἕτεροι δὲ τὴν ἀρετήν.
因此,正如我们所说,幸福似乎还需要这一类的顺境;这就是为什么有些人把幸运等同于幸福,而另一些人则把德性等同于幸福的原因。

词汇与语法注释

  1. 1098bτῷ μὲν γὰρ ἀληθεῖ πάντα συνᾴδει τὰ ὑπάρχοντα — τῷ ἀληθεῖ 是由动词 συνᾴδει 支配的与格,意为“与真理相协调”。主语是中性复数名词短语 τὰ ὑπάρχοντα(既存的事实或存在的事物)。
  2. 1098bνενεμημένων δὴ τῶν ἀγαθῶν τριχῇ — 这是一个使用分词 νενεμημένων(νέμω 的完成时被动分词属格复数)的属格独立结构,表示前提背景(“既然善已被分为三类”)。
  3. 1099aτὸ μὲν γὰρ ἥδεσθαι τῶν ψυχικῶν — 冠词性不定式 τὸ ἥδεσθαι(感到快乐)充当主语,而属格复数 τῶν ψυχικῶν(灵魂的)是部分属格或领属属格,意为“属于灵魂的事物”。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。