§1.7#2ἀλλʼ ἴσως τὴν μὲν εὐδαιμονίαν τὸ ἄριστον λέγειν ὁμολογούμενόν τι φαίνεται, ποθεῖται δʼ ἐναργέστερον τί ἐστιν ἔτι λεχθῆναι.
但是,说幸福是最高的善,这似乎是一个公认的说法,然而人们仍渴望更清晰地说明它究竟是什么。
τάχα δὴ γένοιτʼ ἂν τοῦτʼ, εἰ ληφθείη τὸ ἔργον τοῦ ἀνθρώπου.
如果能把握人的功能,也许这一目标就能实现。
ὥσπερ γὰρ αὐλητῇ καὶ ἀγαλματοποιῷ καὶ παντὶ τεχνίτῃ, καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, ἐν τῷ ἔργῳ δοκεῖ τἀγαθὸν εἶναι καὶ τὸ εὖ, οὕτω δόξειεν ἂν καὶ ἀνθρώπῳ, εἴπερ ἔστι τι ἔργον αὐτοῦ.
因为正如对于笛手、雕塑家和一切工匠,以及一般而言凡是有某种功能和活动的人,其善和“好”似乎都在于其功能之中,同样,对于人来说似乎也是如此,如果人确实有某种功能的话。
πότερον οὖν τέκτονος μὲν καὶ σκυτέως ἔστιν ἔργα τινὰ καὶ πράξεις, ἀνθρώπου δʼ οὐδέν ἐστιν, ἀλλʼ ἀργὸν πέφυκεν;
难道木匠和鞋匠都有某种功能和活动,而人却什么也没有,天生就是无所作为的吗?
ἢ καθάπερ ὀφθαλμοῦ καὶ χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις ἂν ἔργον τι;
或者,正如眼睛、手、脚以及一般而言身体的各个部分显然都有某种功能一样,人们是否也应该在所有这些之外,为人类设定某种功能呢?
τί οὖν δὴ τοῦτʼ ἂν εἴη ποτέ;
那么这究竟会是什么呢?
τὸ μὲν γὰρ ζῆν κοινὸν εἶναι φαίνεται καὶ τοῖς φυτοῖς, ζητεῖται δὲ τὸ ἴδιον.
因为生命似乎甚至是与植物所共有的,但我们所寻找的是人所特有的东西。
ἀφοριστέον ἄρα τήν τε θρεπτικὴν καὶ τὴν αὐξητικὴν ζωήν.
因此,必须排除营养和生长的生命。
ἑπομένη δὲ αἰσθητική τις ἂν εἴη, φαίνεται δὲ καὶ αὐτὴ κοινὴ καὶ ἵππῳ καὶ βοῒ καὶ παντὶ ζῴῳ.
接下来的应当是某种感觉的生命,但这也显然是与马、牛及一切动物所共有的。
λείπεται δὴ πρακτική τις τοῦ λόγον ἔχοντος·
那么,剩下的就是有理性部分的某种实践生命了。
τούτου δὲ τὸ μὲν ὡς ἐπιπειθὲς λόγῳ, τὸ δʼ ὡς ἔχον καὶ διανοούμενον.
在这一部分中,一方面是听从理性的,另一方面是拥有理性并进行思考的。
διττῶς δὲ καὶ ταύτης λεγομένης τὴν κατʼ ἐνέργειαν θετέον· κυριώτερον γὰρ αὕτη δοκεῖ λέγεσθαι.
由于这种生命也是在两种意义上被使用的,我们必须将其置于活动的状态之中;因为活动似乎是在更本源的意义上被使用的。
εἰ δʼ ἐστὶν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου, τὸ δʼ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σπουδαίου, ὥσπερ κιθαριστοῦ καὶ σπουδαίου κιθαριστοῦ, καὶ ἁπλῶς δὴ τοῦτʼ ἐπὶ πάντων, προστιθεμένης τῆς κατὰ τὴν ἀρετὴν ὑπεροχῆς πρὸς τὸ ἔργον· κιθαριστοῦ μὲν γὰρ κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ· εἰ δʼ οὕτως, τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια γίνεται κατʼ ἀρετήν, εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ τελειοτάτην.
