Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.9

幸福的获得方式与完全的德性及完整生命

第 8 段,共 123 段 · 希腊语

内容简介

本章考察幸福是神明所赐,还是通过学习、训练或运气获得的,并指出幸福需要完全的德性和完整的生命。因此,无法参与此类活动的动物和儿童不能被称为是幸福的,作者并以普里阿摩斯在晚年遭遇悲惨不幸为例进行说明。

§1.9ὅθεν καὶ ἀπορεῖται πότερόν ἐστι μαθητὸν ἢ ἐθιστὸν ἢ καὶ ἄλλως πως ἀσκητόν, ἢ κατά τινα θείαν μοῖραν ἢ καὶ διὰ τύχην παραγίνεται.
因此,人们也产生了一个疑问:幸福是通过学习、通过习惯,还是通过其他某种训练而获得的,抑或是通过某种神圣的命运,甚至是通过运气而降临的?
εἰ μὲν οὖν καὶ ἄλλο τί ἐστι θεῶν δώρημα ἀνθρώποις, εὔλογον καὶ τὴν εὐδαιμονίαν θεόσδοτον εἶναι, καὶ μάλιστα τῶν ἀνθρωπίνων ὅσῳ βέλτιστον.
因此,如果神明对人类还有其他什么赠礼的话,那么幸福也是神赐的,这就合情合理了,而且在人类的事物中,它因最优秀而最应当是神赐的。
ἀλλὰ τοῦτο μὲν ἴσως ἄλλης ἂν εἴη σκέψεως οἰκειότερον, φαίνεται δὲ κἂν εἰ μὴ θεόπεμπτός ἐστιν ἀλλὰ διʼ ἀρετὴν καί τινα μάθησιν ἢ ἄσκησιν παραγίνεται, τῶν θειοτάτων εἶναι·
不过,这或许更适合放在另一项研究中;然而,即使它不是神明所遣,而是通过德性和某种学习或训练而获得的,它显然也属于最神圣的事物之列。
τὸ γὰρ τῆς ἀρετῆς ἆθλον καὶ τέλος ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ μακάριον.
因为德性的奖赏和终极目的显然是最好的东西,是某种神圣且至福的东西。
εἴη δʼ ἂν καὶ πολύκοινον· δυνατὸν γὰρ ὑπάρξαι πᾶσι τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρετὴν διά τινος μαθήσεως καὶ ἐπιμελείας.
而且,它也将是广泛共享的;因为对于所有没有在德性上丧失能力的人来说,通过某种学习和关切,获得幸福都是可能的。
εἰ δʼ ἐστὶν οὕτω βέλτιον ἢ τὸ διὰ τύχην εὐδαιμονεῖν, εὔλογον ἔχειν οὕτως, εἴπερ τὰ κατὰ φύσιν, ὡς οἷόν τε κάλλιστα ἔχειν, οὕτω πέφυκεν, ὁμοίως δὲ καὶ τὰ κατὰ τέχνην καὶ πᾶσαν αἰτίαν, καὶ μάλιστα τὰ κατὰ τὴν ἀρίστην.
如果以这种方式获得幸福比通过运气更好,那么事实正是如此也就是合情合理的,因为合乎自然的事物,在天性上都处于尽可能最美好的状态,同样,合乎技术和一切原因的事物,尤其是合乎最优秀原因的事物,也是如此。
τὸ δὲ μέγιστον καὶ κάλλιστον ἐπιτρέψαι τύχῃ λίαν πλημμελὲς ἂν εἴη.
但是,把最大、最美好的事情委托给运气,那将是极不协调的。
συμφανὲς δʼ ἐστὶ καὶ ἐκ τοῦ λόγου τὸ ζητούμενον· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατʼ ἀρετὴν ποιά τις.
而我们所寻求的答案从我们的定义中也是显而易见的;因为幸福已被说成是灵魂某种合乎德性的活动。
τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖον, τὰ δὲ συνεργὰ καὶ χρήσιμα πέφυκεν ὀργανικῶς.
至于其余的善,有些必须作为必要条件而存在,有些则在天性上作为工具起着协作和有用的作用。
ὁμολογούμενα δὲ ταῦτʼ ἂν εἴη καὶ τοῖς ἐν ἀρχῇ· τὸ γὰρ τῆς πολιτικῆς τέλος ἄριστον ἐτίθεμεν, αὕτη δὲ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ποιούς τινας καὶ ἀγαθοὺς τοὺς πολίτας ποιῆσαι καὶ πρακτικοὺς τῶν καλῶν.
这些说法也与我们最初的论点相一致;因为我们把政治学的目的设为最高善,而政治学付出了最大的努力,来使公民具有某种品质,即成为善良的人并能实践高尚的行为。
εἰκότως οὖν οὔτε βοῦν οὔτε ἵππον οὔτε ἄλλο τῶν ζῴων οὐδὲν εὔδαιμον λέγομεν· οὐδὲν γὰρ αὐτῶν οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας.
因此,自然而然地,我们既不称牛,也不称马,更不称其他任何动物为幸福的;因为它们中没有一个能够参与这种活动。
διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδὲ παῖς εὐδαίμων ἐστίν· οὔπω γὰρ πρακτικὸς τῶν τοιούτων διὰ τὴν ἡλικίαν· οἱ δὲ λεγόμενοι διὰ τὴν ἐλπίδα μακαρίζονται.
由于同样的原因,儿童也不是幸福的;因为由于年龄的关系,他还没有能力实践这些行为,而那些被称为幸福的儿童,则是因其希望而被祝福的。
δεῖ γάρ, ὥσπερ εἴπομεν, καὶ ἀρετῆς τελείας καὶ βίου τελείου.
因为正如我们所说,幸福既需要完全的德性,也需要完整的生命。
πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον, καὶ ἐνδέχεται τὸν μάλιστʼ εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως, καθάπερ ἐν τοῖς Τρωικοῖς περὶ Πριάμου μυθεύεται· τὸν δὲ τοιαύταις χρησάμενον τύχαις καὶ τελευτήσαντα ἀθλίως οὐδεὶς εὐδαιμονίζει.
因为在生命中会发生许多变化和各种各样的运气,即使是最繁荣的人,也有可能在晚年陷入巨大的不幸,正如在特洛伊故事中关于普里阿摩斯的传说那样;而对于遭遇此类运气并悲惨死去的人,没有人会称他为幸福的。

词汇与语法注释

  1. 1099bὅσῳ βέλτιστον — 表示程度或比例关系的与格 `ὅσῳ` 的用法(“正如……那样”)。此处表明一种比例:既然幸福是人类事物中最好的,那么它最应当是神赐的。相对应的指示词(`τοσούτῳ`)被省略。
  2. 1099bκἂν εἰ — `καὶ ἂν εἰ` 的缩写,或仅为 `καὶ εἰ`(“即使……”)与预示主句希求法(`ἂν εἴη`)的助词 `ἄν` 合流的形式。在此处它与直说语气现在时 `ἐστιν` 结合,表示事实性的让步(“即使它不是神明所遣”)。
  3. 1099bεὔλογον ἔχειν οὕτως — 非人称形容词 `εὔλογον`(“是合情合理的”)支配一个对格不定式结构,其中作主语的对格(如 `τὸ πρᾶγμα`)被省略。短语 `ἔχειν οὕτως` 不及物地表示“情况是这样”,指代幸福是通过学习和关切而非通过运气获得这一状态。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。