Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.13

灵魂的结构与德性的分类

第 12 段,共 123 段 · 希腊语

内容简介

鉴于幸福是符合德性的灵魂活动,本节论述了考察德性的必要性,并探讨了灵魂的结构(理性和非理性部分及其细分),从而引出了理智德性与道德德性的划分。

§1.13ἐπεὶ δʼ ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργειά τις κατʼ ἀρετὴν τελείαν, περὶ ἀρετῆς ἐπισκεπτέον ἂν εἴη·
既然幸福是灵魂符合完全德性的某种活动,我们就必须考察德性;因为这样我们或许也能更好地考察幸福。
τάχα γὰρ οὕτως ἂν βέλτιον καὶ περὶ τῆς εὐδαιμονίας θεωρήσαιμεν. δοκεῖ δὲ καὶ ὁ κατʼ ἀλήθειαν πολιτικὸς περὶ ταύτην μάλιστα πεπονῆσθαι· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς ποιεῖν καὶ τῶν νόμων ὑπηκόους.
真正在政治技术上努力的人似乎也最在这个方面下功夫;因为他希望使公民变得善良且顺从法律。
παράδειγμα δὲ τούτων ἔχομεν τοὺς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέτας, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγένηνται.
我们有克里特和拉刻代蒙的立法者作为这方面的例子,以及其他类似的立法者。
εἰ δὲ τῆς πολιτικῆς ἐστὶν ἡ σκέψις αὕτη, δῆλον ὅτι γίνοιτʼ ἂν ἡ ζήτησις κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν.
如果这一考察属于政治学,那么显然,这一探求是符合我们最初方针的。
περὶ ἀρετῆς δὲ ἐπισκεπτέον ἀνθρωπίνης δῆλον ὅτι· καὶ γὰρ τἀγαθὸν ἀνθρώπινον ἐζητοῦμεν καὶ τὴν εὐδαιμονίαν ἀνθρωπίνην.
不言而喻,我们必须考察人的德性;因为我们所寻求的正是人的善和人的幸福。
ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος ἀλλὰ τὴν τῆς ψυχῆς· καὶ τὴν εὐδαιμονίαν δὲ ψυχῆς ἐνέργειαν λέγομεν.
而我们所说的人的德性,不是指身体的德性,而是指灵魂的德性;我们也将幸福称为灵魂的活动。
εἰ δὲ ταῦθʼ οὕτως ἔχει, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν εἰδέναι πως τὰ περὶ ψυχῆς, ὥσπερ καὶ τὸν ὀφθαλμοὺς θεραπεύσοντα καὶ πᾶν τὸ σῶμα, καὶ μᾶλλον ὅσῳ τιμιωτέρα καὶ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς· τῶν δʼ ἰατρῶν οἱ χαρίεντες πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶσιν.
如果情况是这样,那么显然,政治家必须以某种方式了解关于灵魂的事情,就像要治疗眼睛和整个身体的人一样,甚至更要如此,因为政治学比医术更受尊崇且更好;而医生中优秀的人也花很多精力在了解身体上。
θεωρητέον δὴ καὶ τῷ πολιτικῷ περὶ ψυχῆς, θεωρητέον δὲ τούτων χάριν, καὶ ἐφʼ ὅσον ἱκανῶς ἔχει πρὸς τὰ ζητούμενα· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβοῦν ἐργωδέστερον ἴσως ἐστὶ τῶν προκειμένων.
因此,政治家也必须考察灵魂,但他必须为了这些目的、且在对所寻求的事情足够的限度内进行考察;因为比这更精确地探讨,或许对于摆在面前的任务来说是过于繁重的。
λέγεται δὲ περὶ αὐτῆς καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις ἀρκούντως ἔνια, καὶ χρηστέον αὐτοῖς· οἷον τὸ μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον.
关于灵魂,在通俗的讨论中也有一些足够充分的论述,我们应当加以利用;例如,灵魂的一部分是非理性的,另一部分是具有理性的。
ταῦτα δὲ πότερον διώρισται καθάπερ τὰ τοῦ σώματος μόρια καὶ πᾶν τὸ μεριστόν, ἢ τῷ λόγῳ δύο ἐστὶν ἀχώριστα πεφυκότα καθάπερ ἐν τῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὐθὲν διαφέρει πρὸς τὸ παρόν.
至于这两部分是像身体的各个部分和所有可分割的事物那样被区分开,还是在定义上是两个,但在本性上是不可分离的(应用圆周上的凸和凹一样),这对于当前的讨论没有任何区别。
τοῦ ἀλόγου δὲ τὸ μὲν ἔοικε κοινῷ καὶ φυτικῷ, λέγω δὲ τὸ αἴτιον τοῦ τρέφεσθαι καὶ αὔξεσθαι· τὴν τοιαύτην γὰρ δύναμιν τῆς ψυχῆς ἐν ἅπασι τοῖς τρεφομένοις θείη τις ἂν καὶ ἐν τοῖς ἐμβρύοις, τὴν αὐτὴν δὲ ταύτην καὶ ἐν τοῖς τελείοις· εὐλογώτερον γὰρ ἢ ἄλλην τινά.
在非理性部分中,有一部分似乎是共有的和植物性的,我指的是营养和生长的原因;因为人们会在所有汲取营养的生物中,甚至在胚胎中,设定这样一种灵魂的能力,并且在完全的生命体中也设定同样的这一能力;因为这比设定其他任何能力更为合理。