如果人的功能是灵魂合乎理性的、或者不脱离理性的活动,而且我们说某类人与该类中优秀者的功能在属上是相同的,例如竖琴手和优秀的竖琴手,并且在一切情况下都是如此,只要把合乎德性的卓越性加于其功能即可(因为竖琴手的功能是弹奏竖琴,而优秀竖琴手的功能则是把它弹得好);如果是这样,人的善就是灵魂合乎德性的活动,如果有多种德性,就是合乎最优秀、最完美的德性的活动。
ἔτι δʼ ἐν βίῳ τελείῳ.
此外,这还必须是在一生之中。
μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδʼ ὀλίγος χρόνος.
因为一只燕子造不成春天,一天也一样;同样,一天或短时间也不能使人成为至福和幸福的人。
περιγεγράφθω μὲν οὖν τἀγαθὸν ταύτῃ· δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶθʼ ὕστερον ἀναγράψαι.
那么,善的轮廓姑且就这样描绘出来吧;因为也许我们必须先画出草图,然后在此之后再描绘细部。
δόξειε δʼ ἂν παντὸς εἶναι προαγαγεῖν καὶ διαρθρῶσαι τὰ καλῶς ἔχοντα τῇ περιγραφῇ, καὶ ὁ χρόνος τῶν τοιούτων εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι· ὅθεν καὶ τῶν τεχνῶν γεγόνασιν αἱ ἐπιδόσεις· παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον.
而将轮廓清晰的事物加以推进并予以分节,这似乎是任何人都能做到的,时间似乎是这类事情的发现者或良好的合作者;技术的进步也正由此而来,因为任何人都能添加所欠缺的部分。
μεμνῆσθαι δὲ καὶ τῶν προειρημένων χρή, καὶ τὴν ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἐπιζητεῖν, ἀλλʼ ἐν ἑκάστοις κατὰ τὴν ὑποκειμένην ὕλην καὶ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον οἰκεῖον τῇ μεθόδῳ.
但是也必须记住前面说过的话,不要在一切事物中同样地要求严密性,而要根据所面对的题材,并在适合于该研究方法的范围内去要求它。
καὶ γὰρ τέκτων καὶ γεωμέτρης διαφερόντως ἐπιζητοῦσι τὴν ὀρθήν· ὃ μὲν γὰρ ἐφʼ ὅσον χρησίμη πρὸς τὸ ἔργον, ὃ δὲ τί ἐστιν ἢ ποῖόν τι· θεατὴς γὰρ τἀληθοῦς.
因为木匠和几何学家对直角的寻求是不同的:前者是在对工作有用的范围内寻求,后者则寻求它是什么或具有何种性质,因为几何学家是真理的观照者。
τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον, ὅπως μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνηται.
因此,在其他事物中也必须以同样的方式进行,以免副业多于本业。
οὐκ ἀπαιτητέον δʼ οὐδὲ τὴν αἰτίαν ἐν ἅπασιν ὁμοίως, ἀλλʼ ἱκανὸν ἔν τισι τὸ ὅτι δειχθῆναι καλῶς, οἷον καὶ περὶ τὰς ἀρχάς· τὸ δʼ ὅτι πρῶτον καὶ ἀρχή.
我们也不应该在一切事物中都同样地要求说明原因,而在某些事物中,只要事实(“是什么”)被很好地表明就足够了,例如关于原理就是如此;而事实(“是什么”)就是第一性的东西和原理。
τῶν ἀρχῶν δʼ αἳ μὲν ἐπαγωγῇ θεωροῦνται, αἳ δʼ αἰσθήσει, αἳ δʼ ἐθισμῷ τινί, καὶ ἄλλαι δʼ ἄλλως.
在这些原理中,有些是通过归纳被认识的,有些是通过感觉,有些是通过某种习惯,有些则是以其他方式被认识的。
μετιέναι δὲ πειρατέον ἑκάστας ᾗ πεφύκασιν, καὶ σπουδαστέον ὅπως διορισθῶσι καλῶς· μεγάλην γὰρ ἔχουσι ῥοπὴν πρὸς τὰ ἑπόμενα.
我们必须努力按照它们各自的本性去探求每一个原理,并努力使它们得到良好的界定;因为它们对随后的事物具有巨大的影响力。
δοκεῖ γὰρ πλεῖον ἢ ἥμισυ τοῦ παντὸς εἶναι ἡ ἀρχή, καὶ πολλὰ συμφανῆ γίνεσθαι διʼ αὐτῆς τῶν ζητουμένων.
因为原理似乎大于整体的一半,而所寻找的许多问题都能通过它而变得清晰。