ταύτης μὲν οὖν κοινή τις ἀρετὴ καὶ οὐκ ἀνθρωπίνη φαίνεται· δοκεῖ γὰρ ἐν τοῖς ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ ἡ δύναμις αὕτη, ὁ δʼ ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλοι καθʼ ὕπνον (ὅθεν φασὶν οὐδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου τοὺς εὐδαίμονας τῶν ἀθλίων· συμβαίνει δὲ τοῦτο εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος τῆς ψυχῆς ᾗ λέγεται σπουδαία καὶ φαύλη), πλὴν εἰ μὴ κατὰ μικρὸν καὶ διικνοῦνταί τινες τῶν κινήσεων, καὶ ταύτῃ βελτίω γίνεται τὰ φαντάσματα τῶν ἐπιεικῶν ἢ τῶν τυχόντων.
因此,这一部分的德性似乎是共有的,而不是人类特有的;因为这部分和这一能力似乎主要在睡眠中起作用,而好人和坏人在睡眠中是最难分辨的(因此人们说,在生命的一半时间里,幸福的人与悲惨的人没有任何区别;这也是自然发生的,因为就灵魂被称为优秀的或卑劣的而言,睡眠是灵魂的无活动状态),除非有一些运动在微小的程度上渗透进来,从而在这个意义上,正派人的梦境比普通人的要好。
ἀλλὰ περὶ μὲν τούτων ἅλις, καὶ τὸ θρεπτικὸν ἐατέον, ἐπειδὴ τῆς ἀνθρωπικῆς ἀρετῆς ἄμοιρον πέφυκεν.
但是关于这些事情就谈到这里,营养的部分应该被搁置,因为它在本性上不分享人的德性。
ἔοικε δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς ἄλογος εἶναι, μετέχουσα μέντοι πῃ λόγου.
然而,灵魂似乎还有另一种非理性的本性,但它在某种程度上分享了理性。
τοῦ γὰρ ἐγκρατοῦς καὶ ἀκρατοῦς τὸν λόγον καὶ τῆς ψυχῆς τὸ λόγον ἔχον ἐπαινοῦμεν· ὀρθῶς γὰρ καὶ ἐπὶ τὰ βέλτιστα παρακαλεῖ· φαίνεται δʼ ἐν αὐτοῖς καὶ ἄλλο τι παρὰ τὸν λόγον πεφυκός, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ.
因为对于自制者和不自制者,我们称赞他们的理性,以及灵魂中拥有理性的部分;因为它是正确地、且向着最美好的事物发出劝导的;但在他们身上,似乎还存在着某种在天性上与理性不同、并与理性对抗和抗拒的东西。
ἀτεχνῶς γὰρ καθάπερ τὰ παραλελυμένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προαιρουμένων κινῆσαι τοὐναντίον εἰς τὰ ἀριστερὰ παραφέρεται, καὶ ἐπὶ τῆς ψυχῆς οὕτως· ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν.
完全就像身体瘫痪的部分,当我们选择向右移动它们时,它们却相反地向左偏转,灵魂也是如此;因为不自制者的冲动是向着相反方向的。
ἀλλʼ ἐν τοῖς σώμασι μὲν ὁρῶμεν τὸ παραφερόμενον, ἐπὶ δὲ τῆς ψυχῆς οὐχ ὁρῶμεν.
但在身体中,我们能看到偏离的部分,但在灵魂中我们看不到。
ἴσως δʼ οὐδὲν ἧττον καὶ ἐν τῇ ψυχῇ νομιστέον εἶναί τι παρὰ τὸν λόγον, ἐναντιούμενον τούτῳ καὶ ἀντιβαῖνον.
不过,我们或许同样应当认为,灵魂中存在着某种与理性不同的东西,它反对并抗拒理性。
πῶς δʼ ἕτερον, οὐδὲν διαφέρει.
至于它如何不同,这并不重要。
λόγου δὲ καὶ τοῦτο φαίνεται μετέχειν, ὥσπερ εἴπομεν· πειθαρχεῖ γοῦν τῷ λόγῳ τὸ τοῦ ἐγκρατοῦς—ἔτι δʼ ἴσως εὐηκοώτερόν ἐστι τὸ τοῦ σώφρονος καὶ ἀνδρείου· πάντα γὰρ ὁμοφωνεῖ τῷ λόγῳ.
但这一部分似乎也分享了理性,正如我们所说;无论如何,自制者的这一部分服从理性——而节制者和勇敢者的这一部分或许更容易听从;因为一切都与理性同声相应。
φαίνεται δὴ καὶ τὸ ἄλογον διττόν.
因此,非理性部分似乎也是双重的。
τὸ μὲν γὰρ φυτικὸν οὐδαμῶς κοινωνεῖ λόγου, τὸ δʼ ἐπιθυμητικὸν καὶ ὅλως ὀρεκτικὸν μετέχει πως, ᾗ κατήκοόν ἐστιν αὐτοῦ καὶ πειθαρχικόν· οὕτω δὴ καὶ τοῦ πατρὸς καὶ τῶν φίλων φαμὲν ἔχειν λόγον, καὶ οὐχὥσπερ τῶν μαθηματικῶν.
因为植物性部分绝不分享理性,而欲望的部分、以及一般的欲求部分则以某种方式分享理性,只要它是听从并服从理性的;也正是在这个意义上,我们说我们“听从”父亲和朋友,而不是像数学那样。
ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου τὸ ἄλογον, μηνύει καὶ ἡ νουθέτησις καὶ πᾶσα ἐπιτίμησίς τε καὶ παράκλησις.
非理性部分在某种程度上被理性所说服,劝诫以及所有的责备和鼓励都表明了这一点。
εἰ δὲ χρὴ καὶ τοῦτο φάναι λόγον ἔχειν, διττὸν ἔσται καὶ τὸ λόγον ἔχον, τὸ μὲν κυρίως καὶ ἐν αὑτῷ, τὸ δʼ ὥσπερ τοῦ πατρὸς ἀκουστικόν τι.
如果也必须说这一部分“拥有理性”,那么拥有理性的部分也将是双重的,一是在严格意义上且在其自身中拥有理性,另一则是像听从父亲那样。
διορίζεται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτῶν τὰς μὲν διανοητικὰς τὰς δὲ ἠθικάς, σοφίαν μὲν καὶ σύνεσιν καὶ φρόνησιν διανοητικάς, ἐλευθεριότητα δὲ καὶ σωφροσύνην ἠθικάς.
德性也按照这一区别进行划分;我们称其中一些为理智德性,另一些为道德德性,智慧、理解力和明智是理智德性,慷慨和节制则是道德德性。
λέγοντες γὰρ περὶ τοῦ ἤθους οὐ λέγομεν ὅτι σοφὸς ἢ συνετὸς ἀλλʼ ὅτι πρᾶος ἢ σώφρων· ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν κατὰ τὴν ἕξιν· τῶν ἕξεων δὲ τὰς ἐπαινετὰς ἀρετὰς λέγομεν.
因为在谈到品格时,我们不赞美某人是智慧或有理解力的,而是说他是温和或节制的;但我们也因其状态而称赞聪明的人,在这些状态中,值得称赞的我们称之为德性。

词汇与语法注释

  1. 1102aὥσπερ καὶ τὸν ὀφθαλμοὺς θεραπεύσοντα καὶ πᾶν τὸ σῶμα — 连接词 `καὶ` 在此处不仅是简单地并列两个名词短语,而是具有累加强调的作用:“不仅是治疗眼睛的人,[甚至]也是治疗整个身体的人”。这强化了一个类比,即如同治疗全身的医生比只治疗局部的医生需要更全面的知识一样,政治家也需要对作为整体的灵魂有全面的了解。
  2. 1102bἀργία γάρ ἐστιν ὁ ὕπνος τῆς ψυχῆς ᾗ λέγεται σπουδαία καὶ φαύλη — 关系代词 `ᾗ` 是阴性单数与格,在此作表示方面或限制的与格(意为“在……的限度内”或“在……的维度上”)。它表明,睡眠并不是灵魂所有功能的完全停止,而仅仅是在灵魂被称作高尚(σπουδαία)或卑劣(φαύλη)的那个特定维度上的无活动状态。
  3. 1102bοὕτω δὴ καὶ τοῦ πατρὸς καὶ τῶν φίλων φαμὲν ἔχειν λόγον, καὶ οὐχὥσπερ τῶν μαθηματικῶν — 亚里士多德在此利用了“拥有理性”(ἔχειν λόγον)这一短语的双重含义。在数学中,它指“拥有比例”或“拥有合理解释”这一内在的、客观的属性;而欲望部分之所谓“拥有理性”,仅仅是在“听从”或“考虑”父亲或朋友的建言这一意义上而言的。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。